1 Τέκνον, εἰ προσέρχῃ δουλεύειν κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· 2 εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· 3 κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ’ ἐσχάτων σου. 4 πᾶν, ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασιν ταπεινώσεώς σου μακροθύμησον· 5 ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. 6 πίστευσον αὐτῷ, καὶ ἀντιλήμψεταί σου· εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ’ αὐτόν. 7 Οἱ φοβούμενοι τὸν κύριον, ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. 8 οἱ φοβούμενοι κύριον, πιστεύσατε αὐτῷ, καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. 9 οἱ φοβούμενοι κύριον, ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἔλεος. 10 ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσεν κυρίῳ καὶ κατῃσχύνθη; ἢ τίς ἐνέμεινεν τῷ φόβῳ αὐτοῦ καὶ ἐγκατελείφθη; ἢ τίς ἐπεκαλέσατο αὐτόν, καὶ ὑπερεῖδεν αὐτόν; 11 διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σῴζει ἐν καιρῷ θλίψεως. 12 Οὐαὶ καρδίαις δειλαῖς καὶ χερσὶν παρειμέναις καὶ ἁμαρτωλῷ ἐπιβαίνοντι ἐπὶ δύο τρίβους. 13 οὐαὶ καρδίᾳ παρειμένῃ, ὅτι οὐ πιστεύει· διὰ τοῦτο οὐ σκεπασθήσεται. 14 οὐαὶ ὑμῖν τοῖς ἀπολωλεκόσιν τὴν ὑπομονήν· καὶ τί ποιήσετε ὅταν ἐπισκέπτηται ὁ κύριος; 15 οἱ φοβούμενοι κύριον οὐκ ἀπειθήσουσιν ῥημάτων αὐτοῦ, καὶ οἱ ἀγαπῶντες αὐτὸν συντηρήσουσιν τὰς ὁδοὺς αὐτοῦ. 16 οἱ φοβούμενοι κύριον ζητήσουσιν εὐδοκίαν αὐτοῦ, καὶ οἱ ἀγαπῶντες αὐτὸν ἐμπλησθήσονται τοῦ νόμου. 17 οἱ φοβούμενοι κύριον ἑτοιμάσουσιν καρδίας αὐτῶν καὶ ἐνώπιον αὐτοῦ ταπεινώσουσιν τὰς ψυχὰς αὐτῶν. 18 ἐμπεσούμεθα εἰς χεῖρας κυρίου καὶ οὐκ εἰς χεῖρας ἀνθρώπων· ὡς γὰρ ἡ μεγαλωσύνη αὐτοῦ, οὕτως καὶ τὸ ἔλεος αὐτοῦ.
1 Τέκνον, εἰ προσέρχῃ δουλεύειν κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν·
2 εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς·
3 κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ’ ἐσχάτων σου.
4 πᾶν, ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασιν ταπεινώσεώς σου μακροθύμησον·
5 ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως.
6 πίστευσον αὐτῷ, καὶ ἀντιλήμψεταί σου· εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ’ αὐτόν.
7 Οἱ φοβούμενοι τὸν κύριον, ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε.
8 οἱ φοβούμενοι κύριον, πιστεύσατε αὐτῷ, καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν.
9 οἱ φοβούμενοι κύριον, ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἔλεος.
10 ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσεν κυρίῳ καὶ κατῃσχύνθη; ἢ τίς ἐνέμεινεν τῷ φόβῳ αὐτοῦ καὶ ἐγκατελείφθη; ἢ τίς ἐπεκαλέσατο αὐτόν, καὶ ὑπερεῖδεν αὐτόν;
11 διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σῴζει ἐν καιρῷ θλίψεως.
12 Οὐαὶ καρδίαις δειλαῖς καὶ χερσὶν παρειμέναις καὶ ἁμαρτωλῷ ἐπιβαίνοντι ἐπὶ δύο τρίβους.
13 οὐαὶ καρδίᾳ παρειμένῃ, ὅτι οὐ πιστεύει· διὰ τοῦτο οὐ σκεπασθήσεται.
14 οὐαὶ ὑμῖν τοῖς ἀπολωλεκόσιν τὴν ὑπομονήν· καὶ τί ποιήσετε ὅταν ἐπισκέπτηται ὁ κύριος;
15 οἱ φοβούμενοι κύριον οὐκ ἀπειθήσουσιν ῥημάτων αὐτοῦ, καὶ οἱ ἀγαπῶντες αὐτὸν συντηρήσουσιν τὰς ὁδοὺς αὐτοῦ.
16 οἱ φοβούμενοι κύριον ζητήσουσιν εὐδοκίαν αὐτοῦ, καὶ οἱ ἀγαπῶντες αὐτὸν ἐμπλησθήσονται τοῦ νόμου.
17 οἱ φοβούμενοι κύριον ἑτοιμάσουσιν καρδίας αὐτῶν καὶ ἐνώπιον αὐτοῦ ταπεινώσουσιν τὰς ψυχὰς αὐτῶν.
18 ἐμπεσούμεθα εἰς χεῖρας κυρίου καὶ οὐκ εἰς χεῖρας ἀνθρώπων· ὡς γὰρ ἡ μεγαλωσύνη αὐτοῦ, οὕτως καὶ τὸ ἔλεος αὐτοῦ.
