1 Καὶ σύ, υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τὰ ὄρη Ισραηλ καὶ εἰπὸν τοῖς ὄρεσιν τοῦ Ισραηλ Ἀκούσατε λόγον κυρίου 2 Τάδε λέγει κύριος κύριος Ἀνθ ὧν εἶπεν ὁ ἐχθρὸς ἐφ’ ὑμᾶς Εὖγε ἔρημα αἰώνια εἰς κατάσχεσιν ἡμῖν ἐγενήθη, 3 διὰ τοῦτο προφήτευσον καὶ εἰπόν Τάδε λέγει κύριος κύριος Ἀντὶ τοῦ ἀτιμασθῆναι ὑμᾶς καὶ μισηθῆναι ὑμᾶς ὑπὸ τῶν κύκλῳ ὑμῶν τοῦ εἶναι ὑμᾶς εἰς κατάσχεσιν τοῖς καταλοίποις ἔθνεσιν καὶ ἀνέβητε λάλημα γλώσσῃ καὶ εἰς ὀνείδισμα ἔθνεσιν, 4 διὰ τοῦτο, ὄρη Ισραηλ, ἀκούσατε λόγον κυρίου Τάδε λέγει κύριος τοῖς ὄρεσιν καὶ τοῖς βουνοῖς καὶ ταῖς φάραγξιν καὶ τοῖς χειμάρροις καὶ τοῖς ἐξηρημωμένοις καὶ ἠφανισμένοις καὶ ταῖς πόλεσιν ταῖς ἐγκαταλελειμμέναις, αἳ ἐγένοντο εἰς προνομὴν καὶ εἰς καταπάτημα τοῖς καταλειφθεῖσιν ἔθνεσιν περικύκλῳ· 5 διὰ τοῦτο τάδε λέγει κύριος κύριος Εἰ μὴν ἐν πυρὶ θυμοῦ μου ἐλάλησα ἐπὶ τὰ λοιπὰ ἔθνη καὶ ἐπὶ τὴν Ιδουμαίαν πᾶσαν, ὅτι ἔδωκαν τὴν γῆν μου ἑαυτοῖς εἰς κατάσχεσιν μετ’ εὐφροσύνης ἀτιμάσαντες ψυχὰς τοῦ ἀφανίσαι ἐν προνομῇ· 6 διὰ τοῦτο προφήτευσον ἐπὶ τὴν γῆν τοῦ Ισραηλ καὶ εἰπὸν τοῖς ὄρεσιν καὶ τοῖς βουνοῖς καὶ ταῖς φάραγξιν καὶ ταῖς νάπαις Τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐν τῷ ζήλῳ μου καὶ ἐν τῷ θυμῷ μου ἐλάλησα ἀντὶ τοῦ ὀνειδισμοὺς ἐθνῶν ἐνέγκαι ὑμᾶς· 7 διὰ τοῦτο ἐγὼ ἀρῶ τὴν χεῖρά μου ἐπὶ τὰ ἔθνη τὰ περικύκλῳ ὑμῶν, οὗτοι τὴν ἀτιμίαν αὐτῶν λήμψονται· 8 ὑμῶν δέ, ὄρη Ισραηλ, τὴν σταφυλὴν καὶ τὸν καρπὸν ὑμῶν καταφάγεται ὁ λαός μου, ὅτι ἐγγίζουσιν τοῦ ἐλθεῖν. 9 ὅτι ἰδοὺ ἐγὼ ἐφ’ ὑμᾶς καὶ ἐπιβλέψω ἐφ’ ὑμᾶς, καὶ κατεργασθήσεσθε καὶ σπαρήσεσθε. 10 καὶ πληθυνῶ ἐφ’ ὑμᾶς ἀνθρώπους, πᾶν οἶκον Ισραηλ εἰς τέλος, καὶ κατοικηθήσονται αἱ πόλεις, καὶ ἡ ἠρημωμένη οἰκοδομηθήσεται. 11 καὶ πληθυνῶ ἐφ’ ὑμᾶς ἀνθρώπους καὶ κτήνη καὶ κατοικιῶ ὑμᾶς ὡς τὸ ἐν ἀρχῇ ὑμῶν καὶ εὖ ποιήσω ὑμᾶς ὥσπερ τὰ ἔμπροσθεν ὑμῶν· καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι κύριος. 12 καὶ γεννήσω ἐφ’ ὑμᾶς ἀνθρώπους τὸν λαόν μου Ισραηλ, καὶ κληρονομήσουσιν ὑμᾶς, καὶ ἔσεσθε αὐτοῖς εἰς κατάσχεσιν· καὶ οὐ μὴ προστεθῆτε ἔτι ἀτεκνωθῆναι ἀπ’ αὐτῶν. 13 τάδε λέγει κύριος κύριος Ἀνθ ὧν εἶπάν σοι Κατέσθουσα ἀνθρώπους εἶ καὶ ἠτεκνωμένη ὑπὸ τοῦ ἔθνους σου ἐγένου, 14 διὰ τοῦτο ἀνθρώπους οὐκέτι φάγεσαι καὶ τὸ ἔθνος σου οὐκ ἀτεκνώσεις ἔτι, λέγει κύριος κύριος. 15 καὶ οὐκ ἀκουσθήσεται οὐκέτι ἐφ’ ὑμᾶς ἀτιμία ἐθνῶν, καὶ ὀνειδισμοὺς λαῶν οὐ μὴ ἀνενέγκητε, λέγει κύριος κύριος. 16 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 17 Υἱὲ ἀνθρώπου, οἶκος Ισραηλ κατῴκησεν ἐπὶ τῆς γῆς αὐτῶν καὶ ἐμίαναν αὐτὴν ἐν τῇ ὁδῷ αὐτῶν καὶ ἐν τοῖς εἰδώλοις αὐτῶν καὶ ἐν ταῖς ἀκαθαρσίαις αὐτῶν· κατὰ τὴν ἀκαθαρσίαν τῆς ἀποκαθημένης ἐγενήθη ἡ ὁδὸς αὐτῶν πρὸ προσώπου μου. 18 καὶ ἐξέχεα τὸν θυμόν μου ἐπ’ αὐτοὺς 19 καὶ διέσπειρα αὐτοὺς εἰς τὰ ἔθνη καὶ ἐλίκμησα αὐτοὺς εἰς τὰς χώρας· κατὰ τὴν ὁδὸν αὐτῶν καὶ κατὰ τὴν ἁμαρτίαν αὐτῶν ἔκρινα αὐτούς. 