1 Τίμα ἰατρὸν πρὸς τὰς χρείας αὐτοῦ τιμαῖς αὐτοῦ, καὶ γὰρ αὐτὸν ἔκτισεν κύριος· 2 παρὰ γὰρ ὑψίστου ἐστὶν ἴασις, καὶ παρὰ βασιλέως λήμψεται δόμα. 3 ἐπιστήμη ἰατροῦ ἀνυψώσει κεφαλὴν αὐτοῦ, καὶ ἔναντι μεγιστάνων θαυμασθήσεται. 4 κύριος ἔκτισεν ἐκ γῆς φάρμακα, καὶ ἀνὴρ φρόνιμος οὐ προσοχθιεῖ αὐτοῖς. 5 οὐκ ἀπὸ ξύλου ἐγλυκάνθη ὕδωρ εἰς τὸ γνωσθῆναι τὴν ἰσχὺν αὐτοῦ; 6 καὶ αὐτὸς ἔδωκεν ἀνθρώποις ἐπιστήμην ἐνδοξάζεσθαι ἐν τοῖς θαυμασίοις αὐτοῦ· 7 ἐν αὐτοῖς ἐθεράπευσεν καὶ ἦρεν τὸν πόνον αὐτοῦ, μυρεψὸς ἐν τούτοις ποιήσει μεῖγμα, 8 καὶ οὐ μὴ συντελεσθῇ ἔργα αὐτοῦ, καὶ εἰρήνη παρ’ αὐτοῦ ἐστιν ἐπὶ προσώπου τῆς γῆς. 9 Τέκνον, ἐν ἀρρωστήματί σου μὴ παράβλεπε, ἀλλ’ εὖξαι κυρίῳ, καὶ αὐτὸς ἰάσεταί σε· 10 ἀπόστησον πλημμέλειαν καὶ εὔθυνον χεῖρας καὶ ἀπὸ πάσης ἁμαρτίας καθάρισον καρδίαν· 11 δὸς εὐωδίαν καὶ μνημόσυνον σεμιδάλεως καὶ λίπανον προσφορὰν ὡς μὴ ὑπάρχων. 12 καὶ ἰατρῷ δὸς τόπον, καὶ γὰρ αὐτὸν ἔκτισεν κύριος, καὶ μὴ ἀποστήτω σου, καὶ γὰρ αὐτοῦ χρεία. 13 ἔστιν καιρὸς ὅτε καὶ ἐν χερσὶν αὐτῶν εὐοδία· 14 καὶ γὰρ αὐτοὶ κυρίου δεηθήσονται, ἵνα εὐοδώσῃ αὐτοῖς ἀνάπαυσιν καὶ ἴασιν χάριν ἐμβιώσεως. 15 ὁ ἁμαρτάνων ἔναντι τοῦ ποιήσαντος αὐτὸν ἐμπέσοι εἰς χεῖρας ἰατροῦ. 16 Τέκνον, ἐπὶ νεκρῷ κατάγαγε δάκρυα καὶ ὡς δεινὰ πάσχων ἔναρξαι θρήνου, κατὰ δὲ τὴν κρίσιν αὐτοῦ περίστειλον τὸ σῶμα αὐτοῦ καὶ μὴ ὑπερίδῃς τὴν ταφὴν αὐτοῦ. 17 πίκρανον κλαυθμὸν καὶ θέρμανον κοπετὸν καὶ ποίησον τὸ πένθος κατὰ τὴν ἀξίαν αὐτοῦ ἡμέραν μίαν καὶ δύο χάριν διαβολῆς καὶ παρακλήθητι λύπης ἕνεκα· 18 ἀπὸ λύπης γὰρ ἐκβαίνει θάνατος, καὶ λύπη καρδίας κάμψει ἰσχύν. 19 ἐν ἐπαγωγῇ παραμένει καὶ λύπη, καὶ βίος πτωχοῦ κατὰ καρδίας. 20 μὴ δῷς εἰς λύπην τὴν καρδίαν σου, ἀπόστησον αὐτὴν μνησθεὶς τὰ ἔσχατα· 21 μὴ ἐπιλάθῃ, οὐ γάρ ἐστιν ἐπάνοδος, καὶ τοῦτον οὐκ ὠφελήσεις καὶ σεαυτὸν κακώσεις. 22 μνήσθητι τὸ κρίμα μου, ὅτι οὕτως καὶ τὸ σόν· ἐμοὶ ἐχθὲς καὶ σοὶ σήμερον. 