Psalmii

traducerea greacă bizantină

Capitolul 86

1 Τοῖς υἱοῖς Κορε ψαλμὸς ᾠδῆς. Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσιν τοῖς ἁγίοις· 2 ἀγαπᾷ κύριος τὰς πύλας Σιων ὑπὲρ πάντα τὰ σκηνώματα Ιακωβ. 3 δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ θεοῦ. διάψαλμα. 4 μνησθήσομαι Ρααβ καὶ Βαβυλῶνος τοῖς γινώσκουσίν με· καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς Αἰθιόπων, οὗτοι ἐγενήθησαν ἐκεῖ. 5 Μήτηρ Σιων, ἐρεῖ ἄνθρωπος, καὶ ἄνθρωπος ἐγενήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ ὕψιστος. 6 κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων τούτων τῶν γεγενημένων ἐν αὐτῇ. διάψαλμα. 7 ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί.

Textul a fost copiat în clipboard