1 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 2 Υἱὲ ἀνθρώπου, λάλησον τοῖς υἱοῖς τοῦ λαοῦ σου καὶ ἐρεῖς πρὸς αὐτούς Γῆ, ἐφ’ ἣν ἂν ἐπάγω ῥομφαίαν, καὶ λάβῃ ὁ λαὸς τῆς γῆς ἄνθρωπον ἕνα ἐξ αὐτῶν καὶ δῶσιν αὐτὸν ἑαυτοῖς εἰς σκοπόν, 3 καὶ ἴδῃ τὴν ῥομφαίαν ἐρχομένην ἐπὶ τὴν γῆν καὶ σαλπίσῃ τῇ σάλπιγγι καὶ σημάνῃ τῷ λαῷ, 4 καὶ ἀκούσῃ ὁ ἀκούσας τὴν φωνὴν τῆς σάλπιγγος καὶ μὴ φυλάξηται, καὶ ἐπέλθῃ ἡ ῥομφαία καὶ καταλάβῃ αὐτόν, τὸ αἷμα αὐτοῦ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἔσται· 5 ὅτι τὴν φωνὴν τῆς σάλπιγγος ἀκούσας οὐκ ἐφυλάξατο, τὸ αἷμα αὐτοῦ ἐπ’ αὐτοῦ ἔσται, καὶ οὗτος, ὅτι ἐφυλάξατο, τὴν ψυχὴν αὐτοῦ ἐξείλατο. 6 καὶ ὁ σκοπός, ἐὰν ἴδῃ τὴν ῥομφαίαν ἐρχομένην καὶ μὴ σημάνῃ τῇ σάλπιγγι, καὶ ὁ λαὸς μὴ φυλάξηται, καὶ ἐλθοῦσα ἡ ῥομφαία λάβῃ ἐξ αὐτῶν ψυχήν, αὕτη διὰ τὴν αὑτῆς ἀνομίαν ἐλήμφθη, καὶ τὸ αἷμα ἐκ τῆς χειρὸς τοῦ σκοποῦ ἐκζητήσω. 7 καὶ σύ, υἱὲ ἀνθρώπου, σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ισραηλ, καὶ ἀκούσῃ ἐκ στόματός μου λόγον. 8 ἐν τῷ εἶπαί με τῷ ἁμαρτωλῷ Θανάτῳ θανατωθήσῃ, καὶ μὴ λαλήσῃς τοῦ φυλάξασθαι τὸν ἀσεβῆ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, αὐτὸς ὁ ἄνομος τῇ ἀνομίᾳ αὐτοῦ ἀποθανεῖται, τὸ δὲ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω. 9 σὺ δὲ ἐὰν προαπαγγείλῃς τῷ ἀσεβεῖ τὴν ὁδὸν αὐτοῦ τοῦ ἀποστρέψαι ἀπ’ αὐτῆς, καὶ μὴ ἀποστρέψῃ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, οὗτος τῇ ἀσεβείᾳ αὐτοῦ ἀποθανεῖται, καὶ σὺ τὴν ψυχὴν σαυτοῦ ἐξῄρησαι. – 10 καὶ σύ, υἱὲ ἀνθρώπου, εἰπὸν τῷ οἴκῳ Ισραηλ Οὕτως ἐλαλήσατε λέγοντες Αἱ πλάναι ἡμῶν καὶ αἱ ἀνομίαι ἡμῶν ἐφ’ ἡμῖν εἰσιν, καὶ ἐν αὐταῖς ἡμεῖς τηκόμεθα· καὶ πῶς ζησόμεθα; 11 εἰπὸν αὐτοῖς Ζῶ ἐγώ, τάδε λέγει κύριος Οὐ βούλομαι τὸν θάνατον τοῦ ἀσεβοῦς ὡς τὸ ἀποστρέψαι τὸν ἀσεβῆ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ καὶ ζῆν αὐτόν. ἀποστροφῇ ἀποστρέψατε ἀπὸ τῆς ὁδοῦ ὑμῶν· καὶ ἵνα τί ἀποθνῄσκετε, οἶκος Ισραηλ; 12 εἰπὸν πρὸς τοὺς υἱοὺς τοῦ λαοῦ σου Δικαιοσύνη δικαίου οὐ μὴ ἐξέληται αὐτὸν ἐν ᾗ ἂν ἡμέρᾳ πλανηθῇ, καὶ ἀνομία ἀσεβοῦς οὐ μὴ κακώσῃ αὐτὸν ἐν ᾗ ἂν ἡμέρᾳ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὐτοῦ· καὶ δίκαιος οὐ μὴ δύνηται σωθῆναι. 13 ἐν τῷ εἶπαί με τῷ δικαίῳ Οὗτος πέποιθεν ἐπὶ τῇ δικαιοσύνῃ αὐτοῦ, καὶ ποιήσῃ ἀνομίαν, πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ οὐ μὴ ἀναμνησθῶσιν· ἐν τῇ ἀδικίᾳ αὐτοῦ, ᾗ ἐποίησεν, ἐν αὐτῇ ἀποθανεῖται. 