23 ἐν ἀναπαύσει νεκροῦ κατάπαυσον τὸ μνημόσυνον αὐτοῦ καὶ παρακλήθητι ἐν αὐτῷ ἐν ἐξόδῳ πνεύματος αὐτοῦ. 24 Σοφία γραμματέως ἐν εὐκαιρίᾳ σχολῆς, καὶ ὁ ἐλασσούμενος πράξει αὐτοῦ σοφισθήσεται. 25 τί σοφισθήσεται ὁ κρατῶν ἀρότρου καὶ καυχώμενος ἐν δόρατι κέντρου, βόας ἐλαύνων καὶ ἀναστρεφόμενος ἐν ἔργοις αὐτῶν, καὶ ἡ διήγησις αὐτοῦ ἐν υἱοῖς ταύρων; 26 καρδίαν αὐτοῦ δώσει ἐκδοῦναι αὔλακας, καὶ ἡ ἀγρυπνία αὐτοῦ εἰς χορτάσματα δαμάλεων. 27 οὕτως πᾶς τέκτων καὶ ἀρχιτέκτων, ὅστις νύκτωρ ὡς ἡμέρας διάγει· οἱ γλύφοντες γλύμματα σφραγίδων, καὶ ἡ ἐπιμονὴ αὐτοῦ ἀλλοιῶσαι ποικιλίαν· καρδίαν αὐτοῦ δώσει εἰς ὁμοιῶσαι ζωγραφίαν, καὶ ἡ ἀγρυπνία αὐτοῦ τελέσαι ἔργον. 28 οὕτως χαλκεὺς καθήμενος ἐγγὺς ἄκμονος καὶ καταμανθάνων ἔργα σιδήρου· ἀτμὶς πυρὸς τήξει σάρκας αὐτοῦ, καὶ ἐν θέρμῃ καμίνου διαμαχήσεται· φωνῇ σφύρης κλινεῖ τὸ οὖς αὐτοῦ, καὶ κατέναντι ὁμοιώματος σκεύους οἱ ὀφθαλμοὶ αὐτοῦ· καρδίαν αὐτοῦ δώσει εἰς συντέλειαν ἔργων, καὶ ἡ ἀγρυπνία αὐτοῦ κοσμῆσαι ἐπὶ συντελείας. 29 οὕτως κεραμεὺς καθήμενος ἐν ἔργῳ αὐτοῦ καὶ συστρέφων ἐν ποσὶν αὐτοῦ τροχόν, ὃς ἐν μερίμνῃ κεῖται διὰ παντὸς ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐναρίθμιος πᾶσα ἡ ἐργασία αὐτοῦ· 30 ἐν βραχίονι αὐτοῦ τυπώσει πηλὸν καὶ πρὸ ποδῶν κάμψει ἰσχὺν αὐτοῦ· καρδίαν ἐπιδώσει συντελέσαι τὸ χρῖσμα, καὶ ἡ ἀγρυπνία αὐτοῦ καθαρίσαι κάμινον. 31 Πάντες οὗτοι εἰς χεῖρας αὐτῶν ἐνεπίστευσαν, καὶ ἕκαστος ἐν τῷ ἔργῳ αὐτοῦ σοφίζεται· 32 ἄνευ αὐτῶν οὐκ οἰκισθήσεται πόλις, καὶ οὐ παροικήσουσιν οὐδὲ περιπατήσουσιν. 33 ἀλλ’ εἰς βουλὴν λαοῦ οὐ ζητηθήσονται καὶ ἐν ἐκκλησίᾳ οὐχ ὑπεραλοῦνται· ἐπὶ δίφρον δικαστοῦ οὐ καθιοῦνται καὶ διαθήκην κρίματος οὐ διανοηθήσονται. 34 οὐδὲ μὴ ἐκφάνωσιν παιδείαν καὶ κρίμα καὶ ἐν παραβολαῖς οὐχ εὑρεθήσονται, ἀλλὰ κτίσμα αἰῶνος στηρίσουσιν, καὶ ἡ δέησις αὐτῶν ἐν ἐργασίᾳ τέχνης.