20 καὶ εἰσήλθοσαν εἰς τὰ ἔθνη, οὗ εἰσήλθοσαν ἐκεῖ, καὶ ἐβεβήλωσαν τὸ ὄνομά μου τὸ ἅγιον ἐν τῷ λέγεσθαι αὐτούς Λαὸς κυρίου οὗτοι καὶ ἐκ τῆς γῆς αὐτοῦ ἐξεληλύθασιν. 21 καὶ ἐφεισάμην αὐτῶν διὰ τὸ ὄνομά μου τὸ ἅγιον, ὃ ἐβεβήλωσαν οἶκος Ισραηλ ἐν τοῖς ἔθνεσιν, οὗ εἰσήλθοσαν ἐκεῖ. 22 διὰ τοῦτο εἰπὸν τῷ οἴκῳ Ισραηλ Τάδε λέγει κύριος Οὐχ ὑμῖν ἐγὼ ποιῶ, οἶκος Ισραηλ, ἀλλ’ ἢ διὰ τὸ ὄνομά μου τὸ ἅγιον, ὃ ἐβεβηλώσατε ἐν τοῖς ἔθνεσιν, οὗ εἰσήλθετε ἐκεῖ. 23 καὶ ἁγιάσω τὸ ὄνομά μου τὸ μέγα τὸ βεβηλωθὲν ἐν τοῖς ἔθνεσιν, ὃ ἐβεβηλώσατε ἐν μέσῳ αὐτῶν, καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι κύριος ἐν τῷ ἁγιασθῆναί με ἐν ὑμῖν κατ’ ὀφθαλμοὺς αὐτῶν. 24 καὶ λήμψομαι ὑμᾶς ἐκ τῶν ἐθνῶν καὶ ἀθροίσω ὑμᾶς ἐκ πασῶν τῶν γαιῶν καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν. 25 καὶ ῥανῶ ἐφ’ ὑμᾶς ὕδωρ καθαρόν, καὶ καθαρισθήσεσθε ἀπὸ πασῶν τῶν ἀκαθαρσιῶν ὑμῶν καὶ ἀπὸ πάντων τῶν εἰδώλων ὑμῶν, καὶ καθαριῶ ὑμᾶς. 26 καὶ δώσω ὑμῖν καρδίαν καινὴν καὶ πνεῦμα καινὸν δώσω ἐν ὑμῖν καὶ ἀφελῶ τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς ὑμῶν καὶ δώσω ὑμῖν καρδίαν σαρκίνην. 27 καὶ τὸ πνεῦμά μου δώσω ἐν ὑμῖν καὶ ποιήσω ἵνα ἐν τοῖς δικαιώμασίν μου πορεύησθε καὶ τὰ κρίματά μου φυλάξησθε καὶ ποιήσητε. 28 καὶ κατοικήσετε ἐπὶ τῆς γῆς, ἧς ἔδωκα τοῖς πατράσιν ὑμῶν, καὶ ἔσεσθέ μοι εἰς λαόν, κἀγὼ ἔσομαι ὑμῖν εἰς θεόν. 29 καὶ σώσω ὑμᾶς ἐκ πασῶν τῶν ἀκαθαρσιῶν ὑμῶν καὶ καλέσω τὸν σῖτον καὶ πληθυνῶ αὐτὸν καὶ οὐ δώσω ἐφ’ ὑμᾶς λιμόν· 30 καὶ πληθυνῶ τὸν καρπὸν τοῦ ξύλου καὶ τὰ γενήματα τοῦ ἀγροῦ, ὅπως μὴ λάβητε ὀνειδισμὸν λιμοῦ ἐν τοῖς ἔθνεσιν. 31 καὶ μνησθήσεσθε τὰς ὁδοὺς ὑμῶν τὰς πονηρὰς καὶ τὰ ἐπιτηδεύματα ὑμῶν τὰ μὴ ἀγαθὰ καὶ προσοχθιεῖτε κατὰ πρόσωπον αὐτῶν ἐν ταῖς ἀνομίαις ὑμῶν καὶ ἐπὶ τοῖς βδελύγμασιν ὑμῶν. 32 οὐ δι’ ὑμᾶς ἐγὼ ποιῶ, λέγει κύριος κύριος, γνωστὸν ἔσται ὑμῖν· αἰσχύνθητε καὶ ἐντράπητε ἐκ τῶν ὁδῶν ὑμῶν, οἶκος Ισραηλ. 33 τάδε λέγει κύριος Ἐν ἡμέρᾳ, ᾗ καθαριῶ ὑμᾶς ἐκ πασῶν τῶν ἀνομιῶν ὑμῶν, καὶ κατοικιῶ τὰς πόλεις, καὶ οἰκοδομηθήσονται αἱ ἔρημοι. 34 καὶ ἡ γῆ ἡ ἠφανισμένη ἐργασθήσεται, ἀνθ’ ὧν ὅτι ἠφανισμένη ἐγενήθη κατ’ ὀφθαλμοὺς παντὸς παροδεύοντος. 35 καὶ ἐροῦσιν Ἡ γῆ ἐκείνη ἡ ἠφανισμένη ἐγενήθη ὡς κῆπος τρυφῆς, καὶ αἱ πόλεις αἱ ἔρημοι καὶ ἠφανισμέναι καὶ κατεσκαμμέναι ὀχυραὶ ἐκάθισαν. 36 καὶ γνώσονται τὰ ἔθνη, ὅσα ἂν καταλειφθῶσιν κύκλῳ ὑμῶν, ὅτι ἐγὼ κύριος ᾠκοδόμησα τὰς καθῃρημένας καὶ κατεφύτευσα τὰς ἠφανισμένας· ἐγὼ κύριος ἐλάλησα καὶ ποιήσω. 37 τάδε λέγει κύριος Ἔτι τοῦτο ζητηθήσομαι τῷ οἴκῳ Ισραηλ τοῦ ποιῆσαι αὐτοῖς· πληθυνῶ αὐτοὺς ὡς πρόβατα ἀνθρώπους. 38 ὡς πρόβατα ἅγια, ὡς πρόβατα Ιερουσαλημ ἐν ταῖς ἑορταῖς αὐτῆς, οὕτως ἔσονται αἱ πόλεις αἱ ἔρημοι πλήρεις προβάτων ἀνθρώπων· καὶ γνώσονται ὅτι ἐγὼ κύριος.