14 καὶ ἐν τῷ εἶπαί με τῷ ἀσεβεῖ Θανάτῳ θανατωθήσῃ, καὶ ἀποστρέψῃ ἀπὸ τῆς ἁμαρτίας αὐτοῦ καὶ ποιήσῃ κρίμα καὶ δικαιοσύνην 15 καὶ ἐνεχύρασμα ἀποδῷ καὶ ἅρπαγμα ἀποτείσῃ, ἐν προστάγμασιν ζωῆς διαπορεύηται τοῦ μὴ ποιῆσαι ἄδικον, ζωῇ ζήσεται καὶ οὐ μὴ ἀποθάνῃ· 16 πᾶσαι αἱ ἁμαρτίαι αὐτοῦ, ἃς ἥμαρτεν, οὐ μὴ ἀναμνησθῶσιν· ὅτι κρίμα καὶ δικαιοσύνην ἐποίησεν, ἐν αὐτοῖς ζήσεται. 17 καὶ ἐροῦσιν οἱ υἱοὶ τοῦ λαοῦ σου Οὐκ εὐθεῖα ἡ ὁδὸς τοῦ κυρίου· καὶ αὕτη ἡ ὁδὸς αὐτῶν οὐκ εὐθεῖα. 18 ἐν τῷ ἀποστρέψαι δίκαιον ἀπὸ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιήσῃ ἀνομίας, καὶ ἀποθανεῖται ἐν αὐταῖς· 19 καὶ ἐν τῷ ἀποστρέψαι τὸν ἁμαρτωλὸν ἀπὸ τῆς ἀνομίας αὐτοῦ καὶ ποιήσῃ κρίμα καὶ δικαιοσύνην, ἐν αὐτοῖς αὐτὸς ζήσεται. 20 καὶ τοῦτό ἐστιν, ὃ εἴπατε Οὐκ εὐθεῖα ἡ ὁδὸς κυρίου· ἕκαστον ἐν ταῖς ὁδοῖς αὐτοῦ κρινῶ ὑμᾶς, οἶκος Ισραηλ. 21 Καὶ ἐγενήθη ἐν τῷ δωδεκάτῳ ἔτει ἐν τῷ δωδεκάτῳ μηνὶ πέμπτῃ τοῦ μηνὸς τῆς αἰχμαλωσίας ἡμῶν ἦλθεν ὁ ἀνασωθεὶς πρός με ἀπὸ Ιερουσαλημ λέγων Ἑάλω ἡ πόλις. 22 καὶ ἐγενήθη ἐπ’ ἐμὲ χεὶρ κυρίου ἑσπέρας πρὶν ἐλθεῖν αὐτὸν καὶ ἤνοιξέν μου τὸ στόμα, ἕως ἦλθεν πρός με τὸ πρωί, καὶ ἀνοιχθέν μου τὸ στόμα οὐ συνεσχέθη ἔτι. 23 καὶ ἐγενήθη λόγος κυρίου πρός με λέγων 24 Υἱὲ ἀνθρώπου, οἱ κατοικοῦντες τὰς ἠρημωμένας ἐπὶ τῆς γῆς τοῦ Ισραηλ λέγουσιν Εἷς ἦν Αβρααμ καὶ κατέσχεν τὴν γῆν, καὶ ἡμεῖς πλείους ἐσμέν, ἡμῖν δέδοται ἡ γῆ εἰς κατάσχεσιν. 25 διὰ τοῦτο εἰπὸν αὐτοῖς Τάδε λέγει κύριος κύριος 27 Ζῶ ἐγώ, εἰ μὴν οἱ ἐν ταῖς ἠρημωμέναις μαχαίρᾳ πεσοῦνται, καὶ οἱ ἐπὶ προσώπου τοῦ πεδίου τοῖς θηρίοις τοῦ ἀγροῦ δοθήσονται εἰς κατάβρωμα, καὶ τοὺς ἐν ταῖς τετειχισμέναις καὶ τοὺς ἐν τοῖς σπηλαίοις θανάτῳ ἀποκτενῶ. 28 καὶ δώσω τὴν γῆν ἔρημον, καὶ ἀπολεῖται ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς, καὶ ἐρημωθήσεται τὰ ὄρη τοῦ Ισραηλ διὰ τὸ μὴ εἶναι διαπορευόμενον. 29 καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος· καὶ ποιήσω τὴν γῆν αὐτῶν ἔρημον, καὶ ἐρημωθήσεται διὰ πάντα τὰ βδελύγματα αὐτῶν, ἃ ἐποίησαν. 30 καὶ σύ, υἱὲ ἀνθρώπου, οἱ υἱοὶ τοῦ λαοῦ σου οἱ λαλοῦντες περὶ σοῦ παρὰ τὰ τείχη καὶ ἐν τοῖς πυλῶσι τῶν οἰκιῶν καὶ λαλοῦσιν ἄνθρωπος τῷ ἀδελφῷ αὐτοῦ λέγοντες Συνέλθωμεν καὶ ἀκούσωμεν τὰ ἐκπορευόμενα παρὰ κυρίου, 31 ἔρχονται πρὸς σέ, ὡς συμπορεύεται λαός, καὶ κάθηνται ἐναντίον σου καὶ ἀκούουσιν τὰ ῥήματά σου, καὶ αὐτὰ οὐ μὴ ποιήσουσιν, ὅτι ψεῦδος ἐν τῷ στόματι αὐτῶν, καὶ ὀπίσω τῶν μιασμάτων ἡ καρδία αὐτῶν. 32 καὶ γίνῃ αὐτοῖς ὡς φωνὴ ψαλτηρίου ἡδυφώνου εὐαρμόστου, καὶ ἀκούσονταί σου τὰ ῥήματα καὶ οὐ μὴ ποιήσουσιν αὐτά. 33 καὶ ἡνίκα ἂν ἔλθῃ, ἐροῦσιν Ἰδοὺ ἥκει· καὶ γνώσονται ὅτι προφήτης ἦν ἐν μέσῳ αὐτῶν.
