1 Ἐν τρισὶν ὡραίσθην καὶ ἀνέστην ὡραία ἔναντι κυρίου καὶ ἀνθρώπων· ὁμόνοια ἀδελφῶν, καὶ φιλία τῶν πλησίον, καὶ γυνὴ καὶ ἀνὴρ ἑαυτοῖς συμπεριφερόμενοι. 2 τρία δὲ εἴδη ἐμίσησεν ἡ ψυχή μου καὶ προσώχθισα σφόδρα τῇ ζωῇ αὐτῶν· πτωχὸν ὑπερήφανον, καὶ πλούσιον ψεύστην, γέροντα μοιχὸν ἐλαττούμενον συνέσει. 3 Ἐν νεότητι οὐ συναγείοχας, καὶ πῶς ἂν εὕροις ἐν τῷ γήρᾳ σου; 4 ὡς ὡραῖον πολιαῖς κρίσις καὶ πρεσβυτέροις ἐπιγνῶναι βουλήν. 5 ὡς ὡραία γερόντων σοφία καὶ δεδοξασμένοις διανόημα καὶ βουλή. 6 στέφανος γερόντων πολυπειρία, καὶ τὸ καύχημα αὐτῶν φόβος κυρίου. 7 Ἐννέα ὑπονοήματα ἐμακάρισα ἐν καρδίᾳ καὶ τὸ δέκατον ἐρῶ ἐπὶ γλώσσης· ἄνθρωπος εὐφραινόμενος ἐπὶ τέκνοις, ζῶν καὶ βλέπων ἐπὶ πτώσει ἐχθρῶν· 8 μακάριος ὁ συνοικῶν γυναικὶ συνετῇ, καὶ ὃς ἐν γλώσσῃ οὐκ ὠλίσθησεν, καὶ ὃς οὐκ ἐδούλευσεν ἀναξίῳ ἑαυτοῦ· 9 μακάριος ὃς εὗρεν φρόνησιν, καὶ ὁ διηγούμενος εἰς ὦτα ἀκουόντων· 10 ὡς μέγας ὁ εὑρὼν σοφίαν· ἀλλ’ οὐκ ἔστιν ὑπὲρ τὸν φοβούμενον τὸν κύριον· 11 φόβος κυρίου ὑπὲρ πᾶν ὑπερέβαλεν, ὁ κρατῶν αὐτοῦ τίνι ὁμοιωθήσεται; 13 Πᾶσαν πληγὴν καὶ μὴ πληγὴν καρδίας, καὶ πᾶσαν πονηρίαν καὶ μὴ πονηρίαν γυναικός· 14 πᾶσαν ἐπαγωγὴν καὶ μὴ ἐπαγωγὴν μισούντων, καὶ πᾶσαν ἐκδίκησιν καὶ μὴ ἐκδίκησιν ἐχθρῶν. 15 οὐκ ἔστιν κεφαλὴ ὑπὲρ κεφαλὴν ὄφεως, καὶ οὐκ ἔστιν θυμὸς ὑπὲρ θυμὸν ἐχθροῦ. 16 συνοικῆσαι λέοντι καὶ δράκοντι εὐδοκήσω ἢ συνοικῆσαι μετὰ γυναικὸς πονηρᾶς. 17 πονηρία γυναικὸς ἀλλοιοῖ τὴν ὅρασιν αὐτῆς καὶ σκοτοῖ τὸ πρόσωπον αὐτῆς ὡς ἄρκος· 18 ἀνὰ μέσον τῶν πλησίον αὐτοῦ ἀναπεσεῖται ὁ ἀνὴρ αὐτῆς καὶ ἀκουσίως ἀνεστέναξεν πικρά. 19 μικρὰ πᾶσα κακία πρὸς κακίαν γυναικός, κλῆρος ἁμαρτωλοῦ ἐπιπέσοι αὐτῇ. 20 ἀνάβασις ἀμμώδης ἐν ποσὶν πρεσβυτέρου, οὕτως γυνὴ γλωσσώδης ἀνδρὶ ἡσύχῳ. 21 μὴ προσπέσῃς ἐπὶ κάλλος γυναικὸς καὶ γυναῖκα μὴ ἐπιποθήσῃς. 22 ὀργὴ καὶ ἀναίδεια καὶ αἰσχύνη μεγάλη γυνὴ ἐὰν ἐπιχορηγῇ τῷ ἀνδρὶ αὐτῆς. 23 καρδία ταπεινὴ καὶ πρόσωπον σκυθρωπὸν καὶ πληγὴ καρδίας γυνὴ πονηρά· χεῖρες παρειμέναι καὶ γόνατα παραλελυμένα ἥτις οὐ μακαριεῖ τὸν ἄνδρα αὐτῆς. 24 ἀπὸ γυναικὸς ἀρχὴ ἁμαρτίας, καὶ δι’ αὐτὴν ἀποθνῄσκομεν πάντες. 25 μὴ δῷς ὕδατι διέξοδον μηδὲ γυναικὶ πονηρᾷ παρρησίαν· 26 εἰ μὴ πορεύεται κατὰ χεῖράς σου, ἀπὸ τῶν σαρκῶν σου ἀπότεμε αὐτήν.