1 Τίμα ἰατρὸν πρὸς τὰς χρείας αὐτοῦ τιμαῖς αὐτοῦ, καὶ γὰρ αὐτὸν ἔκτισεν κύριος·
2 παρὰ γὰρ ὑψίστου ἐστὶν ἴασις, καὶ παρὰ βασιλέως λήμψεται δόμα.
3 ἐπιστήμη ἰατροῦ ἀνυψώσει κεφαλὴν αὐτοῦ, καὶ ἔναντι μεγιστάνων θαυμασθήσεται.
4 κύριος ἔκτισεν ἐκ γῆς φάρμακα, καὶ ἀνὴρ φρόνιμος οὐ προσοχθιεῖ αὐτοῖς.
5 οὐκ ἀπὸ ξύλου ἐγλυκάνθη ὕδωρ εἰς τὸ γνωσθῆναι τὴν ἰσχὺν αὐτοῦ;
6 καὶ αὐτὸς ἔδωκεν ἀνθρώποις ἐπιστήμην ἐνδοξάζεσθαι ἐν τοῖς θαυμασίοις αὐτοῦ·
7 ἐν αὐτοῖς ἐθεράπευσεν καὶ ἦρεν τὸν πόνον αὐτοῦ, μυρεψὸς ἐν τούτοις ποιήσει μεῖγμα,
8 καὶ οὐ μὴ συντελεσθῇ ἔργα αὐτοῦ, καὶ εἰρήνη παρ’ αὐτοῦ ἐστιν ἐπὶ προσώπου τῆς γῆς.
9 Τέκνον, ἐν ἀρρωστήματί σου μὴ παράβλεπε, ἀλλ’ εὖξαι κυρίῳ, καὶ αὐτὸς ἰάσεταί σε·
10 ἀπόστησον πλημμέλειαν καὶ εὔθυνον χεῖρας καὶ ἀπὸ πάσης ἁμαρτίας καθάρισον καρδίαν·
11 δὸς εὐωδίαν καὶ μνημόσυνον σεμιδάλεως καὶ λίπανον προσφορὰν ὡς μὴ ὑπάρχων.
12 καὶ ἰατρῷ δὸς τόπον, καὶ γὰρ αὐτὸν ἔκτισεν κύριος, καὶ μὴ ἀποστήτω σου, καὶ γὰρ αὐτοῦ χρεία.
13 ἔστιν καιρὸς ὅτε καὶ ἐν χερσὶν αὐτῶν εὐοδία·
14 καὶ γὰρ αὐτοὶ κυρίου δεηθήσονται, ἵνα εὐοδώσῃ αὐτοῖς ἀνάπαυσιν καὶ ἴασιν χάριν ἐμβιώσεως.
15 ὁ ἁμαρτάνων ἔναντι τοῦ ποιήσαντος αὐτὸν ἐμπέσοι εἰς χεῖρας ἰατροῦ.
16 Τέκνον, ἐπὶ νεκρῷ κατάγαγε δάκρυα καὶ ὡς δεινὰ πάσχων ἔναρξαι θρήνου, κατὰ δὲ τὴν κρίσιν αὐτοῦ περίστειλον τὸ σῶμα αὐτοῦ καὶ μὴ ὑπερίδῃς τὴν ταφὴν αὐτοῦ.
17 πίκρανον κλαυθμὸν καὶ θέρμανον κοπετὸν καὶ ποίησον τὸ πένθος κατὰ τὴν ἀξίαν αὐτοῦ ἡμέραν μίαν καὶ δύο χάριν διαβολῆς καὶ παρακλήθητι λύπης ἕνεκα·
18 ἀπὸ λύπης γὰρ ἐκβαίνει θάνατος, καὶ λύπη καρδίας κάμψει ἰσχύν.
19 ἐν ἐπαγωγῇ παραμένει καὶ λύπη, καὶ βίος πτωχοῦ κατὰ καρδίας.
20 μὴ δῷς εἰς λύπην τὴν καρδίαν σου, ἀπόστησον αὐτὴν μνησθεὶς τὰ ἔσχατα·
21 μὴ ἐπιλάθῃ, οὐ γάρ ἐστιν ἐπάνοδος, καὶ τοῦτον οὐκ ὠφελήσεις καὶ σεαυτὸν κακώσεις.
22 μνήσθητι τὸ κρίμα μου, ὅτι οὕτως καὶ τὸ σόν· ἐμοὶ ἐχθὲς καὶ σοὶ σήμερον.