1 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
2 Υἱὲ ἀνθρώπου, λάλησον τοῖς υἱοῖς τοῦ λαοῦ σου καὶ ἐρεῖς πρὸς αὐτούς Γῆ, ἐφ’ ἣν ἂν ἐπάγω ῥομφαίαν, καὶ λάβῃ ὁ λαὸς τῆς γῆς ἄνθρωπον ἕνα ἐξ αὐτῶν καὶ δῶσιν αὐτὸν ἑαυτοῖς εἰς σκοπόν,
3 καὶ ἴδῃ τὴν ῥομφαίαν ἐρχομένην ἐπὶ τὴν γῆν καὶ σαλπίσῃ τῇ σάλπιγγι καὶ σημάνῃ τῷ λαῷ,
4 καὶ ἀκούσῃ ὁ ἀκούσας τὴν φωνὴν τῆς σάλπιγγος καὶ μὴ φυλάξηται, καὶ ἐπέλθῃ ἡ ῥομφαία καὶ καταλάβῃ αὐτόν, τὸ αἷμα αὐτοῦ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἔσται·
5 ὅτι τὴν φωνὴν τῆς σάλπιγγος ἀκούσας οὐκ ἐφυλάξατο, τὸ αἷμα αὐτοῦ ἐπ’ αὐτοῦ ἔσται, καὶ οὗτος, ὅτι ἐφυλάξατο, τὴν ψυχὴν αὐτοῦ ἐξείλατο.
6 καὶ ὁ σκοπός, ἐὰν ἴδῃ τὴν ῥομφαίαν ἐρχομένην καὶ μὴ σημάνῃ τῇ σάλπιγγι, καὶ ὁ λαὸς μὴ φυλάξηται, καὶ ἐλθοῦσα ἡ ῥομφαία λάβῃ ἐξ αὐτῶν ψυχήν, αὕτη διὰ τὴν αὑτῆς ἀνομίαν ἐλήμφθη, καὶ τὸ αἷμα ἐκ τῆς χειρὸς τοῦ σκοποῦ ἐκζητήσω.
7 καὶ σύ, υἱὲ ἀνθρώπου, σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ισραηλ, καὶ ἀκούσῃ ἐκ στόματός μου λόγον.
8 ἐν τῷ εἶπαί με τῷ ἁμαρτωλῷ Θανάτῳ θανατωθήσῃ, καὶ μὴ λαλήσῃς τοῦ φυλάξασθαι τὸν ἀσεβῆ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, αὐτὸς ὁ ἄνομος τῇ ἀνομίᾳ αὐτοῦ ἀποθανεῖται, τὸ δὲ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω.
9 σὺ δὲ ἐὰν προαπαγγείλῃς τῷ ἀσεβεῖ τὴν ὁδὸν αὐτοῦ τοῦ ἀποστρέψαι ἀπ’ αὐτῆς, καὶ μὴ ἀποστρέψῃ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, οὗτος τῇ ἀσεβείᾳ αὐτοῦ ἀποθανεῖται, καὶ σὺ τὴν ψυχὴν σαυτοῦ ἐξῄρησαι. –
10 καὶ σύ, υἱὲ ἀνθρώπου, εἰπὸν τῷ οἴκῳ Ισραηλ Οὕτως ἐλαλήσατε λέγοντες Αἱ πλάναι ἡμῶν καὶ αἱ ἀνομίαι ἡμῶν ἐφ’ ἡμῖν εἰσιν, καὶ ἐν αὐταῖς ἡμεῖς τηκόμεθα· καὶ πῶς ζησόμεθα;
11 εἰπὸν αὐτοῖς Ζῶ ἐγώ, τάδε λέγει κύριος Οὐ βούλομαι τὸν θάνατον τοῦ ἀσεβοῦς ὡς τὸ ἀποστρέψαι τὸν ἀσεβῆ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ καὶ ζῆν αὐτόν. ἀποστροφῇ ἀποστρέψατε ἀπὸ τῆς ὁδοῦ ὑμῶν· καὶ ἵνα τί ἀποθνῄσκετε, οἶκος Ισραηλ;
12 εἰπὸν πρὸς τοὺς υἱοὺς τοῦ λαοῦ σου Δικαιοσύνη δικαίου οὐ μὴ ἐξέληται αὐτὸν ἐν ᾗ ἂν ἡμέρᾳ πλανηθῇ, καὶ ἀνομία ἀσεβοῦς οὐ μὴ κακώσῃ αὐτὸν ἐν ᾗ ἂν ἡμέρᾳ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὐτοῦ· καὶ δίκαιος οὐ μὴ δύνηται σωθῆναι.