Traducerea catolică
Traducerea greacă bizantină
1 Fiule, dacă te apropii să-i slujești Domnului,
pregătește-ți sufletul pentru încercare!
1 Τέκνον, εἰ προσέρχῃ δουλεύειν κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν·
2 Îndreaptă-ți inima și fii perseverent,
nu te grăbi în timpul pericolului!
2 εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς·
3 Alipește-te de el și nu sta departe,
ca să fii mărit în cele din urmă ale tale!
3 κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ’ ἐσχάτων σου.
4 Primește tot ceea ce vine asupra ta
și fii îndelung-răbdător
în vicisitudinile umilinței tale!
4 πᾶν, ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασιν ταπεινώσεώς σου μακροθύμησον·
5 Căci aurul se încearcă în foc,
iar cei plăcuți [Domnului],
în cuptorul umilinței.
În boli și în sărăcie, fii încrezător în el!
5 ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως.
6 Crede în el și el îți va veni în ajutor,
îndreaptă căile tale și speră în el!
6 πίστευσον αὐτῷ, καὶ ἀντιλήμψεταί σου· εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ’ αὐτόν.
7 Cei care vă temeți de Domnul
așteptați îndurarea lui!
Nu vă abateți, ca să nu cădeți!
7 Οἱ φοβούμενοι τὸν κύριον, ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε.
8 Cei care vă temeți de Domnul încredeți-vă în el
și nu va lipsi răsplata voastră!
8 οἱ φοβούμενοι κύριον, πιστεύσατε αὐτῷ, καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν.
9 Cei care vă temeți de Domnul sperați în cele bune,
în bucuria veșnică și în îndurare!
Căci dar veșnic cu veselie este recompensa lui.
9 οἱ φοβούμενοι κύριον, ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἔλεος.
10 Priviți la generațiile din vechime și vedeți:
este cineva care s-a încrezut în Domnul
și a fost făcut de rușine?
Sau cineva care a rămas în teama de el
și a fost părăsit?
Sau cineva care l-a invocat
și el l-a trecut cu vederea?
10 ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσεν κυρίῳ καὶ κατῃσχύνθη; ἢ τίς ἐνέμεινεν τῷ φόβῳ αὐτοῦ καὶ ἐγκατελείφθη; ἢ τίς ἐπεκαλέσατο αὐτόν, καὶ ὑπερεῖδεν αὐτόν;
11 Pentru că Domnul este milostiv și îndurător,
iartă păcatele și mântuiește în timpul strâmtorării.
11 διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σῴζει ἐν καιρῷ θλίψεως.
12 Vai de inimile fricoase, de mâinile neglijente
și de păcătosul care umblă pe două căi!
12 Οὐαὶ καρδίαις δειλαῖς καὶ χερσὶν παρειμέναις καὶ ἁμαρτωλῷ ἐπιβαίνοντι ἐπὶ δύο τρίβους.
13 Vai de inima neglijentă, căci nu crede;
de aceea nu va fi ocrotită!
13 οὐαὶ καρδίᾳ παρειμένῃ, ὅτι οὐ πιστεύει· διὰ τοῦτο οὐ σκεπασθήσεται.
14 Vai de voi, care faceți să piară răbdarea!
Ce veți face când vă va vizita Domnul?
14 οὐαὶ ὑμῖν τοῖς ἀπολωλεκόσιν τὴν ὑπομονήν· καὶ τί ποιήσετε ὅταν ἐπισκέπτηται ὁ κύριος;
15 Cei care se tem de Domnul
nu sunt neascultători față de cuvintele lui
și cei care-l iubesc păzesc căile sale.
15 οἱ φοβούμενοι κύριον οὐκ ἀπειθήσουσιν ῥημάτων αὐτοῦ, καὶ οἱ ἀγαπῶντες αὐτὸν συντηρήσουσιν τὰς ὁδοὺς αὐτοῦ.
16 Cei care se tem de Domnul
vor căuta plăcerea lui,
iar cei care-l iubesc se vor îndestula de lege.
16 οἱ φοβούμενοι κύριον ζητήσουσιν εὐδοκίαν αὐτοῦ, καὶ οἱ ἀγαπῶντες αὐτὸν ἐμπλησθήσονται τοῦ νόμου.
17 Cei care se tem de Domnul
își vor pregăti inimile
și înaintea lui își vor umili sufletele.
17 οἱ φοβούμενοι κύριον ἑτοιμάσουσιν καρδίας αὐτῶν καὶ ἐνώπιον αὐτοῦ ταπεινώσουσιν τὰς ψυχὰς αὐτῶν.
18 Să cădem în mâinile Domnului,
și nu în mâinile oamenilor,
căci precum este măreția lui,
tot așa este și îndurarea lui!
18 ἐμπεσούμεθα εἰς χεῖρας κυρίου καὶ οὐκ εἰς χεῖρας ἀνθρώπων· ὡς γὰρ ἡ μεγαλωσύνη αὐτοῦ, οὕτως καὶ τὸ ἔλεος αὐτοῦ.