23 ἐν ἀναπαύσει νεκροῦ κατάπαυσον τὸ μνημόσυνον αὐτοῦ καὶ παρακλήθητι ἐν αὐτῷ ἐν ἐξόδῳ πνεύματος αὐτοῦ.
24 Σοφία γραμματέως ἐν εὐκαιρίᾳ σχολῆς, καὶ ὁ ἐλασσούμενος πράξει αὐτοῦ σοφισθήσεται.
25 τί σοφισθήσεται ὁ κρατῶν ἀρότρου καὶ καυχώμενος ἐν δόρατι κέντρου, βόας ἐλαύνων καὶ ἀναστρεφόμενος ἐν ἔργοις αὐτῶν, καὶ ἡ διήγησις αὐτοῦ ἐν υἱοῖς ταύρων;
26 καρδίαν αὐτοῦ δώσει ἐκδοῦναι αὔλακας, καὶ ἡ ἀγρυπνία αὐτοῦ εἰς χορτάσματα δαμάλεων.
27 οὕτως πᾶς τέκτων καὶ ἀρχιτέκτων, ὅστις νύκτωρ ὡς ἡμέρας διάγει· οἱ γλύφοντες γλύμματα σφραγίδων, καὶ ἡ ἐπιμονὴ αὐτοῦ ἀλλοιῶσαι ποικιλίαν· καρδίαν αὐτοῦ δώσει εἰς ὁμοιῶσαι ζωγραφίαν, καὶ ἡ ἀγρυπνία αὐτοῦ τελέσαι ἔργον.
28 οὕτως χαλκεὺς καθήμενος ἐγγὺς ἄκμονος καὶ καταμανθάνων ἔργα σιδήρου· ἀτμὶς πυρὸς τήξει σάρκας αὐτοῦ, καὶ ἐν θέρμῃ καμίνου διαμαχήσεται· φωνῇ σφύρης κλινεῖ τὸ οὖς αὐτοῦ, καὶ κατέναντι ὁμοιώματος σκεύους οἱ ὀφθαλμοὶ αὐτοῦ· καρδίαν αὐτοῦ δώσει εἰς συντέλειαν ἔργων, καὶ ἡ ἀγρυπνία αὐτοῦ κοσμῆσαι ἐπὶ συντελείας.
29 οὕτως κεραμεὺς καθήμενος ἐν ἔργῳ αὐτοῦ καὶ συστρέφων ἐν ποσὶν αὐτοῦ τροχόν, ὃς ἐν μερίμνῃ κεῖται διὰ παντὸς ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐναρίθμιος πᾶσα ἡ ἐργασία αὐτοῦ·
30 ἐν βραχίονι αὐτοῦ τυπώσει πηλὸν καὶ πρὸ ποδῶν κάμψει ἰσχὺν αὐτοῦ· καρδίαν ἐπιδώσει συντελέσαι τὸ χρῖσμα, καὶ ἡ ἀγρυπνία αὐτοῦ καθαρίσαι κάμινον.
31 Πάντες οὗτοι εἰς χεῖρας αὐτῶν ἐνεπίστευσαν, καὶ ἕκαστος ἐν τῷ ἔργῳ αὐτοῦ σοφίζεται·
32 ἄνευ αὐτῶν οὐκ οἰκισθήσεται πόλις, καὶ οὐ παροικήσουσιν οὐδὲ περιπατήσουσιν.
33 ἀλλ’ εἰς βουλὴν λαοῦ οὐ ζητηθήσονται καὶ ἐν ἐκκλησίᾳ οὐχ ὑπεραλοῦνται· ἐπὶ δίφρον δικαστοῦ οὐ καθιοῦνται καὶ διαθήκην κρίματος οὐ διανοηθήσονται.
34 οὐδὲ μὴ ἐκφάνωσιν παιδείαν καὶ κρίμα καὶ ἐν παραβολαῖς οὐχ εὑρεθήσονται, ἀλλὰ κτίσμα αἰῶνος στηρίσουσιν, καὶ ἡ δέησις αὐτῶν ἐν ἐργασίᾳ τέχνης.
Traducerea catolică
Traducerea greacă bizantină
1 Cinstește-l pe doctor cu cinstea datorată lui pentru foloasele sale,
căci Domnul l-a creat și pe el!