13 ἐν τῷ εἶπαί με τῷ δικαίῳ Οὗτος πέποιθεν ἐπὶ τῇ δικαιοσύνῃ αὐτοῦ, καὶ ποιήσῃ ἀνομίαν, πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ οὐ μὴ ἀναμνησθῶσιν· ἐν τῇ ἀδικίᾳ αὐτοῦ, ᾗ ἐποίησεν, ἐν αὐτῇ ἀποθανεῖται.
14 καὶ ἐν τῷ εἶπαί με τῷ ἀσεβεῖ Θανάτῳ θανατωθήσῃ, καὶ ἀποστρέψῃ ἀπὸ τῆς ἁμαρτίας αὐτοῦ καὶ ποιήσῃ κρίμα καὶ δικαιοσύνην
15 καὶ ἐνεχύρασμα ἀποδῷ καὶ ἅρπαγμα ἀποτείσῃ, ἐν προστάγμασιν ζωῆς διαπορεύηται τοῦ μὴ ποιῆσαι ἄδικον, ζωῇ ζήσεται καὶ οὐ μὴ ἀποθάνῃ·
16 πᾶσαι αἱ ἁμαρτίαι αὐτοῦ, ἃς ἥμαρτεν, οὐ μὴ ἀναμνησθῶσιν· ὅτι κρίμα καὶ δικαιοσύνην ἐποίησεν, ἐν αὐτοῖς ζήσεται.
17 καὶ ἐροῦσιν οἱ υἱοὶ τοῦ λαοῦ σου Οὐκ εὐθεῖα ἡ ὁδὸς τοῦ κυρίου· καὶ αὕτη ἡ ὁδὸς αὐτῶν οὐκ εὐθεῖα.
18 ἐν τῷ ἀποστρέψαι δίκαιον ἀπὸ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιήσῃ ἀνομίας, καὶ ἀποθανεῖται ἐν αὐταῖς·
19 καὶ ἐν τῷ ἀποστρέψαι τὸν ἁμαρτωλὸν ἀπὸ τῆς ἀνομίας αὐτοῦ καὶ ποιήσῃ κρίμα καὶ δικαιοσύνην, ἐν αὐτοῖς αὐτὸς ζήσεται.
20 καὶ τοῦτό ἐστιν, ὃ εἴπατε Οὐκ εὐθεῖα ἡ ὁδὸς κυρίου· ἕκαστον ἐν ταῖς ὁδοῖς αὐτοῦ κρινῶ ὑμᾶς, οἶκος Ισραηλ.
21 Καὶ ἐγενήθη ἐν τῷ δωδεκάτῳ ἔτει ἐν τῷ δωδεκάτῳ μηνὶ πέμπτῃ τοῦ μηνὸς τῆς αἰχμαλωσίας ἡμῶν ἦλθεν ὁ ἀνασωθεὶς πρός με ἀπὸ Ιερουσαλημ λέγων Ἑάλω ἡ πόλις.
22 καὶ ἐγενήθη ἐπ’ ἐμὲ χεὶρ κυρίου ἑσπέρας πρὶν ἐλθεῖν αὐτὸν καὶ ἤνοιξέν μου τὸ στόμα, ἕως ἦλθεν πρός με τὸ πρωί, καὶ ἀνοιχθέν μου τὸ στόμα οὐ συνεσχέθη ἔτι.
23 καὶ ἐγενήθη λόγος κυρίου πρός με λέγων
24 Υἱὲ ἀνθρώπου, οἱ κατοικοῦντες τὰς ἠρημωμένας ἐπὶ τῆς γῆς τοῦ Ισραηλ λέγουσιν Εἷς ἦν Αβρααμ καὶ κατέσχεν τὴν γῆν, καὶ ἡμεῖς πλείους ἐσμέν, ἡμῖν δέδοται ἡ γῆ εἰς κατάσχεσιν.
25 διὰ τοῦτο εἰπὸν αὐτοῖς Τάδε λέγει κύριος κύριος
27 Ζῶ ἐγώ, εἰ μὴν οἱ ἐν ταῖς ἠρημωμέναις μαχαίρᾳ πεσοῦνται, καὶ οἱ ἐπὶ προσώπου τοῦ πεδίου τοῖς θηρίοις τοῦ ἀγροῦ δοθήσονται εἰς κατάβρωμα, καὶ τοὺς ἐν ταῖς τετειχισμέναις καὶ τοὺς ἐν τοῖς σπηλαίοις θανάτῳ ἀποκτενῶ.