1 Ἐν τρισὶν ὡραίσθην καὶ ἀνέστην ὡραία ἔναντι κυρίου καὶ ἀνθρώπων· ὁμόνοια ἀδελφῶν, καὶ φιλία τῶν πλησίον, καὶ γυνὴ καὶ ἀνὴρ ἑαυτοῖς συμπεριφερόμενοι.
2 τρία δὲ εἴδη ἐμίσησεν ἡ ψυχή μου καὶ προσώχθισα σφόδρα τῇ ζωῇ αὐτῶν· πτωχὸν ὑπερήφανον, καὶ πλούσιον ψεύστην, γέροντα μοιχὸν ἐλαττούμενον συνέσει.
3 Ἐν νεότητι οὐ συναγείοχας, καὶ πῶς ἂν εὕροις ἐν τῷ γήρᾳ σου;
4 ὡς ὡραῖον πολιαῖς κρίσις καὶ πρεσβυτέροις ἐπιγνῶναι βουλήν.
5 ὡς ὡραία γερόντων σοφία καὶ δεδοξασμένοις διανόημα καὶ βουλή.
6 στέφανος γερόντων πολυπειρία, καὶ τὸ καύχημα αὐτῶν φόβος κυρίου.
7 Ἐννέα ὑπονοήματα ἐμακάρισα ἐν καρδίᾳ καὶ τὸ δέκατον ἐρῶ ἐπὶ γλώσσης· ἄνθρωπος εὐφραινόμενος ἐπὶ τέκνοις, ζῶν καὶ βλέπων ἐπὶ πτώσει ἐχθρῶν·
8 μακάριος ὁ συνοικῶν γυναικὶ συνετῇ, καὶ ὃς ἐν γλώσσῃ οὐκ ὠλίσθησεν, καὶ ὃς οὐκ ἐδούλευσεν ἀναξίῳ ἑαυτοῦ·
9 μακάριος ὃς εὗρεν φρόνησιν, καὶ ὁ διηγούμενος εἰς ὦτα ἀκουόντων·
10 ὡς μέγας ὁ εὑρὼν σοφίαν· ἀλλ’ οὐκ ἔστιν ὑπὲρ τὸν φοβούμενον τὸν κύριον·
11 φόβος κυρίου ὑπὲρ πᾶν ὑπερέβαλεν, ὁ κρατῶν αὐτοῦ τίνι ὁμοιωθήσεται;
13 Πᾶσαν πληγὴν καὶ μὴ πληγὴν καρδίας, καὶ πᾶσαν πονηρίαν καὶ μὴ πονηρίαν γυναικός·
14 πᾶσαν ἐπαγωγὴν καὶ μὴ ἐπαγωγὴν μισούντων, καὶ πᾶσαν ἐκδίκησιν καὶ μὴ ἐκδίκησιν ἐχθρῶν.
15 οὐκ ἔστιν κεφαλὴ ὑπὲρ κεφαλὴν ὄφεως, καὶ οὐκ ἔστιν θυμὸς ὑπὲρ θυμὸν ἐχθροῦ.
16 συνοικῆσαι λέοντι καὶ δράκοντι εὐδοκήσω ἢ συνοικῆσαι μετὰ γυναικὸς πονηρᾶς.
17 πονηρία γυναικὸς ἀλλοιοῖ τὴν ὅρασιν αὐτῆς καὶ σκοτοῖ τὸ πρόσωπον αὐτῆς ὡς ἄρκος·
18 ἀνὰ μέσον τῶν πλησίον αὐτοῦ ἀναπεσεῖται ὁ ἀνὴρ αὐτῆς καὶ ἀκουσίως ἀνεστέναξεν πικρά.
19 μικρὰ πᾶσα κακία πρὸς κακίαν γυναικός, κλῆρος ἁμαρτωλοῦ ἐπιπέσοι αὐτῇ.
20 ἀνάβασις ἀμμώδης ἐν ποσὶν πρεσβυτέρου, οὕτως γυνὴ γλωσσώδης ἀνδρὶ ἡσύχῳ.
21 μὴ προσπέσῃς ἐπὶ κάλλος γυναικὸς καὶ γυναῖκα μὴ ἐπιποθήσῃς.