1 Τίμα ἰατρὸν πρὸς τὰς χρείας αὐτοῦ τιμαῖς αὐτοῦ, καὶ γὰρ αὐτὸν ἔκτισεν κύριος·
2 Vindecarea este de la Cel Preaînalt
și el va primi daruri de la rege!
2 παρὰ γὰρ ὑψίστου ἐστὶν ἴασις, καὶ παρὰ βασιλέως λήμψεται δόμα.
3 Cunoașterea doctorului îi va înălța capul
și înaintea celor mari el va fi admirat.
3 ἐπιστήμη ἰατροῦ ἀνυψώσει κεφαλὴν αὐτοῦ, καὶ ἔναντι μεγιστάνων θαυμασθήσεται.
4 Domnul a creat din pământ leacurile
și omul priceput nu le disprețuiește.
4 κύριος ἔκτισεν ἐκ γῆς φάρμακα, καὶ ἀνὴρ φρόνιμος οὐ προσοχθιεῖ αὐτοῖς.
5 Nu a fost îndulcită apa printr-un lemn,
ca să fie cunoscută puterea lui?
5 οὐκ ἀπὸ ξύλου ἐγλυκάνθη ὕδωρ εἰς τὸ γνωσθῆναι τὴν ἰσχὺν αὐτοῦ;
6 El le-a dat oamenilor cunoașterea
ca să se glorifice prin minunile sale.
6 καὶ αὐτὸς ἔδωκεν ἀνθρώποις ἐπιστήμην ἐνδοξάζεσθαι ἐν τοῖς θαυμασίοις αὐτοῦ·
7 El a vindecat prin acestea
și a luat chinul [omului],
farmacistul va face amestecuri cu ele.
7 ἐν αὐτοῖς ἐθεράπευσεν καὶ ἦρεν τὸν πόνον αὐτοῦ, μυρεψὸς ἐν τούτοις ποιήσει μεῖγμα,
8 Faptele lui nu se sfârșesc
și pacea de la el este pe fața pământului.
8 καὶ οὐ μὴ συντελεσθῇ ἔργα αὐτοῦ, καὶ εἰρήνη παρ’ αὐτοῦ ἐστιν ἐπὶ προσώπου τῆς γῆς.
9 Fiule, nu trece cu vederea
în [timpul] bolii tale,
ci roagă-te Domnului și el te va vindeca!
9 Τέκνον, ἐν ἀρρωστήματί σου μὴ παράβλεπε, ἀλλ’ εὖξαι κυρίῳ, καὶ αὐτὸς ἰάσεταί σε·
10 Îndepărtează greșeala și întărește-ți mâinile
și purifică-ți inima de orice păcat!
10 ἀπόστησον πλημμέλειαν καὶ εὔθυνον χεῖρας καὶ ἀπὸ πάσης ἁμαρτίας καθάρισον καρδίαν·
11 Adu [dar] de bună mireasmă
și memorial de făină aleasă
și unge ofranda după puterea ta!
11 δὸς εὐωδίαν καὶ μνημόσυνον σεμιδάλεως καὶ λίπανον προσφορὰν ὡς μὴ ὑπάρχων.
12 Fă-i loc doctorului
– căci Domnul l-a creat și pe el –
să nu stea departe de tine, căci ai nevoie de el!
12 καὶ ἰατρῷ δὸς τόπον, καὶ γὰρ αὐτὸν ἔκτισεν κύριος, καὶ μὴ ἀποστήτω σου, καὶ γὰρ αὐτοῦ χρεία.
13 Este un timp
când succesul este și în mâinile lui.
13 ἔστιν καιρὸς ὅτε καὶ ἐν χερσὶν αὐτῶν εὐοδία·
14 Căci și ei cer de la Domnul să dea prin ei tihnă
și vindecare în folosul vieții.
14 καὶ γὰρ αὐτοὶ κυρίου δεηθήσονται, ἵνα εὐοδώσῃ αὐτοῖς ἀνάπαυσιν καὶ ἴασιν χάριν ἐμβιώσεως.
15 Cel care păcătuiește înaintea celui care l-a făcut
va cădea în mâinile doctorului.
15 ὁ ἁμαρτάνων ἔναντι τοῦ ποιήσαντος αὐτὸν ἐμπέσοι εἰς χεῖρας ἰατροῦ.
16 Fiule, varsă lacrimi pentru cel mort
și, ca unul care pătimește teribil, începe jalea!
Înmormântează-i trupul după cum este stabilit
și nu trece cu vederea mormântul lui!