28 καὶ δώσω τὴν γῆν ἔρημον, καὶ ἀπολεῖται ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς, καὶ ἐρημωθήσεται τὰ ὄρη τοῦ Ισραηλ διὰ τὸ μὴ εἶναι διαπορευόμενον.
29 καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος· καὶ ποιήσω τὴν γῆν αὐτῶν ἔρημον, καὶ ἐρημωθήσεται διὰ πάντα τὰ βδελύγματα αὐτῶν, ἃ ἐποίησαν.
30 καὶ σύ, υἱὲ ἀνθρώπου, οἱ υἱοὶ τοῦ λαοῦ σου οἱ λαλοῦντες περὶ σοῦ παρὰ τὰ τείχη καὶ ἐν τοῖς πυλῶσι τῶν οἰκιῶν καὶ λαλοῦσιν ἄνθρωπος τῷ ἀδελφῷ αὐτοῦ λέγοντες Συνέλθωμεν καὶ ἀκούσωμεν τὰ ἐκπορευόμενα παρὰ κυρίου,
31 ἔρχονται πρὸς σέ, ὡς συμπορεύεται λαός, καὶ κάθηνται ἐναντίον σου καὶ ἀκούουσιν τὰ ῥήματά σου, καὶ αὐτὰ οὐ μὴ ποιήσουσιν, ὅτι ψεῦδος ἐν τῷ στόματι αὐτῶν, καὶ ὀπίσω τῶν μιασμάτων ἡ καρδία αὐτῶν.
32 καὶ γίνῃ αὐτοῖς ὡς φωνὴ ψαλτηρίου ἡδυφώνου εὐαρμόστου, καὶ ἀκούσονταί σου τὰ ῥήματα καὶ οὐ μὴ ποιήσουσιν αὐτά.
33 καὶ ἡνίκα ἂν ἔλθῃ, ἐροῦσιν Ἰδοὺ ἥκει· καὶ γνώσονται ὅτι προφήτης ἦν ἐν μέσῳ αὐτῶν.
Traducerea ortodoxă
Traducerea greacă bizantină
1 Fost-a cuvântul Domnului către mine și mi-a zis:
1 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
2 „Fiul omului, rostește cuvânt către fiii poporului tău și le spune: De voi aduce sabie asupra unei țări și poporul țării aceleia va lua din mijlocul său un om și îl va pune străjer,
2 Υἱὲ ἀνθρώπου, λάλησον τοῖς υἱοῖς τοῦ λαοῦ σου καὶ ἐρεῖς πρὸς αὐτούς Γῆ, ἐφ’ ἣν ἂν ἐπάγω ῥομφαίαν, καὶ λάβῃ ὁ λαὸς τῆς γῆς ἄνθρωπον ἕνα ἐξ αὐτῶν καὶ δῶσιν αὐτὸν ἑαυτοῖς εἰς σκοπόν,
3 Și el, văzând sabia venind împotriva țării, va trâmbița din trâmbiță și va vesti poporul;
3 καὶ ἴδῃ τὴν ῥομφαίαν ἐρχομένην ἐπὶ τὴν γῆν καὶ σαλπίσῃ τῇ σάλπιγγι καὶ σημάνῃ τῷ λαῷ,
4 De va auzi cineva sunetul trâmbiței, dar nu se va păzi, când va veni sabia și-l va prinde, sângele aceluia va fi asupra capului său.
4 καὶ ἀκούσῃ ὁ ἀκούσας τὴν φωνὴν τῆς σάλπιγγος καὶ μὴ φυλάξηται, καὶ ἐπέλθῃ ἡ ῥομφαία καὶ καταλάβῃ αὐτόν, τὸ αἷμα αὐτοῦ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἔσται·
5 Pentru că a auzit glasul trâmbiței și nu s-a păzit, sângele lui va fi asupra lui; iar cel ce se va păzi își va scăpa viața sa.
5 ὅτι τὴν φωνὴν τῆς σάλπιγγος ἀκούσας οὐκ ἐφυλάξατο, τὸ αἷμα αὐτοῦ ἐπ’ αὐτοῦ ἔσται, καὶ οὗτος, ὅτι ἐφυλάξατο, τὴν ψυχὴν αὐτοῦ ἐξείλατο.
6 Dacă însă străjerul a văzut sabia venind și nu a sunat din trâmbiță și poporul n-a fost vestit și va veni sabia și va ridica viața cuiva, acela a fost răpit pentru păcatele lui, dar sângele lui îl voi cere din mâna străjerului.