22 ὀργὴ καὶ ἀναίδεια καὶ αἰσχύνη μεγάλη γυνὴ ἐὰν ἐπιχορηγῇ τῷ ἀνδρὶ αὐτῆς.
23 καρδία ταπεινὴ καὶ πρόσωπον σκυθρωπὸν καὶ πληγὴ καρδίας γυνὴ πονηρά· χεῖρες παρειμέναι καὶ γόνατα παραλελυμένα ἥτις οὐ μακαριεῖ τὸν ἄνδρα αὐτῆς.
24 ἀπὸ γυναικὸς ἀρχὴ ἁμαρτίας, καὶ δι’ αὐτὴν ἀποθνῄσκομεν πάντες.
25 μὴ δῷς ὕδατι διέξοδον μηδὲ γυναικὶ πονηρᾷ παρρησίαν·
26 εἰ μὴ πορεύεται κατὰ χεῖράς σου, ἀπὸ τῶν σαρκῶν σου ἀπότεμε αὐτήν.
Traducerea catolică
Traducerea greacă bizantină
1 Prin trei [lucruri] m-am înfrumusețat
și m-am ridicat frumoasă înaintea Domnului
și a oamenilor:
unanimitatea fraților, prietenia vecinilor,
femeia și bărbatul care se înțeleg între ei.
1 Ἐν τρισὶν ὡραίσθην καὶ ἀνέστην ὡραία ἔναντι κυρίου καὶ ἀνθρώπων· ὁμόνοια ἀδελφῶν, καὶ φιλία τῶν πλησίον, καὶ γυνὴ καὶ ἀνὴρ ἑαυτοῖς συμπεριφερόμενοι.
2 Trei tipuri de [oameni] a urât sufletul meu
și am fost provocată de viața lor:
săracul arogant, bogatul mincinos
și bătrânul adulter, lipsit de înțelegere.
2 τρία δὲ εἴδη ἐμίσησεν ἡ ψυχή μου καὶ προσώχθισα σφόδρα τῇ ζωῇ αὐτῶν· πτωχὸν ὑπερήφανον, καὶ πλούσιον ψεύστην, γέροντα μοιχὸν ἐλαττούμενον συνέσει.
3 În tinerețe nu ai adunat:
cum ai putea găsi la bătrânețea ta?
3 Ἐν νεότητι οὐ συναγείοχας, καὶ πῶς ἂν εὕροις ἐν τῷ γήρᾳ σου;
4 Cât este de frumoasă judecata la cei cărunți
și cunoașterea sfatului, la cei bătrâni!
4 ὡς ὡραῖον πολιαῖς κρίσις καὶ πρεσβυτέροις ἐπιγνῶναι βουλήν.
5 Cât de frumoasă este înțelepciunea bătrânilor,
gândirea și sfatul, pentru cei cinstiți!
5 ὡς ὡραία γερόντων σοφία καὶ δεδοξασμένοις διανόημα καὶ βουλή.
6 Cununa bătrânilor este multa experiență
și mândria lor este teama de Domnul.
6 στέφανος γερόντων πολυπειρία, καὶ τὸ καύχημα αὐτῶν φόβος κυρίου.
7 Nouă situații m-au făcut fericită în inimă
și pe a zecea o voi spune cu limba:
omul care se bucură de copii și care,
fiind viu, privește la căderea dușmanilor.
7 Ἐννέα ὑπονοήματα ἐμακάρισα ἐν καρδίᾳ καὶ τὸ δέκατον ἐρῶ ἐπὶ γλώσσης· ἄνθρωπος εὐφραινόμενος ἐπὶ τέκνοις, ζῶν καὶ βλέπων ἐπὶ πτώσει ἐχθρῶν·
8 Fericit cel care locuiește împreună cu o femeie chibzuită,
care nu a alunecat cu limba
și nu i-a slujit unuia nevrednic de el!
8 μακάριος ὁ συνοικῶν γυναικὶ συνετῇ, καὶ ὃς ἐν γλώσσῃ οὐκ ὠλίσθησεν, καὶ ὃς οὐκ ἐδούλευσεν ἀναξίῳ ἑαυτοῦ·
9 Fericit cel care a găsit inteligența
și care povestește în urechile celor care-l ascultă!
9 μακάριος ὃς εὗρεν φρόνησιν, καὶ ὁ διηγούμενος εἰς ὦτα ἀκουόντων·
10 Cât de mare este cel care a aflat înțelepciunea!
Dar nu este [nimeni] mai presus
decât cel care se teme de Domnul.
10 ὡς μέγας ὁ εὑρὼν σοφίαν· ἀλλ’ οὐκ ἔστιν ὑπὲρ τὸν φοβούμενον τὸν κύριον·
11 Teama de Domnul depășește orice;
acela care o stăpânește cu cine poate fi asemănat?
