1 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 2 Υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Γωγ καὶ τὴν γῆν τοῦ Μαγωγ, ἄρχοντα Ρως, Μοσοχ καὶ Θοβελ, καὶ προφήτευσον ἐπ’ αὐτὸν 3 καὶ εἰπὸν αὐτῷ Τάδε λέγει κύριος κύριος Ἰδοὺ ἐγὼ ἐπὶ σὲ Γωγ ἄρχοντα Ρως, Μοσοχ καὶ Θοβελ 4 καὶ συνάξω σε καὶ πᾶσαν τὴν δύναμίν σου, ἵππους καὶ ἱππεῖς ἐνδεδυμένους θώρακας πάντας, συναγωγὴ πολλή, πέλται καὶ περικεφαλαῖαι καὶ μάχαιραι, 5 Πέρσαι καὶ Αἰθίοπες καὶ Λίβυες, πάντες περικεφαλαίαις καὶ πέλταις, 6 Γομερ καὶ πάντες οἱ περὶ αὐτόν, οἶκος τοῦ Θεργαμα ἀπ’ ἐσχάτου βορρᾶ καὶ πάντες οἱ περὶ αὐτόν, καὶ ἔθνη πολλὰ μετὰ σοῦ· 7 ἑτοιμάσθητι ἑτοίμασον σεαυτὸν σὺ καὶ πᾶσα ἡ συναγωγή σου οἱ συνηγμένοι μετὰ σοῦ καὶ ἔσῃ μοι εἰς προφυλακήν. 8 ἀφ’ ἡμερῶν πλειόνων ἑτοιμασθήσεται καὶ ἐπ’ ἐσχάτου ἐτῶν ἐλεύσεται καὶ ἥξει εἰς τὴν γῆν τὴν ἀπεστραμμένην ἀπὸ μαχαίρας, συνηγμένων ἀπὸ ἐθνῶν πολλῶν, ἐπὶ γῆν Ισραηλ, ἣ ἐγενήθη ἔρημος δι’ ὅλου· καὶ οὗτος ἐξ ἐθνῶν ἐξελήλυθεν, καὶ κατοικήσουσιν ἐπ’ εἰρήνης ἅπαντες. 9 καὶ ἀναβήσῃ ὡς ὑετὸς καὶ ἥξεις ὡς νεφέλη κατακαλύψαι γῆν καὶ ἔσῃ σὺ καὶ πάντες οἱ περὶ σὲ καὶ ἔθνη πολλὰ μετὰ σοῦ. 10 τάδε λέγει κύριος κύριος Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναβήσεται ῥήματα ἐπὶ τὴν καρδίαν σου, καὶ λογιῇ λογισμοὺς πονηροὺς 11 καὶ ἐρεῖς Ἀναβήσομαι ἐπὶ γῆν ἀπερριμμένην, ἥξω ἐπὶ ἡσυχάζοντας ἐν ἡσυχίᾳ καὶ οἰκοῦντας ἐπ’ εἰρήνης, πάντας κατοικοῦντας γῆν, ἐν ᾗ οὐχ ὑπάρχει τεῖχος οὐδὲ μοχλοί, καὶ θύραι οὐκ εἰσὶν αὐτοῖς, 12 προνομεῦσαι προνομὴν καὶ σκυλεῦσαι σκῦλα αὐτῶν τοῦ ἐπιστρέψαι χεῖρά σου εἰς τὴν ἠρημωμένην, ἣ κατῳκίσθη, καὶ ἐπ’ ἔθνος συνηγμένον ἀπὸ ἐθνῶν πολλῶν πεποιηκότας κτήσεις κατοικοῦντας ἐπὶ τὸν ὀμφαλὸν τῆς γῆς. 13 Σαβα καὶ Δαιδαν καὶ ἔμποροι Καρχηδόνιοι καὶ πᾶσαι αἱ κῶμαι αὐτῶν ἐροῦσίν σοι Εἰς προνομὴν τοῦ προνομεῦσαι σὺ ἔρχῃ καὶ σκυλεῦσαι σκῦλα; συνήγαγες συναγωγήν σου λαβεῖν ἀργύριον καὶ χρυσίον, ἀπενέγκασθαι κτῆσιν τοῦ σκυλεῦσαι σκῦλα; 14 διὰ τοῦτο προφήτευσον, υἱὲ ἀνθρώπου, καὶ εἰπὸν τῷ Γωγ Τάδε λέγει κύριος Οὐκ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν τῷ κατοικισθῆναι τὸν λαόν μου Ισραηλ ἐπ’ εἰρήνης ἐγερθήσῃ; 15 καὶ ἥξεις ἐκ τοῦ τόπου σου ἀπ’ ἐσχάτου βορρᾶ καὶ ἔθνη πολλὰ μετὰ σοῦ, ἀναβάται ἵππων πάντες, συναγωγὴ μεγάλη καὶ δύναμις πολλή, 16 καὶ ἀναβήσῃ ἐπὶ τὸν λαόν μου Ισραηλ ὡς νεφέλη καλύψαι γῆν· ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἔσται, καὶ ἀνάξω σε ἐπὶ τὴν γῆν μου, ἵνα γνῶσιν πάντα τὰ ἔθνη ἐμὲ ἐν τῷ ἁγιασθῆναί με ἐν σοὶ ἐνώπιον αὐτῶν. 17 τάδε λέγει κύριος κύριος τῷ Γωγ Σὺ εἶ περὶ οὗ ἐλάλησα πρὸ ἡμερῶν τῶν ἔμπροσθεν διὰ χειρὸς τῶν δούλων μου προφητῶν τοῦ Ισραηλ ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἔτεσιν τοῦ ἀγαγεῖν σε ἐπ’ αὐτούς. 18 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν ἡμέρᾳ, ᾗ ἂν ἔλθῃ Γωγ ἐπὶ τὴν γῆν τοῦ Ισραηλ, λέγει κύριος κύριος, ἀναβήσεται ὁ θυμός μου 19 καὶ ὁ ζῆλός μου. ἐν πυρὶ τῆς ὀργῆς μου ἐλάλησα Εἰ μὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται σεισμὸς μέγας ἐπὶ γῆς Ισραηλ, 20 καὶ σεισθήσονται ἀπὸ προσώπου κυρίου οἱ ἰχθύες τῆς θαλάσσης καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὰ θηρία τοῦ πεδίου καὶ πάντα τὰ ἑρπετὰ τὰ ἕρποντα ἐπὶ τῆς γῆς καὶ πάντες οἱ ἄνθρωποι οἱ ἐπὶ προσώπου τῆς γῆς, καὶ ῥαγήσεται τὰ ὄρη, καὶ πεσοῦνται αἱ φάραγγες, καὶ πᾶν τεῖχος ἐπὶ τὴν γῆν πεσεῖται. 21 καὶ καλέσω ἐπ’ αὐτὸν πᾶν φόβον, λέγει κύριος· μάχαιρα ἀνθρώπου ἐπὶ τὸν ἀδελφὸν αὐτοῦ ἔσται. 22 καὶ κρινῶ αὐτὸν θανάτῳ καὶ αἵματι καὶ ὑετῷ κατακλύζοντι καὶ λίθοις χαλάζης, καὶ πῦρ καὶ θεῖον βρέξω ἐπ’ αὐτὸν καὶ ἐπὶ πάντας τοὺς μετ’ αὐτοῦ καὶ ἐπ’ ἔθνη πολλὰ μετ’ αὐτοῦ. 23 καὶ μεγαλυνθήσομαι καὶ ἁγιασθήσομαι καὶ ἐνδοξασθήσομαι καὶ γνωσθήσομαι ἐναντίον ἐθνῶν πολλῶν, καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος.