6 καὶ ὁ σκοπός, ἐὰν ἴδῃ τὴν ῥομφαίαν ἐρχομένην καὶ μὴ σημάνῃ τῇ σάλπιγγι, καὶ ὁ λαὸς μὴ φυλάξηται, καὶ ἐλθοῦσα ἡ ῥομφαία λάβῃ ἐξ αὐτῶν ψυχήν, αὕτη διὰ τὴν αὑτῆς ἀνομίαν ἐλήμφθη, καὶ τὸ αἷμα ἐκ τῆς χειρὸς τοῦ σκοποῦ ἐκζητήσω.
7 Și pe tine, fiul omului, te-am pus Eu străjer casei lui Israel și tu vei auzi cuvânt din gura Mea și îl vei vesti din partea Mea.
7 καὶ σύ, υἱὲ ἀνθρώπου, σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ισραηλ, καὶ ἀκούσῃ ἐκ στόματός μου λόγον.
8 Când Eu voi zice păcătosului: „Păcătosule, vei muri”, și tu nu-i vei grăi nimic, ca să vestești pe păcătos să se abată de la calea lui, atunci păcătosul acela va muri pentru păcatele sale, iar sângele lui îl voi cere din mâna ta.
8 ἐν τῷ εἶπαί με τῷ ἁμαρτωλῷ Θανάτῳ θανατωθήσῃ, καὶ μὴ λαλήσῃς τοῦ φυλάξασθαι τὸν ἀσεβῆ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, αὐτὸς ὁ ἄνομος τῇ ἀνομίᾳ αὐτοῦ ἀποθανεῖται, τὸ δὲ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω.
9 Iar dacă tu ai vestit pe păcătos să se abată de la calea lui și să se întoarcă de la ea, și el nu s-a abătut de la calea lui, atunci el va muri pentru păcatele lui, iar tu ți-ai scăpat viața.
9 σὺ δὲ ἐὰν προαπαγγείλῃς τῷ ἀσεβεῖ τὴν ὁδὸν αὐτοῦ τοῦ ἀποστρέψαι ἀπ’ αὐτῆς, καὶ μὴ ἀποστρέψῃ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, οὗτος τῇ ἀσεβείᾳ αὐτοῦ ἀποθανεῖται, καὶ σὺ τὴν ψυχὴν σαυτοῦ ἐξῄρησαι. –
10 Și tu, fiul omului, spune casei lui Israel: Voi ziceți așa: „Nelegiuirile noastre și păcatele noastre sunt asupra noastră și ne stingem în ele; cum vom putea dar să trăim?”
10 καὶ σύ, υἱὲ ἀνθρώπου, εἰπὸν τῷ οἴκῳ Ισραηλ Οὕτως ἐλαλήσατε λέγοντες Αἱ πλάναι ἡμῶν καὶ αἱ ἀνομίαι ἡμῶν ἐφ’ ἡμῖν εἰσιν, καὶ ἐν αὐταῖς ἡμεῖς τηκόμεθα· καὶ πῶς ζησόμεθα;
11 Spune-le: Precum este adevărat că Eu sunt viu, tot așa este de adevărat că Eu nu voiesc moartea păcătosului, ci ca păcătosul să se întoarcă de la calea sa și să fie viu. Întoarceți-vă, întoarceți-vă de la căile voastre cele rele! Pentru ce să muriți voi, casa lui Israel?
11 εἰπὸν αὐτοῖς Ζῶ ἐγώ, τάδε λέγει κύριος Οὐ βούλομαι τὸν θάνατον τοῦ ἀσεβοῦς ὡς τὸ ἀποστρέψαι τὸν ἀσεβῆ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ καὶ ζῆν αὐτόν. ἀποστροφῇ ἀποστρέψατε ἀπὸ τῆς ὁδοῦ ὑμῶν· καὶ ἵνα τί ἀποθνῄσκετε, οἶκος Ισραηλ;
12 Și tu, fiul omului, spune fiilor poporului tău: Dreptatea dreptului nu-l va scăpa în ziua păcătuirii lui și nelegiuitul nu va cădea pentru nelegiuirea sa în ziua întoarcerii sale de la nelegiuirea sa, precum nici dreptul în ziua păcătuirii sale nu va putea rămâne cu viață pentru dreptatea sa.
12 εἰπὸν πρὸς τοὺς υἱοὺς τοῦ λαοῦ σου Δικαιοσύνη δικαίου οὐ μὴ ἐξέληται αὐτὸν ἐν ᾗ ἂν ἡμέρᾳ πλανηθῇ, καὶ ἀνομία ἀσεβοῦς οὐ μὴ κακώσῃ αὐτὸν ἐν ᾗ ἂν ἡμέρᾳ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὐτοῦ· καὶ δίκαιος οὐ μὴ δύνηται σωθῆναι.
13 Când voi zice dreptului că va fi viu, iar el se va încrede în dreptatea sa și va face nedreptate, atunci nu se va mai pomeni toată dreptatea lui, ci el va muri pentru tot răul pe care l-a făcut.