1 Καὶ σύ, υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τὰ ὄρη Ισραηλ καὶ εἰπὸν τοῖς ὄρεσιν τοῦ Ισραηλ Ἀκούσατε λόγον κυρίου
2 Τάδε λέγει κύριος κύριος Ἀνθ ὧν εἶπεν ὁ ἐχθρὸς ἐφ’ ὑμᾶς Εὖγε ἔρημα αἰώνια εἰς κατάσχεσιν ἡμῖν ἐγενήθη,
3 διὰ τοῦτο προφήτευσον καὶ εἰπόν Τάδε λέγει κύριος κύριος Ἀντὶ τοῦ ἀτιμασθῆναι ὑμᾶς καὶ μισηθῆναι ὑμᾶς ὑπὸ τῶν κύκλῳ ὑμῶν τοῦ εἶναι ὑμᾶς εἰς κατάσχεσιν τοῖς καταλοίποις ἔθνεσιν καὶ ἀνέβητε λάλημα γλώσσῃ καὶ εἰς ὀνείδισμα ἔθνεσιν,
4 διὰ τοῦτο, ὄρη Ισραηλ, ἀκούσατε λόγον κυρίου Τάδε λέγει κύριος τοῖς ὄρεσιν καὶ τοῖς βουνοῖς καὶ ταῖς φάραγξιν καὶ τοῖς χειμάρροις καὶ τοῖς ἐξηρημωμένοις καὶ ἠφανισμένοις καὶ ταῖς πόλεσιν ταῖς ἐγκαταλελειμμέναις, αἳ ἐγένοντο εἰς προνομὴν καὶ εἰς καταπάτημα τοῖς καταλειφθεῖσιν ἔθνεσιν περικύκλῳ·
5 διὰ τοῦτο τάδε λέγει κύριος κύριος Εἰ μὴν ἐν πυρὶ θυμοῦ μου ἐλάλησα ἐπὶ τὰ λοιπὰ ἔθνη καὶ ἐπὶ τὴν Ιδουμαίαν πᾶσαν, ὅτι ἔδωκαν τὴν γῆν μου ἑαυτοῖς εἰς κατάσχεσιν μετ’ εὐφροσύνης ἀτιμάσαντες ψυχὰς τοῦ ἀφανίσαι ἐν προνομῇ·
6 διὰ τοῦτο προφήτευσον ἐπὶ τὴν γῆν τοῦ Ισραηλ καὶ εἰπὸν τοῖς ὄρεσιν καὶ τοῖς βουνοῖς καὶ ταῖς φάραγξιν καὶ ταῖς νάπαις Τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐν τῷ ζήλῳ μου καὶ ἐν τῷ θυμῷ μου ἐλάλησα ἀντὶ τοῦ ὀνειδισμοὺς ἐθνῶν ἐνέγκαι ὑμᾶς·
7 διὰ τοῦτο ἐγὼ ἀρῶ τὴν χεῖρά μου ἐπὶ τὰ ἔθνη τὰ περικύκλῳ ὑμῶν, οὗτοι τὴν ἀτιμίαν αὐτῶν λήμψονται·
8 ὑμῶν δέ, ὄρη Ισραηλ, τὴν σταφυλὴν καὶ τὸν καρπὸν ὑμῶν καταφάγεται ὁ λαός μου, ὅτι ἐγγίζουσιν τοῦ ἐλθεῖν.
9 ὅτι ἰδοὺ ἐγὼ ἐφ’ ὑμᾶς καὶ ἐπιβλέψω ἐφ’ ὑμᾶς, καὶ κατεργασθήσεσθε καὶ σπαρήσεσθε.
10 καὶ πληθυνῶ ἐφ’ ὑμᾶς ἀνθρώπους, πᾶν οἶκον Ισραηλ εἰς τέλος, καὶ κατοικηθήσονται αἱ πόλεις, καὶ ἡ ἠρημωμένη οἰκοδομηθήσεται.
11 καὶ πληθυνῶ ἐφ’ ὑμᾶς ἀνθρώπους καὶ κτήνη καὶ κατοικιῶ ὑμᾶς ὡς τὸ ἐν ἀρχῇ ὑμῶν καὶ εὖ ποιήσω ὑμᾶς ὥσπερ τὰ ἔμπροσθεν ὑμῶν· καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι κύριος.
