1 Ἀσχολία μεγάλη ἔκτισται παντὶ ἀνθρώπῳ καὶ ζυγὸς βαρὺς ἐπὶ υἱοὺς Αδαμ ἀφ’ ἡμέρας ἐξόδου ἐκ γαστρὸς μητρὸς αὐτῶν ἕως ἡμέρας ἐπιστροφῆς εἰς μητέρα πάντων· 2 τοὺς διαλογισμοὺς αὐτῶν καὶ φόβον καρδίας, ἐπίνοια προσδοκίας, ἡμέρα τελευτῆς. 3 ἀπὸ καθημένου ἐπὶ θρόνου ἐνδόξου καὶ ἕως τεταπεινωμένου ἐν γῇ καὶ σποδῷ, 4 ἀπὸ φοροῦντος ὑακίνθινον καὶ στέφανον καὶ ἕως περιβαλλομένου ὠμόλινον θυμὸς καὶ ζῆλος καὶ ταραχὴ καὶ σάλος καὶ φόβος θανάτου καὶ μηνίαμα καὶ ἔρις. 5 καὶ ἐν καιρῷ ἀναπαύσεως ἐπὶ κοίτης ὕπνος νυκτὸς ἀλλοιοῖ γνῶσιν αὐτοῦ· 6 ὀλίγον ὡς οὐδὲν ἐν ἀναπαύσει, καὶ ἀπ’ ἐκείνου ἐν ὕπνοις ὡς ἐν ἡμέρᾳ σκοπιᾶς τεθορυβημένος ἐν ὁράσει καρδίας αὐτοῦ ὡς ἐκπεφευγὼς ἀπὸ προσώπου πολέμου· 7 ἐν καιρῷ χρείας αὐτοῦ ἐξηγέρθη καὶ ἀποθαυμάζων εἰς οὐδένα φόβον. 8 μετὰ πάσης σαρκὸς ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ ἐπὶ ἁμαρτωλῶν ἑπταπλάσια πρὸς ταῦτα· 9 θάνατος καὶ αἷμα καὶ ἔρις καὶ ῥομφαία, ἐπαγωγαί, λιμὸς καὶ σύντριμμα καὶ μάστιξ. 10 ἐπὶ τοὺς ἀνόμους ἐκτίσθη ταῦτα πάντα, καὶ δι’ αὐτοὺς ἐγένετο ὁ κατακλυσμός. 11 πάντα, ὅσα ἀπὸ γῆς, εἰς γῆν ἀναστρέφει, καὶ ἀπὸ ὑδάτων, εἰς θάλασσαν ἀνακάμπτει. 12 Πᾶν δῶρον καὶ ἀδικία ἐξαλειφθήσεται, καὶ πίστις εἰς τὸν αἰῶνα στήσεται. 13 χρήματα ἀδίκων ὡς ποταμὸς ξηρανθήσεται καὶ ὡς βροντὴ μεγάλη ἐν ὑετῷ ἐξηχήσει· 14 ἐν τῷ ἀνοῖξαι αὐτὸν χεῖρας εὐφρανθήσεται, οὕτως οἱ παραβαίνοντες εἰς συντέλειαν ἐκλείψουσιν. 15 ἔκγονα ἀσεβῶν οὐ πληθυνεῖ κλάδους, καὶ ῥίζαι ἀκάθαρτοι ἐπ’ ἀκροτόμου πέτρας· 16 ἄχι ἐπὶ παντὸς ὕδατος καὶ χείλους ποταμοῦ πρὸ παντὸς χόρτου ἐκτιλήσεται. 17 χάρις ὡς παράδεισος ἐν εὐλογίαις, καὶ ἐλεημοσύνη εἰς τὸν αἰῶνα διαμενεῖ. 