13 ἐν τῷ εἶπαί με τῷ δικαίῳ Οὗτος πέποιθεν ἐπὶ τῇ δικαιοσύνῃ αὐτοῦ, καὶ ποιήσῃ ἀνομίαν, πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ οὐ μὴ ἀναμνησθῶσιν· ἐν τῇ ἀδικίᾳ αὐτοῦ, ᾗ ἐποίησεν, ἐν αὐτῇ ἀποθανεῖται.
14 Și când voi zice păcătosului: „Vei muri”, dar el se va întoarce de la păcatele sale și va face judecată și dreptate,
14 καὶ ἐν τῷ εἶπαί με τῷ ἀσεβεῖ Θανάτῳ θανατωθήσῃ, καὶ ἀποστρέψῃ ἀπὸ τῆς ἁμαρτίας αὐτοῦ καὶ ποιήσῃ κρίμα καὶ δικαιοσύνην
15 Dacă acest păcătos va înapoia zălogul, pentru cele răpite va despăgubi, va umbla după legile vieții, nefăcând nimic rău, atunci el va fi viu și nu va muri.
15 καὶ ἐνεχύρασμα ἀποδῷ καὶ ἅρπαγμα ἀποτείσῃ, ἐν προστάγμασιν ζωῆς διαπορεύηται τοῦ μὴ ποιῆσαι ἄδικον, ζωῇ ζήσεται καὶ οὐ μὴ ἀποθάνῃ·
16 Nici unul din păcatele sale, pe care le-a făcut, nu i se vor pomeni și, pentru că a început a face dreptate și judecată, va fi viu.
16 πᾶσαι αἱ ἁμαρτίαι αὐτοῦ, ἃς ἥμαρτεν, οὐ μὴ ἀναμνησθῶσιν· ὅτι κρίμα καὶ δικαιοσύνην ἐποίησεν, ἐν αὐτοῖς ζήσεται.
17 Fiii poporului tău zic: „Calea Domnului nu este dreaptă!” Dar nedreaptă este calea lor.
17 καὶ ἐροῦσιν οἱ υἱοὶ τοῦ λαοῦ σου Οὐκ εὐθεῖα ἡ ὁδὸς τοῦ κυρίου· καὶ αὕτη ἡ ὁδὸς αὐτῶν οὐκ εὐθεῖα.
18 Dacă dreptul se va abate de la dreptatea sa și va începe să facă nelegiuire, va muri pentru aceasta.
18 ἐν τῷ ἀποστρέψαι δίκαιον ἀπὸ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιήσῃ ἀνομίας, καὶ ἀποθανεῖται ἐν αὐταῖς·
19 De asemenea, dacă nelegiuitul s-a întors de la nelegiuirea sa și a început să facă judecată și dreptate, pentru aceasta el va trăi.
19 καὶ ἐν τῷ ἀποστρέψαι τὸν ἁμαρτωλὸν ἀπὸ τῆς ἀνομίας αὐτοῦ καὶ ποιήσῃ κρίμα καὶ δικαιοσύνην, ἐν αὐτοῖς αὐτὸς ζήσεται.
20 Voi însă ziceți: „Calea Domnului este nedreaptă”. Eu vă voi judeca pe voi, casa lui Israel, și voi judeca pe fiecare după purtările lui”.
20 καὶ τοῦτό ἐστιν, ὃ εἴπατε Οὐκ εὐθεῖα ἡ ὁδὸς κυρίου· ἕκαστον ἐν ταῖς ὁδοῖς αὐτοῦ κρινῶ ὑμᾶς, οἶκος Ισραηλ.
21 În anul al doisprezecelea după robirea noastră, în ziua a cincea a lunii a zecea, a venit la mine unul din cei scăpați din Ierusalim și mi-a spus: „Cetatea este dărâmată!”
21 Καὶ ἐγενήθη ἐν τῷ δωδεκάτῳ ἔτει ἐν τῷ δωδεκάτῳ μηνὶ πέμπτῃ τοῦ μηνὸς τῆς αἰχμαλωσίας ἡμῶν ἦλθεν ὁ ἀνασωθεὶς πρός με ἀπὸ Ιερουσαλημ λέγων Ἑάλω ἡ πόλις.
22 Mâna Domnului a fost peste mine, seara, încă înainte de a veni acest fugar; iar dimineața, când a venit acesta la mine, Domnul îmi deschisese gura și nu mai eram mut, ei mi se deschisese gura.
22 καὶ ἐγενήθη ἐπ’ ἐμὲ χεὶρ κυρίου ἑσπέρας πρὶν ἐλθεῖν αὐτὸν καὶ ἤνοιξέν μου τὸ στόμα, ἕως ἦλθεν πρός με τὸ πρωί, καὶ ἀνοιχθέν μου τὸ στόμα οὐ συνεσχέθη ἔτι.
23 Și a fost cuvântul Domnului către mine și mi-a zis:
23 καὶ ἐγενήθη λόγος κυρίου πρός με λέγων
24 Fiul omului, cei ce trăiesc în locurile pustiite din țara lui Israel zic: „Avraam a fost unul și a primit în stăpânire țara aceasta, iar noi suntem mulți; deci nouă ne este dată în stăpânire țara aceasta.