12 καὶ γεννήσω ἐφ’ ὑμᾶς ἀνθρώπους τὸν λαόν μου Ισραηλ, καὶ κληρονομήσουσιν ὑμᾶς, καὶ ἔσεσθε αὐτοῖς εἰς κατάσχεσιν· καὶ οὐ μὴ προστεθῆτε ἔτι ἀτεκνωθῆναι ἀπ’ αὐτῶν.
13 τάδε λέγει κύριος κύριος Ἀνθ ὧν εἶπάν σοι Κατέσθουσα ἀνθρώπους εἶ καὶ ἠτεκνωμένη ὑπὸ τοῦ ἔθνους σου ἐγένου,
14 διὰ τοῦτο ἀνθρώπους οὐκέτι φάγεσαι καὶ τὸ ἔθνος σου οὐκ ἀτεκνώσεις ἔτι, λέγει κύριος κύριος.
15 καὶ οὐκ ἀκουσθήσεται οὐκέτι ἐφ’ ὑμᾶς ἀτιμία ἐθνῶν, καὶ ὀνειδισμοὺς λαῶν οὐ μὴ ἀνενέγκητε, λέγει κύριος κύριος.
16 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
17 Υἱὲ ἀνθρώπου, οἶκος Ισραηλ κατῴκησεν ἐπὶ τῆς γῆς αὐτῶν καὶ ἐμίαναν αὐτὴν ἐν τῇ ὁδῷ αὐτῶν καὶ ἐν τοῖς εἰδώλοις αὐτῶν καὶ ἐν ταῖς ἀκαθαρσίαις αὐτῶν· κατὰ τὴν ἀκαθαρσίαν τῆς ἀποκαθημένης ἐγενήθη ἡ ὁδὸς αὐτῶν πρὸ προσώπου μου.
18 καὶ ἐξέχεα τὸν θυμόν μου ἐπ’ αὐτοὺς
19 καὶ διέσπειρα αὐτοὺς εἰς τὰ ἔθνη καὶ ἐλίκμησα αὐτοὺς εἰς τὰς χώρας· κατὰ τὴν ὁδὸν αὐτῶν καὶ κατὰ τὴν ἁμαρτίαν αὐτῶν ἔκρινα αὐτούς.
20 καὶ εἰσήλθοσαν εἰς τὰ ἔθνη, οὗ εἰσήλθοσαν ἐκεῖ, καὶ ἐβεβήλωσαν τὸ ὄνομά μου τὸ ἅγιον ἐν τῷ λέγεσθαι αὐτούς Λαὸς κυρίου οὗτοι καὶ ἐκ τῆς γῆς αὐτοῦ ἐξεληλύθασιν.
21 καὶ ἐφεισάμην αὐτῶν διὰ τὸ ὄνομά μου τὸ ἅγιον, ὃ ἐβεβήλωσαν οἶκος Ισραηλ ἐν τοῖς ἔθνεσιν, οὗ εἰσήλθοσαν ἐκεῖ.
22 διὰ τοῦτο εἰπὸν τῷ οἴκῳ Ισραηλ Τάδε λέγει κύριος Οὐχ ὑμῖν ἐγὼ ποιῶ, οἶκος Ισραηλ, ἀλλ’ ἢ διὰ τὸ ὄνομά μου τὸ ἅγιον, ὃ ἐβεβηλώσατε ἐν τοῖς ἔθνεσιν, οὗ εἰσήλθετε ἐκεῖ.
23 καὶ ἁγιάσω τὸ ὄνομά μου τὸ μέγα τὸ βεβηλωθὲν ἐν τοῖς ἔθνεσιν, ὃ ἐβεβηλώσατε ἐν μέσῳ αὐτῶν, καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι κύριος ἐν τῷ ἁγιασθῆναί με ἐν ὑμῖν κατ’ ὀφθαλμοὺς αὐτῶν.
24 καὶ λήμψομαι ὑμᾶς ἐκ τῶν ἐθνῶν καὶ ἀθροίσω ὑμᾶς ἐκ πασῶν τῶν γαιῶν καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν.
25 καὶ ῥανῶ ἐφ’ ὑμᾶς ὕδωρ καθαρόν, καὶ καθαρισθήσεσθε ἀπὸ πασῶν τῶν ἀκαθαρσιῶν ὑμῶν καὶ ἀπὸ πάντων τῶν εἰδώλων ὑμῶν, καὶ καθαριῶ ὑμᾶς.
26 καὶ δώσω ὑμῖν καρδίαν καινὴν καὶ πνεῦμα καινὸν δώσω ἐν ὑμῖν καὶ ἀφελῶ τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς ὑμῶν καὶ δώσω ὑμῖν καρδίαν σαρκίνην.
27 καὶ τὸ πνεῦμά μου δώσω ἐν ὑμῖν καὶ ποιήσω ἵνα ἐν τοῖς δικαιώμασίν μου πορεύησθε καὶ τὰ κρίματά μου φυλάξησθε καὶ ποιήσητε.
28 καὶ κατοικήσετε ἐπὶ τῆς γῆς, ἧς ἔδωκα τοῖς πατράσιν ὑμῶν, καὶ ἔσεσθέ μοι εἰς λαόν, κἀγὼ ἔσομαι ὑμῖν εἰς θεόν.
29 καὶ σώσω ὑμᾶς ἐκ πασῶν τῶν ἀκαθαρσιῶν ὑμῶν καὶ καλέσω τὸν σῖτον καὶ πληθυνῶ αὐτὸν καὶ οὐ δώσω ἐφ’ ὑμᾶς λιμόν·
30 καὶ πληθυνῶ τὸν καρπὸν τοῦ ξύλου καὶ τὰ γενήματα τοῦ ἀγροῦ, ὅπως μὴ λάβητε ὀνειδισμὸν λιμοῦ ἐν τοῖς ἔθνεσιν.