1 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
2 Υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Γωγ καὶ τὴν γῆν τοῦ Μαγωγ, ἄρχοντα Ρως, Μοσοχ καὶ Θοβελ, καὶ προφήτευσον ἐπ’ αὐτὸν
3 καὶ εἰπὸν αὐτῷ Τάδε λέγει κύριος κύριος Ἰδοὺ ἐγὼ ἐπὶ σὲ Γωγ ἄρχοντα Ρως, Μοσοχ καὶ Θοβελ
4 καὶ συνάξω σε καὶ πᾶσαν τὴν δύναμίν σου, ἵππους καὶ ἱππεῖς ἐνδεδυμένους θώρακας πάντας, συναγωγὴ πολλή, πέλται καὶ περικεφαλαῖαι καὶ μάχαιραι,
5 Πέρσαι καὶ Αἰθίοπες καὶ Λίβυες, πάντες περικεφαλαίαις καὶ πέλταις,
6 Γομερ καὶ πάντες οἱ περὶ αὐτόν, οἶκος τοῦ Θεργαμα ἀπ’ ἐσχάτου βορρᾶ καὶ πάντες οἱ περὶ αὐτόν, καὶ ἔθνη πολλὰ μετὰ σοῦ·
7 ἑτοιμάσθητι ἑτοίμασον σεαυτὸν σὺ καὶ πᾶσα ἡ συναγωγή σου οἱ συνηγμένοι μετὰ σοῦ καὶ ἔσῃ μοι εἰς προφυλακήν.
8 ἀφ’ ἡμερῶν πλειόνων ἑτοιμασθήσεται καὶ ἐπ’ ἐσχάτου ἐτῶν ἐλεύσεται καὶ ἥξει εἰς τὴν γῆν τὴν ἀπεστραμμένην ἀπὸ μαχαίρας, συνηγμένων ἀπὸ ἐθνῶν πολλῶν, ἐπὶ γῆν Ισραηλ, ἣ ἐγενήθη ἔρημος δι’ ὅλου· καὶ οὗτος ἐξ ἐθνῶν ἐξελήλυθεν, καὶ κατοικήσουσιν ἐπ’ εἰρήνης ἅπαντες.
9 καὶ ἀναβήσῃ ὡς ὑετὸς καὶ ἥξεις ὡς νεφέλη κατακαλύψαι γῆν καὶ ἔσῃ σὺ καὶ πάντες οἱ περὶ σὲ καὶ ἔθνη πολλὰ μετὰ σοῦ.
10 τάδε λέγει κύριος κύριος Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναβήσεται ῥήματα ἐπὶ τὴν καρδίαν σου, καὶ λογιῇ λογισμοὺς πονηροὺς
11 καὶ ἐρεῖς Ἀναβήσομαι ἐπὶ γῆν ἀπερριμμένην, ἥξω ἐπὶ ἡσυχάζοντας ἐν ἡσυχίᾳ καὶ οἰκοῦντας ἐπ’ εἰρήνης, πάντας κατοικοῦντας γῆν, ἐν ᾗ οὐχ ὑπάρχει τεῖχος οὐδὲ μοχλοί, καὶ θύραι οὐκ εἰσὶν αὐτοῖς,
12 προνομεῦσαι προνομὴν καὶ σκυλεῦσαι σκῦλα αὐτῶν τοῦ ἐπιστρέψαι χεῖρά σου εἰς τὴν ἠρημωμένην, ἣ κατῳκίσθη, καὶ ἐπ’ ἔθνος συνηγμένον ἀπὸ ἐθνῶν πολλῶν πεποιηκότας κτήσεις κατοικοῦντας ἐπὶ τὸν ὀμφαλὸν τῆς γῆς.