16 Τέκνον, ἐπὶ νεκρῷ κατάγαγε δάκρυα καὶ ὡς δεινὰ πάσχων ἔναρξαι θρήνου, κατὰ δὲ τὴν κρίσιν αὐτοῦ περίστειλον τὸ σῶμα αὐτοῦ καὶ μὴ ὑπερίδῃς τὴν ταφὴν αὐτοῦ.
17 Plângi amar și jelește fierbinte;
fă doliu, după vrednicia lui, o zi sau două
pentru evitarea acuzației
și lasă-te mângâiat de tristețe!
17 πίκρανον κλαυθμὸν καὶ θέρμανον κοπετὸν καὶ ποίησον τὸ πένθος κατὰ τὴν ἀξίαν αὐτοῦ ἡμέραν μίαν καὶ δύο χάριν διαβολῆς καὶ παρακλήθητι λύπης ἕνεκα·
18 Din tristețe poate veni moartea
și tristețea inimii încovoaie puterea.
18 ἀπὸ λύπης γὰρ ἐκβαίνει θάνατος, καὶ λύπη καρδίας κάμψει ἰσχύν.
19 În pericol rămâne și tristețea,
iar viața săracului e împotriva inimii.
19 ἐν ἐπαγωγῇ παραμένει καὶ λύπη, καὶ βίος πτωχοῦ κατὰ καρδίας.
20 Nu-ți deda tristeții sufletul,
ține-o departe, amintindu-ți de cele din urmă!
20 μὴ δῷς εἰς λύπην τὴν καρδίαν σου, ἀπόστησον αὐτὴν μνησθεὶς τὰ ἔσχατα·
21 Amintește-ți! Nu este cale de întoarcere;
lui nu-i este de folos, iar ție îți face rău.
21 μὴ ἐπιλάθῃ, οὐ γάρ ἐστιν ἐπάνοδος, καὶ τοῦτον οὐκ ὠφελήσεις καὶ σεαυτὸν κακώσεις.
22 Amintește-ți de judecata mea,
căci la fel va fi și a ta:
„Azi pentru mine, mâine pentru tine!”.
22 μνήσθητι τὸ κρίμα μου, ὅτι οὕτως καὶ τὸ σόν· ἐμοὶ ἐχθὲς καὶ σοὶ σήμερον.
23 În odihna celui mort se odihnește și amintirea lui;
mângâie-te pentru el la ieșirea duhului său!
23 ἐν ἀναπαύσει νεκροῦ κατάπαυσον τὸ μνημόσυνον αὐτοῦ καὶ παρακλήθητι ἐν αὐτῷ ἐν ἐξόδῳ πνεύματος αὐτοῦ.
24 Înțelepciunea cărturarului este în timpul de răgaz
și cel care are puține de făcut va deveni înțelept.
24 Σοφία γραμματέως ἐν εὐκαιρίᾳ σχολῆς, καὶ ὁ ἐλασσούμενος πράξει αὐτοῦ σοφισθήσεται.
25 Cum va deveni înțelept cel care ține plugul
și se mândrește cu bâta cu țepușă,
conducând boii și ducându-și viața cu munca lor,
și când discursul lui este despre viței?
25 τί σοφισθήσεται ὁ κρατῶν ἀρότρου καὶ καυχώμενος ἐν δόρατι κέντρου, βόας ἐλαύνων καὶ ἀναστρεφόμενος ἐν ἔργοις αὐτῶν, καὶ ἡ διήγησις αὐτοῦ ἐν υἱοῖς ταύρων;
26 Își pune la inimă să întoarcă brazde
și lipsa somnului său este pentru nutrețul junincilor!
26 καρδίαν αὐτοῦ δώσει ἐκδοῦναι αὔλακας, καὶ ἡ ἀγρυπνία αὐτοῦ εἰς χορτάσματα δαμάλεων.
27 Așa sunt orice meșteșugar și artizan
care petrec noaptea ca ziua:
sunt cei ce încrustează inscripții pe sigilii
și cu răbdare [caută] să schimbe modelul.
Ei își pun la inimă să facă asemănător desenul
și lipsa lor de somn este pentru terminarea lucrării.