18 Ζωὴ αὐτάρκους καὶ ἐργάτου γλυκανθήσεται, καὶ ὑπὲρ ἀμφότερα ὁ εὑρίσκων θησαυρόν. 19 τέκνα καὶ οἰκοδομὴ πόλεως στηρίζουσιν ὄνομα, καὶ ὑπὲρ ἀμφότερα γυνὴ ἄμωμος λογίζεται. 20 οἶνος καὶ μουσικὰ εὐφραίνουσιν καρδίαν, καὶ ὑπὲρ ἀμφότερα ἀγάπησις σοφίας. 21 αὐλὸς καὶ ψαλτήριον ἡδύνουσιν μέλη, καὶ ὑπὲρ ἀμφότερα γλῶσσα ἡδεῖα. 22 χάριν καὶ κάλλος ἐπιθυμήσει ὀφθαλμὸς καὶ ὑπὲρ ἀμφότερα χλόην σπόρου. 23 φίλος καὶ ἑταῖρος εἰς καιρὸν ἀπαντῶντες, καὶ ὑπὲρ ἀμφότερα γυνὴ μετὰ ἀνδρός. 24 ἀδελφοὶ καὶ βοήθεια εἰς καιρὸν θλίψεως, καὶ ὑπὲρ ἀμφότερα ἐλεημοσύνη ῥύσεται. 25 χρυσίον καὶ ἀργύριον ἐπιστήσουσιν πόδα, καὶ ὑπὲρ ἀμφότερα βουλὴ εὐδοκιμεῖται. 26 χρήματα καὶ ἰσχὺς ἀνυψώσουσιν καρδίαν, καὶ ὑπὲρ ἀμφότερα φόβος κυρίου· οὐκ ἔστιν ἐν φόβῳ κυρίου ἐλάττωσις, καὶ οὐκ ἔστιν ἐπιζητῆσαι ἐν αὐτῷ βοήθειαν· 27 φόβος κυρίου ὡς παράδεισος εὐλογίας, καὶ ὑπὲρ πᾶσαν δόξαν ἐκάλυψεν αὐτόν. 28 Τέκνον, ζωὴν ἐπαιτήσεως μὴ βιώσῃς· κρεῖσσον ἀποθανεῖν ἢ ἐπαιτεῖν. 29 ἀνὴρ βλέπων εἰς τράπεζαν ἀλλοτρίαν, οὐκ ἔστιν αὐτοῦ ὁ βίος ἐν λογισμῷ ζωῆς, ἀλισγήσει ψυχὴν αὐτοῦ ἐν ἐδέσμασιν ἀλλοτρίοις· ἀνὴρ δὲ ἐπιστήμων καὶ πεπαιδευμένος φυλάξεται. 30 ἐν στόματι ἀναιδοῦς γλυκανθήσεται ἐπαίτησις, καὶ ἐν κοιλίᾳ αὐτοῦ πῦρ καήσεται.
1 Ἀσχολία μεγάλη ἔκτισται παντὶ ἀνθρώπῳ καὶ ζυγὸς βαρὺς ἐπὶ υἱοὺς Αδαμ ἀφ’ ἡμέρας ἐξόδου ἐκ γαστρὸς μητρὸς αὐτῶν ἕως ἡμέρας ἐπιστροφῆς εἰς μητέρα πάντων·
2 τοὺς διαλογισμοὺς αὐτῶν καὶ φόβον καρδίας, ἐπίνοια προσδοκίας, ἡμέρα τελευτῆς.
3 ἀπὸ καθημένου ἐπὶ θρόνου ἐνδόξου καὶ ἕως τεταπεινωμένου ἐν γῇ καὶ σποδῷ,
4 ἀπὸ φοροῦντος ὑακίνθινον καὶ στέφανον καὶ ἕως περιβαλλομένου ὠμόλινον θυμὸς καὶ ζῆλος καὶ ταραχὴ καὶ σάλος καὶ φόβος θανάτου καὶ μηνίαμα καὶ ἔρις.