13 Σαβα καὶ Δαιδαν καὶ ἔμποροι Καρχηδόνιοι καὶ πᾶσαι αἱ κῶμαι αὐτῶν ἐροῦσίν σοι Εἰς προνομὴν τοῦ προνομεῦσαι σὺ ἔρχῃ καὶ σκυλεῦσαι σκῦλα; συνήγαγες συναγωγήν σου λαβεῖν ἀργύριον καὶ χρυσίον, ἀπενέγκασθαι κτῆσιν τοῦ σκυλεῦσαι σκῦλα;
14 διὰ τοῦτο προφήτευσον, υἱὲ ἀνθρώπου, καὶ εἰπὸν τῷ Γωγ Τάδε λέγει κύριος Οὐκ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν τῷ κατοικισθῆναι τὸν λαόν μου Ισραηλ ἐπ’ εἰρήνης ἐγερθήσῃ;
15 καὶ ἥξεις ἐκ τοῦ τόπου σου ἀπ’ ἐσχάτου βορρᾶ καὶ ἔθνη πολλὰ μετὰ σοῦ, ἀναβάται ἵππων πάντες, συναγωγὴ μεγάλη καὶ δύναμις πολλή,
16 καὶ ἀναβήσῃ ἐπὶ τὸν λαόν μου Ισραηλ ὡς νεφέλη καλύψαι γῆν· ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἔσται, καὶ ἀνάξω σε ἐπὶ τὴν γῆν μου, ἵνα γνῶσιν πάντα τὰ ἔθνη ἐμὲ ἐν τῷ ἁγιασθῆναί με ἐν σοὶ ἐνώπιον αὐτῶν.
17 τάδε λέγει κύριος κύριος τῷ Γωγ Σὺ εἶ περὶ οὗ ἐλάλησα πρὸ ἡμερῶν τῶν ἔμπροσθεν διὰ χειρὸς τῶν δούλων μου προφητῶν τοῦ Ισραηλ ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἔτεσιν τοῦ ἀγαγεῖν σε ἐπ’ αὐτούς.
18 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν ἡμέρᾳ, ᾗ ἂν ἔλθῃ Γωγ ἐπὶ τὴν γῆν τοῦ Ισραηλ, λέγει κύριος κύριος, ἀναβήσεται ὁ θυμός μου
19 καὶ ὁ ζῆλός μου. ἐν πυρὶ τῆς ὀργῆς μου ἐλάλησα Εἰ μὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται σεισμὸς μέγας ἐπὶ γῆς Ισραηλ,
20 καὶ σεισθήσονται ἀπὸ προσώπου κυρίου οἱ ἰχθύες τῆς θαλάσσης καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὰ θηρία τοῦ πεδίου καὶ πάντα τὰ ἑρπετὰ τὰ ἕρποντα ἐπὶ τῆς γῆς καὶ πάντες οἱ ἄνθρωποι οἱ ἐπὶ προσώπου τῆς γῆς, καὶ ῥαγήσεται τὰ ὄρη, καὶ πεσοῦνται αἱ φάραγγες, καὶ πᾶν τεῖχος ἐπὶ τὴν γῆν πεσεῖται.
21 καὶ καλέσω ἐπ’ αὐτὸν πᾶν φόβον, λέγει κύριος· μάχαιρα ἀνθρώπου ἐπὶ τὸν ἀδελφὸν αὐτοῦ ἔσται.
22 καὶ κρινῶ αὐτὸν θανάτῳ καὶ αἵματι καὶ ὑετῷ κατακλύζοντι καὶ λίθοις χαλάζης, καὶ πῦρ καὶ θεῖον βρέξω ἐπ’ αὐτὸν καὶ ἐπὶ πάντας τοὺς μετ’ αὐτοῦ καὶ ἐπ’ ἔθνη πολλὰ μετ’ αὐτοῦ.
23 καὶ μεγαλυνθήσομαι καὶ ἁγιασθήσομαι καὶ ἐνδοξασθήσομαι καὶ γνωσθήσομαι ἐναντίον ἐθνῶν πολλῶν, καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος.
Traducerea ortodoxă
Traducerea greacă bizantină
1 Fost-a cuvântul Domnului către mine și mi-a zis:
1 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
2 „Fiul omului, întoarce-ți fața spre Gog din țara lui Magog, regele lui Roș, al lui Meșec și al lui Tubal; proorocește împotriva lor,
2 Υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Γωγ καὶ τὴν γῆν τοῦ Μαγωγ, ἄρχοντα Ρως, Μοσοχ καὶ Θοβελ, καὶ προφήτευσον ἐπ’ αὐτὸν
3 Și spune: Așa grăiește Domnul Dumnezeu: Iată, Eu sunt împotriva ta, Gog, rege al lui Roș și al lui Meșec și al lui Tubal!