24 Υἱὲ ἀνθρώπου, οἱ κατοικοῦντες τὰς ἠρημωμένας ἐπὶ τῆς γῆς τοῦ Ισραηλ λέγουσιν Εἷς ἦν Αβρααμ καὶ κατέσχεν τὴν γῆν, καὶ ἡμεῖς πλείους ἐσμέν, ἡμῖν δέδοται ἡ γῆ εἰς κατάσχεσιν.
25 De aceea spune-le: „Așa grăiește Domnul Dumnezeu: Voi mâncați mâncare cu sânge; vă ridicați ochii spre idolii voștri și vărsați sânge și apoi voiți să stăpâniți țara?
25 διὰ τοῦτο εἰπὸν αὐτοῖς Τάδε λέγει κύριος κύριος
26 Voi vă rezemați pe sabia voastră, faceți ticăloșii, vă pângăriți femeile unii altora și apoi voiți să stăpâniți țara?
27 Iată ce să le spui: Așa grăiește Domnul Dumnezeu: Precum este adevărat că Eu sunt viu, tot așa de adevărat este că cei ce locuiesc în locurile pustiite vor cădea de sabie; iar cel ce se află în câmp, pe acela îl voi da fiarelor spre mâncare, iar cei din cetăți și din peșteri vor muri de ciumă.
27 Ζῶ ἐγώ, εἰ μὴν οἱ ἐν ταῖς ἠρημωμέναις μαχαίρᾳ πεσοῦνται, καὶ οἱ ἐπὶ προσώπου τοῦ πεδίου τοῖς θηρίοις τοῦ ἀγροῦ δοθήσονται εἰς κατάβρωμα, καὶ τοὺς ἐν ταῖς τετειχισμέναις καὶ τοὺς ἐν τοῖς σπηλαίοις θανάτῳ ἀποκτενῶ.
28 Și voi face din țară un pustiu și o singurătate, trufia puterii ei va înceta, și munții lui Israel se vor pustii, încât nici un trecător nu va mai trece prin ei.
28 καὶ δώσω τὴν γῆν ἔρημον, καὶ ἀπολεῖται ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς, καὶ ἐρημωθήσεται τὰ ὄρη τοῦ Ισραηλ διὰ τὸ μὴ εἶναι διαπορευόμενον.
29 Și vor cunoaște că Eu sunt Domnul, când voi face țara pustietatea pustietăților pentru toate ticăloșiile pe care le-au făcut ei.
29 καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος· καὶ ποιήσω τὴν γῆν αὐτῶν ἔρημον, καὶ ἐρημωθήσεται διὰ πάντα τὰ βδελύγματα αὐτῶν, ἃ ἐποίησαν.
30 Iar despre tine, fiul omului, fiii poporului tău grăiesc pe la ziduri și pe la ușile caselor și zice unul către altul și frate către frate: „Mergeți de vedeți ce cuvânt a ieșit de la Domnul!”
30 καὶ σύ, υἱὲ ἀνθρώπου, οἱ υἱοὶ τοῦ λαοῦ σου οἱ λαλοῦντες περὶ σοῦ παρὰ τὰ τείχη καὶ ἐν τοῖς πυλῶσι τῶν οἰκιῶν καὶ λαλοῦσιν ἄνθρωπος τῷ ἀδελφῷ αὐτοῦ λέγοντες Συνέλθωμεν καὶ ἀκούσωμεν τὰ ἐκπορευόμενα παρὰ κυρίου,
31 Și ei vin la tine, ca la o adunare de petrecere; poporul Meu se așază înaintea ta și ascultă cuvintele tale. Dar nu le împlinește; căci ei cu gura lor fac din acestea o petrecere, iar inima lor e târâtă după poftele lor.
31 ἔρχονται πρὸς σέ, ὡς συμπορεύεται λαός, καὶ κάθηνται ἐναντίον σου καὶ ἀκούουσιν τὰ ῥήματά σου, καὶ αὐτὰ οὐ μὴ ποιήσουσιν, ὅτι ψεῦδος ἐν τῷ στόματι αὐτῶν, καὶ ὀπίσω τῶν μιασμάτων ἡ καρδία αὐτῶν.
32 Iată că tu ești pentru ei un cântăreț plăcut, cu glas frumos și care cântă bine din instrumentul său; ei ascultă cuvintele tale, dar nimeni nu le împlinește,
32 καὶ γίνῃ αὐτοῖς ὡς φωνὴ ψαλτηρίου ἡδυφώνου εὐαρμόστου, καὶ ἀκούσονταί σου τὰ ῥήματα καὶ οὐ μὴ ποιήσουσιν αὐτά.
33 Iar când aceste lucruri vor veni, și iată că ele vin, atunci vor ști că în mijlocul lor era un prooroc”.
33 καὶ ἡνίκα ἂν ἔλθῃ, ἐροῦσιν Ἰδοὺ ἥκει· καὶ γνώσονται ὅτι προφήτης ἦν ἐν μέσῳ αὐτῶν.