5 καὶ ἐν καιρῷ ἀναπαύσεως ἐπὶ κοίτης ὕπνος νυκτὸς ἀλλοιοῖ γνῶσιν αὐτοῦ·
6 ὀλίγον ὡς οὐδὲν ἐν ἀναπαύσει, καὶ ἀπ’ ἐκείνου ἐν ὕπνοις ὡς ἐν ἡμέρᾳ σκοπιᾶς τεθορυβημένος ἐν ὁράσει καρδίας αὐτοῦ ὡς ἐκπεφευγὼς ἀπὸ προσώπου πολέμου·
7 ἐν καιρῷ χρείας αὐτοῦ ἐξηγέρθη καὶ ἀποθαυμάζων εἰς οὐδένα φόβον.
8 μετὰ πάσης σαρκὸς ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ ἐπὶ ἁμαρτωλῶν ἑπταπλάσια πρὸς ταῦτα·
9 θάνατος καὶ αἷμα καὶ ἔρις καὶ ῥομφαία, ἐπαγωγαί, λιμὸς καὶ σύντριμμα καὶ μάστιξ.
10 ἐπὶ τοὺς ἀνόμους ἐκτίσθη ταῦτα πάντα, καὶ δι’ αὐτοὺς ἐγένετο ὁ κατακλυσμός.
11 πάντα, ὅσα ἀπὸ γῆς, εἰς γῆν ἀναστρέφει, καὶ ἀπὸ ὑδάτων, εἰς θάλασσαν ἀνακάμπτει.
12 Πᾶν δῶρον καὶ ἀδικία ἐξαλειφθήσεται, καὶ πίστις εἰς τὸν αἰῶνα στήσεται.
13 χρήματα ἀδίκων ὡς ποταμὸς ξηρανθήσεται καὶ ὡς βροντὴ μεγάλη ἐν ὑετῷ ἐξηχήσει·
14 ἐν τῷ ἀνοῖξαι αὐτὸν χεῖρας εὐφρανθήσεται, οὕτως οἱ παραβαίνοντες εἰς συντέλειαν ἐκλείψουσιν.
15 ἔκγονα ἀσεβῶν οὐ πληθυνεῖ κλάδους, καὶ ῥίζαι ἀκάθαρτοι ἐπ’ ἀκροτόμου πέτρας·
16 ἄχι ἐπὶ παντὸς ὕδατος καὶ χείλους ποταμοῦ πρὸ παντὸς χόρτου ἐκτιλήσεται.
17 χάρις ὡς παράδεισος ἐν εὐλογίαις, καὶ ἐλεημοσύνη εἰς τὸν αἰῶνα διαμενεῖ.
18 Ζωὴ αὐτάρκους καὶ ἐργάτου γλυκανθήσεται, καὶ ὑπὲρ ἀμφότερα ὁ εὑρίσκων θησαυρόν.
19 τέκνα καὶ οἰκοδομὴ πόλεως στηρίζουσιν ὄνομα, καὶ ὑπὲρ ἀμφότερα γυνὴ ἄμωμος λογίζεται.
20 οἶνος καὶ μουσικὰ εὐφραίνουσιν καρδίαν, καὶ ὑπὲρ ἀμφότερα ἀγάπησις σοφίας.
21 αὐλὸς καὶ ψαλτήριον ἡδύνουσιν μέλη, καὶ ὑπὲρ ἀμφότερα γλῶσσα ἡδεῖα.
22 χάριν καὶ κάλλος ἐπιθυμήσει ὀφθαλμὸς καὶ ὑπὲρ ἀμφότερα χλόην σπόρου.
23 φίλος καὶ ἑταῖρος εἰς καιρὸν ἀπαντῶντες, καὶ ὑπὲρ ἀμφότερα γυνὴ μετὰ ἀνδρός.
24 ἀδελφοὶ καὶ βοήθεια εἰς καιρὸν θλίψεως, καὶ ὑπὲρ ἀμφότερα ἐλεημοσύνη ῥύσεται.
25 χρυσίον καὶ ἀργύριον ἐπιστήσουσιν πόδα, καὶ ὑπὲρ ἀμφότερα βουλὴ εὐδοκιμεῖται.