3 καὶ εἰπὸν αὐτῷ Τάδε λέγει κύριος κύριος Ἰδοὺ ἐγὼ ἐπὶ σὲ Γωγ ἄρχοντα Ρως, Μοσοχ καὶ Θοβελ
4 Te voi prinde, voi pune zăbale în fălcile tale și te voi scoate pe tine și toată oștirea ta, caii și toți călăreții strălucit îmbrăcați, ceată mare cu platoșe și cu scuturi, toți înarmați cu săbii;
4 καὶ συνάξω σε καὶ πᾶσαν τὴν δύναμίν σου, ἵππους καὶ ἱππεῖς ἐνδεδυμένους θώρακας πάντας, συναγωγὴ πολλή, πέλται καὶ περικεφαλαῖαι καὶ μάχαιραι,
5 Și cu ei voi scoate pe Perși, pe Etiopieni și pe Libieni, toți cu scuturi și coifuri;
5 Πέρσαι καὶ Αἰθίοπες καὶ Λίβυες, πάντες περικεφαλαίαις καὶ πέλταις,
6 Și pe Gomer cu toate oștirile lui; casa lui Togarma din hotarele de la miazănoapte, cu toate oștirile lui și voi mai scoate și alte multe popoare cu tine.
6 Γομερ καὶ πάντες οἱ περὶ αὐτόν, οἶκος τοῦ Θεργαμα ἀπ’ ἐσχάτου βορρᾶ καὶ πάντες οἱ περὶ αὐτόν, καὶ ἔθνη πολλὰ μετὰ σοῦ·
7 Gătește-te și fii gata, tu ai toată mulțimea ta strânsă împrejurul tău, și fii căpetenia lor.
7 ἑτοιμάσθητι ἑτοίμασον σεαυτὸν σὺ καὶ πᾶσα ἡ συναγωγή σου οἱ συνηγμένοι μετὰ σοῦ καὶ ἔσῃ μοι εἰς προφυλακήν.
8 După zile multe tu vei primi porunci. În anii de pe urmă vei veni în țara izbăvită de sabie, ai cărei locuitori au fost adunați dintr-o mulțime de popoare, în munții lui Israel, care au fost mult timp pustiiți. De când au fost despărțiți de celelalte popoare, ei locuiesc toți în siguranță.
8 ἀφ’ ἡμερῶν πλειόνων ἑτοιμασθήσεται καὶ ἐπ’ ἐσχάτου ἐτῶν ἐλεύσεται καὶ ἥξει εἰς τὴν γῆν τὴν ἀπεστραμμένην ἀπὸ μαχαίρας, συνηγμένων ἀπὸ ἐθνῶν πολλῶν, ἐπὶ γῆν Ισραηλ, ἣ ἐγενήθη ἔρημος δι’ ὅλου· καὶ οὗτος ἐξ ἐθνῶν ἐξελήλυθεν, καὶ κατοικήσουσιν ἐπ’ εἰρήνης ἅπαντες.
9 Și tu te vei ridica, cum se ridică furtuna și te vei duce ca norul, ca să acoperi țara, tu și toată oastea ta și multe popoare împreună cu tine.
9 καὶ ἀναβήσῃ ὡς ὑετὸς καὶ ἥξεις ὡς νεφέλη κατακαλύψαι γῆν καὶ ἔσῃ σὺ καὶ πάντες οἱ περὶ σὲ καὶ ἔθνη πολλὰ μετὰ σοῦ.