31 καὶ μνησθήσεσθε τὰς ὁδοὺς ὑμῶν τὰς πονηρὰς καὶ τὰ ἐπιτηδεύματα ὑμῶν τὰ μὴ ἀγαθὰ καὶ προσοχθιεῖτε κατὰ πρόσωπον αὐτῶν ἐν ταῖς ἀνομίαις ὑμῶν καὶ ἐπὶ τοῖς βδελύγμασιν ὑμῶν.
32 οὐ δι’ ὑμᾶς ἐγὼ ποιῶ, λέγει κύριος κύριος, γνωστὸν ἔσται ὑμῖν· αἰσχύνθητε καὶ ἐντράπητε ἐκ τῶν ὁδῶν ὑμῶν, οἶκος Ισραηλ.
33 τάδε λέγει κύριος Ἐν ἡμέρᾳ, ᾗ καθαριῶ ὑμᾶς ἐκ πασῶν τῶν ἀνομιῶν ὑμῶν, καὶ κατοικιῶ τὰς πόλεις, καὶ οἰκοδομηθήσονται αἱ ἔρημοι.
34 καὶ ἡ γῆ ἡ ἠφανισμένη ἐργασθήσεται, ἀνθ’ ὧν ὅτι ἠφανισμένη ἐγενήθη κατ’ ὀφθαλμοὺς παντὸς παροδεύοντος.
35 καὶ ἐροῦσιν Ἡ γῆ ἐκείνη ἡ ἠφανισμένη ἐγενήθη ὡς κῆπος τρυφῆς, καὶ αἱ πόλεις αἱ ἔρημοι καὶ ἠφανισμέναι καὶ κατεσκαμμέναι ὀχυραὶ ἐκάθισαν.
36 καὶ γνώσονται τὰ ἔθνη, ὅσα ἂν καταλειφθῶσιν κύκλῳ ὑμῶν, ὅτι ἐγὼ κύριος ᾠκοδόμησα τὰς καθῃρημένας καὶ κατεφύτευσα τὰς ἠφανισμένας· ἐγὼ κύριος ἐλάλησα καὶ ποιήσω.
37 τάδε λέγει κύριος Ἔτι τοῦτο ζητηθήσομαι τῷ οἴκῳ Ισραηλ τοῦ ποιῆσαι αὐτοῖς· πληθυνῶ αὐτοὺς ὡς πρόβατα ἀνθρώπους.
38 ὡς πρόβατα ἅγια, ὡς πρόβατα Ιερουσαλημ ἐν ταῖς ἑορταῖς αὐτῆς, οὕτως ἔσονται αἱ πόλεις αἱ ἔρημοι πλήρεις προβάτων ἀνθρώπων· καὶ γνώσονται ὅτι ἐγὼ κύριος.
Traducerea ortodoxă
Traducerea greacă bizantină
1 „Și tu, fiul omului, proorocește asupra munților lui Israel și spune: „Munții lui Israel, ascultați cuvântul Domnului.
1 Καὶ σύ, υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τὰ ὄρη Ισραηλ καὶ εἰπὸν τοῖς ὄρεσιν τοῦ Ισραηλ Ἀκούσατε λόγον κυρίου
2 Așa zice Domnul Dumnezeu: Deoarece vrăjmașul grăiește despre voi și zice: „Aha, și înălțimile cele veșnice au ajuns moștenirea noastră”,
2 Τάδε λέγει κύριος κύριος Ἀνθ ὧν εἶπεν ὁ ἐχθρὸς ἐφ’ ὑμᾶς Εὖγε ἔρημα αἰώνια εἰς κατάσχεσιν ἡμῖν ἐγενήθη,
3 De aceea proorocește și spune: Așa grăiește Domnul Dumnezeu: Pentru că vă pustiesc, și anume pentru că vă pustiesc și vă înghit din toate părțile, ca să ajungeți moștenirea celorlalte popoare și ați ajuns clevetirea și ocara oamenilor,
3 διὰ τοῦτο προφήτευσον καὶ εἰπόν Τάδε λέγει κύριος κύριος Ἀντὶ τοῦ ἀτιμασθῆναι ὑμᾶς καὶ μισηθῆναι ὑμᾶς ὑπὸ τῶν κύκλῳ ὑμῶν τοῦ εἶναι ὑμᾶς εἰς κατάσχεσιν τοῖς καταλοίποις ἔθνεσιν καὶ ἀνέβητε λάλημα γλώσσῃ καὶ εἰς ὀνείδισμα ἔθνεσιν,
4 De aceea, munți ai lui Israel, ascultați cuvântul Domnului Dumnezeu: Așa grăiește Domnul Dumnezeu către munți și dealuri., către văi și vâlcele, către ruinele pustii și către cetățile părăsite, care au ajuns pradă și ocară celorlalte popoare de primprejur;
4 διὰ τοῦτο, ὄρη Ισραηλ, ἀκούσατε λόγον κυρίου Τάδε λέγει κύριος τοῖς ὄρεσιν καὶ τοῖς βουνοῖς καὶ ταῖς φάραγξιν καὶ τοῖς χειμάρροις καὶ τοῖς ἐξηρημωμένοις καὶ ἠφανισμένοις καὶ ταῖς πόλεσιν ταῖς ἐγκαταλελειμμέναις, αἳ ἐγένοντο εἰς προνομὴν καὶ εἰς καταπάτημα τοῖς καταλειφθεῖσιν ἔθνεσιν περικύκλῳ·
5 De aceea, așa zice Domnul Dumnezeu: În focul zelului Meu am rostit cuvânt împotriva celorlalte popoare și împotriva întregului Edom, care au socotit țara Mea ca moștenire a lor, și s-au bucurat din toată inima lor și cu tot disprețul sufletului lor, ca să-i jefuiască roadele.
5 διὰ τοῦτο τάδε λέγει κύριος κύριος Εἰ μὴν ἐν πυρὶ θυμοῦ μου ἐλάλησα ἐπὶ τὰ λοιπὰ ἔθνη καὶ ἐπὶ τὴν Ιδουμαίαν πᾶσαν, ὅτι ἔδωκαν τὴν γῆν μου ἑαυτοῖς εἰς κατάσχεσιν μετ’ εὐφροσύνης ἀτιμάσαντες ψυχὰς τοῦ ἀφανίσαι ἐν προνομῇ·
6 De aceea rostește proorocie asupra țării lui Israel și spune munților și dealurilor, văilor și vâlcelelor: Așa zice Domnul Dumnezeu: Iată Eu am rostit aceasta în zelul urgiei Mele, pentru că voi purtați asupra voastră ocara neamurilor.
6 διὰ τοῦτο προφήτευσον ἐπὶ τὴν γῆν τοῦ Ισραηλ καὶ εἰπὸν τοῖς ὄρεσιν καὶ τοῖς βουνοῖς καὶ ταῖς φάραγξιν καὶ ταῖς νάπαις Τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐν τῷ ζήλῳ μου καὶ ἐν τῷ θυμῷ μου ἐλάλησα ἀντὶ τοῦ ὀνειδισμοὺς ἐθνῶν ἐνέγκαι ὑμᾶς·
7 De aceea, așa zice Domnul Dumnezeu: Ridicatu-Mi-am mâna cu jurământ, că popoarele care sunt împrejurul vostru vor purta ele singure rușinea lor.
7 διὰ τοῦτο ἐγὼ ἀρῶ τὴν χεῖρά μου ἐπὶ τὰ ἔθνη τὰ περικύκλῳ ὑμῶν, οὗτοι τὴν ἀτιμίαν αὐτῶν λήμψονται·
8 Iar voi, munții lui Israel, veți întinde ramurile voastre și veți aduce roadele voastre poporului Meu Israel; că se apropie venirea lui.
8 ὑμῶν δέ, ὄρη Ισραηλ, τὴν σταφυλὴν καὶ τὸν καρπὸν ὑμῶν καταφάγεται ὁ λαός μου, ὅτι ἐγγίζουσιν τοῦ ἐλθεῖν.
9 Căci iată Eu Mă întorc spre voi și veți fi lucrați și semănați.
9 ὅτι ἰδοὺ ἐγὼ ἐφ’ ὑμᾶς καὶ ἐπιβλέψω ἐφ’ ὑμᾶς, καὶ κατεργασθήσεσθε καὶ σπαρήσεσθε.
10 Și voi așeza pe voi mulțime de oameni, toată casa lui Israel. Cetățile vor fi locuite și ruinele zidite din nou.
10 καὶ πληθυνῶ ἐφ’ ὑμᾶς ἀνθρώπους, πᾶν οἶκον Ισραηλ εἰς τέλος, καὶ κατοικηθήσονται αἱ πόλεις, καὶ ἡ ἠρημωμένη οἰκοδομηθήσεται.
11 Voi înmulți la voi oamenii și dobitoacele; se vor prăsi acestea și se vor înmulți și vă voi face să fiți locuiți, ca și mai înainte și vă voi face bine mai mult decât altă dată și veți ști că Eu sunt Domnul.
11 καὶ πληθυνῶ ἐφ’ ὑμᾶς ἀνθρώπους καὶ κτήνη καὶ κατοικιῶ ὑμᾶς ὡς τὸ ἐν ἀρχῇ ὑμῶν καὶ εὖ ποιήσω ὑμᾶς ὥσπερ τὰ ἔμπροσθεν ὑμῶν· καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι κύριος.
12 Voi aduce pe voi oameni, pe poporul Meu Israel și ei te vor stăpâni pe tine, țară, și tu vei fi moștenirea lor și nu-i vei mai lipsi de copiii lor”.
12 καὶ γεννήσω ἐφ’ ὑμᾶς ἀνθρώπους τὸν λαόν μου Ισραηλ, καὶ κληρονομήσουσιν ὑμᾶς, καὶ ἔσεσθε αὐτοῖς εἰς κατάσχεσιν· καὶ οὐ μὴ προστεθῆτε ἔτι ἀτεκνωθῆναι ἀπ’ αὐτῶν.
13 Așa zice Domnul Dumnezeu: „Pentru că se zice despre voi: „Tu ești o rară care mănânci oameni și lipsești neamul tău de copiii săi”,
13 τάδε λέγει κύριος κύριος Ἀνθ ὧν εἶπάν σοι Κατέσθουσα ἀνθρώπους εἶ καὶ ἠτεκνωμένη ὑπὸ τοῦ ἔθνους σου ἐγένου,
14 De aceea nu vei mai mânca pe oameni și pe poporul tău nu-l vei mai lipsi de copiii săi, zice Domnul Dumnezeu.
14 διὰ τοῦτο ἀνθρώπους οὐκέτι φάγεσαι καὶ τὸ ἔθνος σου οὐκ ἀτεκνώσεις ἔτι, λέγει κύριος κύριος.
15 Și nu vei mai auzi batjocuri de la popoare și hulă de la neamuri nu vei mai purta pe obrazul tău; pe poporul tău de acum înainte nu-l vei mai lipsi de capii”, zice Domnul Dumnezeu.
15 καὶ οὐκ ἀκουσθήσεται οὐκέτι ἐφ’ ὑμᾶς ἀτιμία ἐθνῶν, καὶ ὀνειδισμοὺς λαῶν οὐ μὴ ἀνενέγκητε, λέγει κύριος κύριος.