26 χρήματα καὶ ἰσχὺς ἀνυψώσουσιν καρδίαν, καὶ ὑπὲρ ἀμφότερα φόβος κυρίου· οὐκ ἔστιν ἐν φόβῳ κυρίου ἐλάττωσις, καὶ οὐκ ἔστιν ἐπιζητῆσαι ἐν αὐτῷ βοήθειαν·
27 φόβος κυρίου ὡς παράδεισος εὐλογίας, καὶ ὑπὲρ πᾶσαν δόξαν ἐκάλυψεν αὐτόν.
28 Τέκνον, ζωὴν ἐπαιτήσεως μὴ βιώσῃς· κρεῖσσον ἀποθανεῖν ἢ ἐπαιτεῖν.
29 ἀνὴρ βλέπων εἰς τράπεζαν ἀλλοτρίαν, οὐκ ἔστιν αὐτοῦ ὁ βίος ἐν λογισμῷ ζωῆς, ἀλισγήσει ψυχὴν αὐτοῦ ἐν ἐδέσμασιν ἀλλοτρίοις· ἀνὴρ δὲ ἐπιστήμων καὶ πεπαιδευμένος φυλάξεται.
30 ἐν στόματι ἀναιδοῦς γλυκανθήσεται ἐπαίτησις, καὶ ἐν κοιλίᾳ αὐτοῦ πῦρ καήσεται.
Traducerea catolică
Traducerea greacă bizantină
1 O mare îndeletnicire
a fost creată pentru fiecare om
și un jug greu asupra fiilor lui Adám
din ziua ieșirii din sânul mamei lor
până în ziua întoarcerii la mama tuturor.
1 Ἀσχολία μεγάλη ἔκτισται παντὶ ἀνθρώπῳ καὶ ζυγὸς βαρὺς ἐπὶ υἱοὺς Αδαμ ἀφ’ ἡμέρας ἐξόδου ἐκ γαστρὸς μητρὸς αὐτῶν ἕως ἡμέρας ἐπιστροφῆς εἰς μητέρα πάντων·
2 Gândul așteptării și ziua sfârșitului
[provoacă] discursurile lor și teama inimii.
2 τοὺς διαλογισμοὺς αὐτῶν καὶ φόβον καρδίας, ἐπίνοια προσδοκίας, ἡμέρα τελευτῆς.
3 De la cel care stă pe un tron glorios
și până la cel care este umilit pe țărână și cenușă,
3 ἀπὸ καθημένου ἐπὶ θρόνου ἐνδόξου καὶ ἕως τεταπεινωμένου ἐν γῇ καὶ σποδῷ,
4 de la cel care poartă purpură și coroană
până la cel învăluit cu haină sărăcăcioasă,
4 ἀπὸ φοροῦντος ὑακίνθινον καὶ στέφανον καὶ ἕως περιβαλλομένου ὠμόλινον θυμὸς καὶ ζῆλος καὶ ταραχὴ καὶ σάλος καὶ φόβος θανάτου καὶ μηνίαμα καὶ ἔρις.
5 [toți sunt apăsați de] furie, invidie,
tulburare și zbucium,teamă de moarte, rivalitate și dezbinare.
Chiar și în timpul odihnei în așternut,
somnul nopții le schimbă cunoștințele.
5 καὶ ἐν καιρῷ ἀναπαύσεως ἐπὶ κοίτης ὕπνος νυκτὸς ἀλλοιοῖ γνῶσιν αὐτοῦ·
6 Puțin, ca nimic în odihnă
și, după aceea, în vise, ca într-o zi de strajă,
este tulburat în viziunile inimii lui
ca un fugar dinaintea luptei.
6 ὀλίγον ὡς οὐδὲν ἐν ἀναπαύσει, καὶ ἀπ’ ἐκείνου ἐν ὕπνοις ὡς ἐν ἡμέρᾳ σκοπιᾶς τεθορυβημένος ἐν ὁράσει καρδίας αὐτοῦ ὡς ἐκπεφευγὼς ἀπὸ προσώπου πολέμου·
7 La timpul când e nevoie, se ridică
și se miră că nu era nimic de temut.