11 φόβος κυρίου ὑπὲρ πᾶν ὑπερέβαλεν, ὁ κρατῶν αὐτοῦ τίνι ὁμοιωθήσεται;
12 Teama de Domnul este începutul iubirii lui,
dar credința este începutul alipirii de el.
13 Orice rană, dar nu rana inimii,
și orice răutate, dar nu răutatea femeii!
13 Πᾶσαν πληγὴν καὶ μὴ πληγὴν καρδίας, καὶ πᾶσαν πονηρίαν καὶ μὴ πονηρίαν γυναικός·
14 Orice mizerie, dar nu mizeria
din partea celor care ne urăsc,
orice răzbunare,
dar nu răzbunarea dușmanilor!
14 πᾶσαν ἐπαγωγὴν καὶ μὴ ἐπαγωγὴν μισούντων, καὶ πᾶσαν ἐκδίκησιν καὶ μὴ ἐκδίκησιν ἐχθρῶν.
15 Nu este venin [mai rău] decât veninul șarpelui
și nu este mânie mai presus de mânia femeii.
15 οὐκ ἔστιν κεφαλὴ ὑπὲρ κεφαλὴν ὄφεως, καὶ οὐκ ἔστιν θυμὸς ὑπὲρ θυμὸν ἐχθροῦ.
16 Mi-ar plăcea [mai degrabă]
să locuiesc cu leul și cu dragonul
decât să locuiesc cu o femeie rea.
16 συνοικῆσαι λέοντι καὶ δράκοντι εὐδοκήσω ἢ συνοικῆσαι μετὰ γυναικὸς πονηρᾶς.
17 Răutatea femeii îi schimbă înfățișarea
și-i întunecă fața, [devenind] ca a unui urs.
17 πονηρία γυναικὸς ἀλλοιοῖ τὴν ὅρασιν αὐτῆς καὶ σκοτοῖ τὸ πρόσωπον αὐτῆς ὡς ἄρκος·
18 În mijlocul vecinilor săi, soțul ei șade
și, fără voie, suspină cu amărăciune.
18 ἀνὰ μέσον τῶν πλησίον αὐτοῦ ἀναπεσεῖται ὁ ἀνὴρ αὐτῆς καὶ ἀκουσίως ἀνεστέναξεν πικρά.
19 Orice răutate este mică față de răutatea femeii.
O, dacă ar cădea asupra ei
moștenirea celui păcătos!
19 μικρὰ πᾶσα κακία πρὸς κακίαν γυναικός, κλῆρος ἁμαρτωλοῦ ἐπιπέσοι αὐτῇ.
20 Urcuș nisipos pentru picioarele bătrânului,
astfel este femeia vorbăreață
pentru bărbatul tăcut.
20 ἀνάβασις ἀμμώδης ἐν ποσὶν πρεσβυτέρου, οὕτως γυνὴ γλωσσώδης ἀνδρὶ ἡσύχῳ.
21 Să nu te lași atras de frumusețea femeii
și să nu tânjești după femeie!
21 μὴ προσπέσῃς ἐπὶ κάλλος γυναικὸς καὶ γυναῖκα μὴ ἐπιποθήσῃς.
22 Mânie, neobrăzare și mare rușine
este dacă femeia îl întreține pe soțul ei.
22 ὀργὴ καὶ ἀναίδεια καὶ αἰσχύνη μεγάλη γυνὴ ἐὰν ἐπιχορηγῇ τῷ ἀνδρὶ αὐτῆς.
23 Inimă umilită, față întristată
și rană a inimii este o femeie rea.
Mâini înțepenite și genunchi paralizați,
așa e aceea care nu-și face fericit soțul.
23 καρδία ταπεινὴ καὶ πρόσωπον σκυθρωπὸν καὶ πληγὴ καρδίας γυνὴ πονηρά· χεῖρες παρειμέναι καὶ γόνατα παραλελυμένα ἥτις οὐ μακαριεῖ τὸν ἄνδρα αὐτῆς.
24 De la femeie este începutul păcatului
și prin ea murim cu toții.
24 ἀπὸ γυναικὸς ἀρχὴ ἁμαρτίας, καὶ δι’ αὐτὴν ἀποθνῄσκομεν πάντες.
25 Nu da drumul apei
și nici femeii rele îngăduința!
25 μὴ δῷς ὕδατι διέξοδον μηδὲ γυναικὶ πονηρᾷ παρρησίαν·
26 Dacă nu umblă după indicațiile tale,
tai-o de la trupul tău!
26 εἰ μὴ πορεύεται κατὰ χεῖράς σου, ἀπὸ τῶν σαρκῶν σου ἀπότεμε αὐτήν.