16 Fost-a cuvântul Domnului către mine și mi-a zis:
16 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
17 „Fiul omului, când casa lui Israel trăia în țara sa, au pângărit-o cu purtarea lor și cu faptele lor; căile lor erau înaintea feței Mele ca necurățenia femeii în timpul regulei ei;
17 Υἱὲ ἀνθρώπου, οἶκος Ισραηλ κατῴκησεν ἐπὶ τῆς γῆς αὐτῶν καὶ ἐμίαναν αὐτὴν ἐν τῇ ὁδῷ αὐτῶν καὶ ἐν τοῖς εἰδώλοις αὐτῶν καὶ ἐν ταῖς ἀκαθαρσίαις αὐτῶν· κατὰ τὴν ἀκαθαρσίαν τῆς ἀποκαθημένης ἐγενήθη ἡ ὁδὸς αὐτῶν πρὸ προσώπου μου.
18 Eu am vărsat asupra lor mânia Mea pentru sângele pe care l-au vărsat în țară și pentru că au întinat-o cu idolii lor.
18 καὶ ἐξέχεα τὸν θυμόν μου ἐπ’ αὐτοὺς
19 I-am risipit printre neamuri și au fost împrăștiați prin țările străine; după purtările lor și după faptele lor i-am judecat.
19 καὶ διέσπειρα αὐτοὺς εἰς τὰ ἔθνη καὶ ἐλίκμησα αὐτοὺς εἰς τὰς χώρας· κατὰ τὴν ὁδὸν αὐτῶν καὶ κατὰ τὴν ἁμαρτίαν αὐτῶν ἔκρινα αὐτούς.
20 Și au mers la neamurile la care s-au dus și au necinstit numele Meu cel sfânt, încât se zicea despre ei: „Acesta este poporul Domnului, care a ieșit din țara sa”.
20 καὶ εἰσήλθοσαν εἰς τὰ ἔθνη, οὗ εἰσήλθοσαν ἐκεῖ, καὶ ἐβεβήλωσαν τὸ ὄνομά μου τὸ ἅγιον ἐν τῷ λέγεσθαι αὐτούς Λαὸς κυρίου οὗτοι καὶ ἐκ τῆς γῆς αὐτοῦ ἐξεληλύθασιν.
21 Am luat aminte la numele Meu cel sfânt, pe care l-a necinstit casa lui Israel printre popoarele la care s-a dus.
21 καὶ ἐφεισάμην αὐτῶν διὰ τὸ ὄνομά μου τὸ ἅγιον, ὃ ἐβεβήλωσαν οἶκος Ισραηλ ἐν τοῖς ἔθνεσιν, οὗ εἰσήλθοσαν ἐκεῖ.
22 Și de aceea spune casei lui Israel: Așa grăiește Domnul Dumnezeu: Aceasta o fac nu pentru voi, casa lui Israel, ci pentru numele Meu cel sfânt pe care l-ați necinstit voi printre neamurile la care ați mers.
22 διὰ τοῦτο εἰπὸν τῷ οἴκῳ Ισραηλ Τάδε λέγει κύριος Οὐχ ὑμῖν ἐγὼ ποιῶ, οἶκος Ισραηλ, ἀλλ’ ἢ διὰ τὸ ὄνομά μου τὸ ἅγιον, ὃ ἐβεβηλώσατε ἐν τοῖς ἔθνεσιν, οὗ εἰσήλθετε ἐκεῖ.
23 Voi sfinți numele Meu cel mare care a fost necinstit la neamurile printre care l-ați necinstit voi, și vor ști neamurile că Eu sunt Domnul, zice Domnul Dumnezeu, când Mă voi sfinți în voi, înaintea ochilor lor.
23 καὶ ἁγιάσω τὸ ὄνομά μου τὸ μέγα τὸ βεβηλωθὲν ἐν τοῖς ἔθνεσιν, ὃ ἐβεβηλώσατε ἐν μέσῳ αὐτῶν, καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι κύριος ἐν τῷ ἁγιασθῆναί με ἐν ὑμῖν κατ’ ὀφθαλμοὺς αὐτῶν.
24 De aceea vă voi scoate dintre neamuri și din toate țările vă voi aduna și vă voi aduce în pământul vostru.
24 καὶ λήμψομαι ὑμᾶς ἐκ τῶν ἐθνῶν καὶ ἀθροίσω ὑμᾶς ἐκ πασῶν τῶν γαιῶν καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν.
25 Și vă voi stropi cu apă curată și vă veți curăți de toate întinăciunile voastre și de toți idolii voștri vă voi curăți.
25 καὶ ῥανῶ ἐφ’ ὑμᾶς ὕδωρ καθαρόν, καὶ καθαρισθήσεσθε ἀπὸ πασῶν τῶν ἀκαθαρσιῶν ὑμῶν καὶ ἀπὸ πάντων τῶν εἰδώλων ὑμῶν, καὶ καθαριῶ ὑμᾶς.
26 Vă voi da inimă nouă și duh nou vă voi da; voi lua din trupul vostru inima cea de piatră și vă voi da inimă de carne.
26 καὶ δώσω ὑμῖν καρδίαν καινὴν καὶ πνεῦμα καινὸν δώσω ἐν ὑμῖν καὶ ἀφελῶ τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς ὑμῶν καὶ δώσω ὑμῖν καρδίαν σαρκίνην.
27 Pune-voi înăuntrul vostru Duhul Meu și voi face ca să umblați după legile Mele și să păziți și să urmați rânduielile Mele.