7 ἐν καιρῷ χρείας αὐτοῦ ἐξηγέρθη καὶ ἀποθαυμάζων εἰς οὐδένα φόβον.
8 [Așa este] pentru orice făptură,
de la om până la animal,
dar pentru păcătoși, de șapte ori mai mult:
8 μετὰ πάσης σαρκὸς ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ ἐπὶ ἁμαρτωλῶν ἑπταπλάσια πρὸς ταῦτα·
9 moarte, sânge, dezbinare și sabie,
pericole, foamete, ruină și bici.
9 θάνατος καὶ αἷμα καὶ ἔρις καὶ ῥομφαία, ἐπαγωγαί, λιμὸς καὶ σύντριμμα καὶ μάστιξ.
10 Împotriva celor fărădelegeau fost create toate acestea
și din cauza lor a fost potopul.
10 ἐπὶ τοὺς ἀνόμους ἐκτίσθη ταῦτα πάντα, καὶ δι’ αὐτοὺς ἐγένετο ὁ κατακλυσμός.
11 Toate câte sunt din pământ se vor întoarce în pământ
și [cele] din apă vor reveni în mare.
11 πάντα, ὅσα ἀπὸ γῆς, εἰς γῆν ἀναστρέφει, καὶ ἀπὸ ὑδάτων, εἰς θάλασσαν ἀνακάμπτει.
12 Orice dar și nedreptate vor dispărea,
dar credința va rămâne în veci.
12 Πᾶν δῶρον καὶ ἀδικία ἐξαλειφθήσεται, καὶ πίστις εἰς τὸν αἰῶνα στήσεται.
13 Avuțiile celor nedrepți se vor usca precum un râu
și ca un tunet mare care se risipește în ploaie.
13 χρήματα ἀδίκων ὡς ποταμὸς ξηρανθήσεται καὶ ὡς βροντὴ μεγάλη ἐν ὑετῷ ἐξηχήσει·
14 Când el își deschide mâinile, se bucură,
astfel și cei care încalcă [poruncile]
vor cădea la sfârșit.
14 ἐν τῷ ἀνοῖξαι αὐτὸν χεῖρας εὐφρανθήσεται, οὕτως οἱ παραβαίνοντες εἰς συντέλειαν ἐκλείψουσιν.
15 Descendența celor nelegiuiți
nu-și va înmulți ramurile
și rădăcinile necurate stau pe o stâncă abruptă.
15 ἔκγονα ἀσεβῶν οὐ πληθυνεῖ κλάδους, καὶ ῥίζαι ἀκάθαρτοι ἐπ’ ἀκροτόμου πέτρας·
16 Trestia de lângă orice apă și de pe malurile râului
va fi smulsă înaintea oricărei buruieni.
16 ἄχι ἐπὶ παντὸς ὕδατος καὶ χείλους ποταμοῦ πρὸ παντὸς χόρτου ἐκτιλήσεται.
17 Bunătatea este ca un paradis cu binecuvântări
și pomana va rămâne în veci.
17 χάρις ὡς παράδεισος ἐν εὐλογίαις, καὶ ἐλεημοσύνη εἰς τὸν αἰῶνα διαμενεῖ.
18 Viața celui independent și a lucrătorului va fi dulce,
dar mai presus de amândoi
este cel care găsește o comoară.
18 Ζωὴ αὐτάρκους καὶ ἐργάτου γλυκανθήσεται, καὶ ὑπὲρ ἀμφότερα ὁ εὑρίσκων θησαυρόν.
19 Copiii și construirea cetății statornicesc numele,
dar mai presus de amândouă
este socotită femeia fără cusur.
19 τέκνα καὶ οἰκοδομὴ πόλεως στηρίζουσιν ὄνομα, καὶ ὑπὲρ ἀμφότερα γυνὴ ἄμωμος λογίζεται.