10 Așa zice Domnul Dumnezeu: În ziua aceea îți vor veni gânduri în mintea ta și vei face planuri rele,
10 τάδε λέγει κύριος κύριος Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναβήσεται ῥήματα ἐπὶ τὴν καρδίαν σου, καὶ λογιῇ λογισμοὺς πονηροὺς
11 Și vei zice: „Mă voi ridica împotriva unei țări fără apărare, voi merge împotriva oamenilor pașnici care trăiesc în siguranță, căci aceia toți trăiesc în cetăți fără ziduri și n-au nici porți, nici zăvoare,
11 καὶ ἐρεῖς Ἀναβήσομαι ἐπὶ γῆν ἀπερριμμένην, ἥξω ἐπὶ ἡσυχάζοντας ἐν ἡσυχίᾳ καὶ οἰκοῦντας ἐπ’ εἰρήνης, πάντας κατοικοῦντας γῆν, ἐν ᾗ οὐχ ὑπάρχει τεῖχος οὐδὲ μοχλοί, καὶ θύραι οὐκ εἰσὶν αὐτοῖς,
12 Ca să fac jaf și să iau pradă, punând mâna pe ruinele locuite din nou și pe poporul cel adunat din mijlocul neamurilor, care crește turme și strânge averi și care locuiește în mijlocul pământului”.
12 προνομεῦσαι προνομὴν καὶ σκυλεῦσαι σκῦλα αὐτῶν τοῦ ἐπιστρέψαι χεῖρά σου εἰς τὴν ἠρημωμένην, ἣ κατῳκίσθη, καὶ ἐπ’ ἔθνος συνηγμένον ἀπὸ ἐθνῶν πολλῶν πεποιηκότας κτήσεις κατοικοῦντας ἐπὶ τὸν ὀμφαλὸν τῆς γῆς.
13 Șeba, Dedan și negustorii Tarsisului cu toți puii de lei ai lor vor zice: „Ai venit tu oare ca să faci jaf, ai adunat taberile tale, ca să faci pradă, să iei argint și aur, să ridici dobitoace și avere și să apuci pradă mare?”
13 Σαβα καὶ Δαιδαν καὶ ἔμποροι Καρχηδόνιοι καὶ πᾶσαι αἱ κῶμαι αὐτῶν ἐροῦσίν σοι Εἰς προνομὴν τοῦ προνομεῦσαι σὺ ἔρχῃ καὶ σκυλεῦσαι σκῦλα; συνήγαγες συναγωγήν σου λαβεῖν ἀργύριον καὶ χρυσίον, ἀπενέγκασθαι κτῆσιν τοῦ σκυλεῦσαι σκῦλα;
14 De aceea, rostește proorocie, fiul omului, și spune lui Gog: Așa grăiește Domnul Dumnezeu: Nu este așa oare că în ziua când poporul Meu Israel va trăi în siguranță, tu vei porni la drum?
14 διὰ τοῦτο προφήτευσον, υἱὲ ἀνθρώπου, καὶ εἰπὸν τῷ Γωγ Τάδε λέγει κύριος Οὐκ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν τῷ κατοικισθῆναι τὸν λαόν μου Ισραηλ ἐπ’ εἰρήνης ἐγερθήσῃ;
15 Și vei pleca de la locul tău, din hotarele de la miazănoapte, tu și multe popoare împreună cu tine, toți călări pe cai, tabără mare și oștire nenumărată?
15 καὶ ἥξεις ἐκ τοῦ τόπου σου ἀπ’ ἐσχάτου βορρᾶ καὶ ἔθνη πολλὰ μετὰ σοῦ, ἀναβάται ἵππων πάντες, συναγωγὴ μεγάλη καὶ δύναμις πολλή,
16 Și te vei ridica împotriva poporului Meu, împotriva lui Israel, ca un nor care acoperă pământul; aceasta va fi în zilele cele de pe urmă când te voi aduce împotriva țării Mele, ca popoarele să Mă cunoască pe Mine, când Eu voi fi arătat sfințenia Mea înaintea ochilor lor, asupra ta, o, Gog!
16 καὶ ἀναβήσῃ ἐπὶ τὸν λαόν μου Ισραηλ ὡς νεφέλη καλύψαι γῆν· ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἔσται, καὶ ἀνάξω σε ἐπὶ τὴν γῆν μου, ἵνα γνῶσιν πάντα τὰ ἔθνη ἐμὲ ἐν τῷ ἁγιασθῆναί με ἐν σοὶ ἐνώπιον αὐτῶν.