27 καὶ τὸ πνεῦμά μου δώσω ἐν ὑμῖν καὶ ποιήσω ἵνα ἐν τοῖς δικαιώμασίν μου πορεύησθε καὶ τὰ κρίματά μου φυλάξησθε καὶ ποιήσητε.
28 Veți locui în țara pe care am dat-o părinților voștri și veți fi poporul Meu și Eu voi fi Dumnezeul vostru.
28 καὶ κατοικήσετε ἐπὶ τῆς γῆς, ἧς ἔδωκα τοῖς πατράσιν ὑμῶν, καὶ ἔσεσθέ μοι εἰς λαόν, κἀγὼ ἔσομαι ὑμῖν εἰς θεόν.
29 Vă voi scăpa de toate necurățiile voastre și voi chema pâinea și o voi înmulți și nu vă voi lăsa să suferiți de foame.
29 καὶ σώσω ὑμᾶς ἐκ πασῶν τῶν ἀκαθαρσιῶν ὑμῶν καὶ καλέσω τὸν σῖτον καὶ πληθυνῶ αὐτὸν καὶ οὐ δώσω ἐφ’ ὑμᾶς λιμόν·
30 Voi înmulți fructele în pom și roadele în câmp, ca să nu mai suferiți de acum înainte ocara neamurilor din pricina foametei.
30 καὶ πληθυνῶ τὸν καρπὸν τοῦ ξύλου καὶ τὰ γενήματα τοῦ ἀγροῦ, ὅπως μὴ λάβητε ὀνειδισμὸν λιμοῦ ἐν τοῖς ἔθνεσιν.
31 Atunci vă veți aduce aminte de purtările voastre cele rele și de faptele voastre care n-au fost bune și vă veți scârbi de voi înșivă pentru nelegiuirile voastre și pentru ticăloșiile voastre.
31 καὶ μνησθήσεσθε τὰς ὁδοὺς ὑμῶν τὰς πονηρὰς καὶ τὰ ἐπιτηδεύματα ὑμῶν τὰ μὴ ἀγαθὰ καὶ προσοχθιεῖτε κατὰ πρόσωπον αὐτῶν ἐν ταῖς ἀνομίαις ὑμῶν καὶ ἐπὶ τοῖς βδελύγμασιν ὑμῶν.
32 Știut să vă fie, că nu pentru voi, zice Domnul Dumnezeu, voi face aceasta. Roșiți și vă rușinați de căile voastre, casa lui Israel!”
32 οὐ δι’ ὑμᾶς ἐγὼ ποιῶ, λέγει κύριος κύριος, γνωστὸν ἔσται ὑμῖν· αἰσχύνθητε καὶ ἐντράπητε ἐκ τῶν ὁδῶν ὑμῶν, οἶκος Ισραηλ.
33 Așa zice Domnul Dumnezeu: „În ziua aceea, când vă voi curăți de toate fărădelegile voastre și voi face să fie cetățile locuite, când așezările dărâmate vor fi iarăși zidite,
33 τάδε λέγει κύριος Ἐν ἡμέρᾳ, ᾗ καθαριῶ ὑμᾶς ἐκ πασῶν τῶν ἀνομιῶν ὑμῶν, καὶ κατοικιῶ τὰς πόλεις, καὶ οἰκοδομηθήσονται αἱ ἔρημοι.
34 Și pământul cel pustiit, care în ochii oricărui trecător era o pustietate, va fi lucrat,
34 καὶ ἡ γῆ ἡ ἠφανισμένη ἐργασθήσεται, ἀνθ’ ὧν ὅτι ἠφανισμένη ἐγενήθη κατ’ ὀφθαλμοὺς παντὸς παροδεύοντος.
35 Atunci se va zice: „Acest pământ, altă dată pustiit, s-a făcut ca grădina Edenului și cetățile acestea pustiite și dărâmate sunt iarăși întărituri locuite”.
35 καὶ ἐροῦσιν Ἡ γῆ ἐκείνη ἡ ἠφανισμένη ἐγενήθη ὡς κῆπος τρυφῆς, καὶ αἱ πόλεις αἱ ἔρημοι καὶ ἠφανισμέναι καὶ κατεσκαμμέναι ὀχυραὶ ἐκάθισαν.
36 Și neamurile care vor rămâne împrejurul vostru, vor ști că Eu, Domnul, zidesc din nou cele ruinate și sădesc cele pustiite. Eu, Domnul, am zis și fac”.
36 καὶ γνώσονται τὰ ἔθνη, ὅσα ἂν καταλειφθῶσιν κύκλῳ ὑμῶν, ὅτι ἐγὼ κύριος ᾠκοδόμησα τὰς καθῃρημένας καὶ κατεφύτευσα τὰς ἠφανισμένας· ἐγὼ κύριος ἐλάλησα καὶ ποιήσω.
37 Așa grăiește Domnul Dumnezeu: „Iată încă și pentru aceasta voi lăsa casa lui Israel să Mă caute; îi voi înmulți pe oamenii săi ca pe o turmă.
37 τάδε λέγει κύριος Ἔτι τοῦτο ζητηθήσομαι τῷ οἴκῳ Ισραηλ τοῦ ποιῆσαι αὐτοῖς· πληθυνῶ αὐτοὺς ὡς πρόβατα ἀνθρώπους.
38 Cum sunt de multe oile de jertfă în Ierusalim, în timpul sărbătorilor, așa vor fi pline de oameni cetățile pustiite, și vor ști că Eu sunt Domnul”.
38 ὡς πρόβατα ἅγια, ὡς πρόβατα Ιερουσαλημ ἐν ταῖς ἑορταῖς αὐτῆς, οὕτως ἔσονται αἱ πόλεις αἱ ἔρημοι πλήρεις προβάτων ἀνθρώπων· καὶ γνώσονται ὅτι ἐγὼ κύριος.