27 οὕτως πᾶς τέκτων καὶ ἀρχιτέκτων, ὅστις νύκτωρ ὡς ἡμέρας διάγει· οἱ γλύφοντες γλύμματα σφραγίδων, καὶ ἡ ἐπιμονὴ αὐτοῦ ἀλλοιῶσαι ποικιλίαν· καρδίαν αὐτοῦ δώσει εἰς ὁμοιῶσαι ζωγραφίαν, καὶ ἡ ἀγρυπνία αὐτοῦ τελέσαι ἔργον.
28 Așa este și fierarul așezat lângă nicovală,
învățat cu lucratul fierului:
aburii focului îi topesc trupul
și se luptă cu căldura cuptorului.
Zgomotul ciocanului asurzește urechile sale,
ochii sunt înaintea asemănării obiectului;
își pune la inimă terminarea lucrării
și lipsa lui de somn este ca să o înfrumusețeze
până la desăvârșire.
28 οὕτως χαλκεὺς καθήμενος ἐγγὺς ἄκμονος καὶ καταμανθάνων ἔργα σιδήρου· ἀτμὶς πυρὸς τήξει σάρκας αὐτοῦ, καὶ ἐν θέρμῃ καμίνου διαμαχήσεται· φωνῇ σφύρης κλινεῖ τὸ οὖς αὐτοῦ, καὶ κατέναντι ὁμοιώματος σκεύους οἱ ὀφθαλμοὶ αὐτοῦ· καρδίαν αὐτοῦ δώσει εἰς συντέλειαν ἔργων, καὶ ἡ ἀγρυπνία αὐτοῦ κοσμῆσαι ἐπὶ συντελείας.
29 Tot astfel este olarul așezat la lucrul său
și care învârte cu piciorul roata,
care stă mereu preocupat de lucrul lui,
și toată lucrarea lui este numărată.
29 οὕτως κεραμεὺς καθήμενος ἐν ἔργῳ αὐτοῦ καὶ συστρέφων ἐν ποσὶν αὐτοῦ τροχόν, ὃς ἐν μερίμνῃ κεῖται διὰ παντὸς ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐναρίθμιος πᾶσα ἡ ἐργασία αὐτοῦ·
30 Cu brațul său modelează lutul
și picioarele îi încovoaie puterea;
își pune la inimă să termine vopsitul
și lipsa lui de somn
este pentru curățirea cuptorului.
30 ἐν βραχίονι αὐτοῦ τυπώσει πηλὸν καὶ πρὸ ποδῶν κάμψει ἰσχὺν αὐτοῦ· καρδίαν ἐπιδώσει συντελέσαι τὸ χρῖσμα, καὶ ἡ ἀγρυπνία αὐτοῦ καθαρίσαι κάμινον.
31 Toți aceștia se încred în mâinile lor
și fiecare este înțelept în lucrarea lui.
31 Πάντες οὗτοι εἰς χεῖρας αὐτῶν ἐνεπίστευσαν, καὶ ἕκαστος ἐν τῷ ἔργῳ αὐτοῦ σοφίζεται·
32 Fără ei nu s-ar construi cetatea,
nu s-ar locui și nu s-ar umbla [prin ea].
32 ἄνευ αὐτῶν οὐκ οἰκισθήσεται πόλις, καὶ οὐ παροικήσουσιν οὐδὲ περιπατήσουσιν.
33 Dar nu sunt căutați în sfatul poporului,
nici în adunare nu vor sta deasupra
și nu vor ședea pe scaunul judecătorului,
iar dispozițiile judecății nu le vor înțelege.
33 ἀλλ’ εἰς βουλὴν λαοῦ οὐ ζητηθήσονται καὶ ἐν ἐκκλησίᾳ οὐχ ὑπεραλοῦνται· ἐπὶ δίφρον δικαστοῦ οὐ καθιοῦνται καὶ διαθήκην κρίματος οὐ διανοηθήσονται.
34 Ei nu vor pune în lumină educația și judecata
și nu vor fi aflați [ocupându-se] cu parabole,
dar ei susțin creația din veac
și rugăciunea lor este în lucrarea meseriei.
Altfel este cu cel care-și pune la inimă
și se gândește la legea Celui Preaînalt.
34 οὐδὲ μὴ ἐκφάνωσιν παιδείαν καὶ κρίμα καὶ ἐν παραβολαῖς οὐχ εὑρεθήσονται, ἀλλὰ κτίσμα αἰῶνος στηρίσουσιν, καὶ ἡ δέησις αὐτῶν ἐν ἐργασίᾳ τέχνης.