20 Vinul și muzica îmbucură inima,
și mai presus de amândouă,
iubirea înțelepciunii.
20 οἶνος καὶ μουσικὰ εὐφραίνουσιν καρδίαν, καὶ ὑπὲρ ἀμφότερα ἀγάπησις σοφίας.
21 Flautul și psalterionul fac plăcută melodia,
dar mai presus de amândouă este limba plăcută.
21 αὐλὸς καὶ ψαλτήριον ἡδύνουσιν μέλη, καὶ ὑπὲρ ἀμφότερα γλῶσσα ἡδεῖα.
22 Grația și frumusețea le dorește ochiul,
dar mai presus de amândouă
este verdeața semănăturii.
22 χάριν καὶ κάλλος ἐπιθυμήσει ὀφθαλμὸς καὶ ὑπὲρ ἀμφότερα χλόην σπόρου.
23 Prietenul și tovarășul se întâlnesc la timp,
dar mai presus de amândoi, femeia cu bărbatul.
23 φίλος καὶ ἑταῖρος εἰς καιρὸν ἀπαντῶντες, καὶ ὑπὲρ ἀμφότερα γυνὴ μετὰ ἀνδρός.
24 Frații și ajutorul sunt
pentru timpul strâmtorării,
dar mai presus de amândouă
va salva pomana.
24 ἀδελφοὶ καὶ βοήθεια εἰς καιρὸν θλίψεως, καὶ ὑπὲρ ἀμφότερα ἐλεημοσύνη ῥύσεται.
25 Aurul și argintul dau siguranță piciorului,
dar mai presus de amândouă
este apreciat sfatul.
25 χρυσίον καὶ ἀργύριον ἐπιστήσουσιν πόδα, καὶ ὑπὲρ ἀμφότερα βουλὴ εὐδοκιμεῖται.
26 Averea și puterea vor înălța inima,
dar mai presus de amândouă
este teama de Domnul.
În teama de Domnul nu este pagubă
și în ea nu mai trebuie căutat ajutor.
26 χρήματα καὶ ἰσχὺς ἀνυψώσουσιν καρδίαν, καὶ ὑπὲρ ἀμφότερα φόβος κυρίου· οὐκ ἔστιν ἐν φόβῳ κυρίου ἐλάττωσις, καὶ οὐκ ἔστιν ἐπιζητῆσαι ἐν αὐτῷ βοήθειαν·
27 Teama de Domnul
este un paradis de binecuvântare,
dar mai presus de orice glorie,
ea îl protejează [pe om].
27 φόβος κυρίου ὡς παράδεισος εὐλογίας, καὶ ὑπὲρ πᾶσαν δόξαν ἐκάλυψεν αὐτόν.
28 Fiule, nu trăi o viață de cerșetor!
E mai bine să mori decât să cerșești.
28 Τέκνον, ζωὴν ἐπαιτήσεως μὴ βιώσῃς· κρεῖσσον ἀποθανεῖν ἢ ἐπαιτεῖν.
29 Pentru bărbatul care privește la masa străină,
viața lui nu este de socotit viață.
El își va întina sufletul la mesele străine,
însă bărbatul cunoscător și educat se va feri.
29 ἀνὴρ βλέπων εἰς τράπεζαν ἀλλοτρίαν, οὐκ ἔστιν αὐτοῦ ὁ βίος ἐν λογισμῷ ζωῆς, ἀλισγήσει ψυχὴν αὐτοῦ ἐν ἐδέσμασιν ἀλλοτρίοις· ἀνὴρ δὲ ἐπιστήμων καὶ πεπαιδευμένος φυλάξεται.
30 În gura celui nerușinat este dulce cerșitul,
dar în sânul său un foc va arde.
30 ἐν στόματι ἀναιδοῦς γλυκανθήσεται ἐπαίτησις, καὶ ἐν κοιλίᾳ αὐτοῦ πῦρ καήσεται.