17 Așa zice Domnul Dumnezeu: „Nu ești tu, oare, același despre care am grăit Eu în zilele cele de demult prin robii Mei, proorocii lui Israel, care au proorocit în vremurile acelea că te voi aduce împotriva lor?
17 τάδε λέγει κύριος κύριος τῷ Γωγ Σὺ εἶ περὶ οὗ ἐλάλησα πρὸ ἡμερῶν τῶν ἔμπροσθεν διὰ χειρὸς τῶν δούλων μου προφητῶν τοῦ Ισραηλ ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἔτεσιν τοῦ ἀγαγεῖν σε ἐπ’ αὐτούς.
18 Și în ziua aceea, când Gog va veni împotriva țării lui Israel, zice Domnul Dumnezeu, mânia Mea se va aprinde pe fața Mea.
18 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν ἡμέρᾳ, ᾗ ἂν ἔλθῃ Γωγ ἐπὶ τὴν γῆν τοῦ Ισραηλ, λέγει κύριος κύριος, ἀναβήσεται ὁ θυμός μου
19 Și în zelul Meu, în văpaia urgiei Mele am zis: Cu adevărat în ziua aceea va fi un mare cutremur în țara lui Israel.
19 καὶ ὁ ζῆλός μου. ἐν πυρὶ τῆς ὀργῆς μου ἐλάλησα Εἰ μὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται σεισμὸς μέγας ἐπὶ γῆς Ισραηλ,
20 Atunci vor tremura înaintea Mea peștii mării și păsările cerului, fiarele câmpului și toate târâtoarele care se târăsc pe pământ și toți oamenii care sunt pe fața pământului; și se vor prăbuși munții, stâncile se vor dărâma și toate zidurile vor cădea la pământ.
20 καὶ σεισθήσονται ἀπὸ προσώπου κυρίου οἱ ἰχθύες τῆς θαλάσσης καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὰ θηρία τοῦ πεδίου καὶ πάντα τὰ ἑρπετὰ τὰ ἕρποντα ἐπὶ τῆς γῆς καὶ πάντες οἱ ἄνθρωποι οἱ ἐπὶ προσώπου τῆς γῆς, καὶ ῥαγήσεται τὰ ὄρη, καὶ πεσοῦνται αἱ φάραγγες, καὶ πᾶν τεῖχος ἐπὶ τὴν γῆν πεσεῖται.
21 Prin toți munții Mei voi chema sabia împotriva lui, zice Domnul Dumnezeu; sabia fiecărui om va fi împotriva fratelui său.
21 καὶ καλέσω ἐπ’ αὐτὸν πᾶν φόβον, λέγει κύριος· μάχαιρα ἀνθρώπου ἐπὶ τὸν ἀδελφὸν αὐτοῦ ἔσται.
22 Și îl voi pedepsi cu ciumă și vărsare de sânge; voi vărsa asupra lui și a taberilor lui și asupra multor popoare care sunt cu el, ploaie potopitoare și grindină de piatră, foc și pucioasă;
22 καὶ κρινῶ αὐτὸν θανάτῳ καὶ αἵματι καὶ ὑετῷ κατακλύζοντι καὶ λίθοις χαλάζης, καὶ πῦρ καὶ θεῖον βρέξω ἐπ’ αὐτὸν καὶ ἐπὶ πάντας τοὺς μετ’ αὐτοῦ καὶ ἐπ’ ἔθνη πολλὰ μετ’ αὐτοῦ.
23 Voi arăta slava Mea și sfințenia Mea și Mă voi arăta înaintea ochilor multor popoare și vor ști că Eu sunt Domnul”.
23 καὶ μεγαλυνθήσομαι καὶ ἁγιασθήσομαι καὶ ἐνδοξασθήσομαι καὶ γνωσθήσομαι ἐναντίον ἐθνῶν πολλῶν, καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος.