1 ὁ ἐκδικῶν παρὰ κυρίου εὑρήσει ἐκδίκησιν, καὶ τὰς ἁμαρτίας αὐτοῦ διατηρῶν διατηρήσει. 2 ἄφες ἀδίκημα τῷ πλησίον σου, καὶ τότε δεηθέντος σου αἱ ἁμαρτίαι σου λυθήσονται. 3 ἄνθρωπος ἀνθρώπῳ συντηρεῖ ὀργήν, καὶ παρὰ κυρίου ζητεῖ ἴασιν; 4 ἐπ’ ἄνθρωπον ὅμοιον αὐτῷ οὐκ ἔχει ἔλεος, καὶ περὶ τῶν ἁμαρτιῶν αὐτοῦ δεῖται; 5 αὐτὸς σὰρξ ὢν διατηρεῖ μῆνιν, τίς ἐξιλάσεται τὰς ἁμαρτίας αὐτοῦ; 6 μνήσθητι τὰ ἔσχατα καὶ παῦσαι ἐχθραίνων, καταφθορὰν καὶ θάνατον, καὶ ἔμμενε ἐντολαῖς. 7 μνήσθητι ἐντολῶν καὶ μὴ μηνίσῃς τῷ πλησίον, καὶ διαθήκην ὑψίστου καὶ πάριδε ἄγνοιαν. 8 Ἀπόσχου ἀπὸ μάχης, καὶ ἐλαττώσεις ἁμαρτίας· ἄνθρωπος γὰρ θυμώδης ἐκκαύσει μάχην, 9 καὶ ἀνὴρ ἁμαρτωλὸς ταράξει φίλους καὶ ἀνὰ μέσον εἰρηνευόντων ἐμβαλεῖ διαβολήν. 10 κατὰ τὴν ὕλην τοῦ πυρὸς οὕτως ἐκκαυθήσεται, καὶ κατὰ τὴν στερέωσιν τῆς μάχης ἐκκαυθήσεται· κατὰ τὴν ἰσχὺν τοῦ ἀνθρώπου ὁ θυμὸς αὐτοῦ ἔσται, καὶ κατὰ τὸν πλοῦτον ἀνυψώσει ὀργὴν αὐτοῦ. 11 ἔρις κατασπευδομένη ἐκκαίει πῦρ, καὶ μάχη κατασπεύδουσα ἐκχέει αἷμα. 12 ἐὰν φυσήσῃς εἰς σπινθῆρα, ἐκκαήσεται, καὶ ἐὰν πτύσῃς ἐπ’ αὐτόν, σβεσθήσεται· καὶ ἀμφότερα ἐκ τοῦ στόματός σου ἐκπορεύεται. 13 Ψίθυρον καὶ δίγλωσσον καταράσασθε· πολλοὺς γὰρ εἰρηνεύοντας ἀπώλεσεν. 14 γλῶσσα τρίτη πολλοὺς ἐσάλευσεν καὶ διέστησεν αὐτοὺς ἀπὸ ἔθνους εἰς ἔθνος καὶ πόλεις ὀχυρὰς καθεῖλεν καὶ οἰκίας μεγιστάνων κατέστρεψεν. 15 γλῶσσα τρίτη γυναῖκας ἀνδρείας ἐξέβαλεν καὶ ἐστέρεσεν αὐτὰς τῶν πόνων αὐτῶν. 16 ὁ προσέχων αὐτῇ οὐ μὴ εὕρῃ ἀνάπαυσιν οὐδὲ κατασκηνώσει μεθ’ ἡσυχίας. 17 πληγὴ μάστιγος ποιεῖ μώλωπα, πληγὴ δὲ γλώσσης συγκλάσει ὀστᾶ. 18 πολλοὶ ἔπεσαν ἐν στόματι μαχαίρας, καὶ οὐχ ὡς οἱ πεπτωκότες διὰ γλῶσσαν. 19 μακάριος ὁ σκεπασθεὶς ἀπ’ αὐτῆς, ὃς οὐ διῆλθεν ἐν τῷ θυμῷ αὐτῆς, ὃς οὐχ εἵλκυσεν τὸν ζυγὸν αὐτῆς καὶ ἐν τοῖς δεσμοῖς αὐτῆς οὐκ ἐδέθη· 20 ὁ γὰρ ζυγὸς αὐτῆς ζυγὸς σιδηροῦς, καὶ οἱ δεσμοὶ αὐτῆς δεσμοὶ χάλκειοι· 21 θάνατος πονηρὸς ὁ θάνατος αὐτῆς, καὶ λυσιτελὴς μᾶλλον ὁ ᾅδης αὐτῆς. 22 οὐ μὴ κρατήσῃ εὐσεβῶν, καὶ ἐν τῇ φλογὶ αὐτῆς οὐ καήσονται. 23 οἱ καταλείποντες κύριον ἐμπεσοῦνται εἰς αὐτήν, καὶ ἐν αὐτοῖς ἐκκαήσεται καὶ οὐ μὴ σβεσθῇ· ἐπαποσταλήσεται αὐτοῖς ὡς λέων καὶ ὡς πάρδαλις λυμανεῖται αὐτούς. 24 ἰδὲ περίφραξον τὸ κτῆμά σου ἀκάνθαις, τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον κατάδησον· 25 καὶ τοῖς λόγοις σου ποίησον ζυγὸν καὶ σταθμὸν καὶ τῷ στόματί σου ποίησον θύραν καὶ μοχλόν. 26 πρόσεχε μήπως ὀλίσθῃς ἐν αὐτῇ, μὴ πέσῃς κατέναντι ἐνεδρεύοντος.
1 ὁ ἐκδικῶν παρὰ κυρίου εὑρήσει ἐκδίκησιν, καὶ τὰς ἁμαρτίας αὐτοῦ διατηρῶν διατηρήσει.
2 ἄφες ἀδίκημα τῷ πλησίον σου, καὶ τότε δεηθέντος σου αἱ ἁμαρτίαι σου λυθήσονται.
3 ἄνθρωπος ἀνθρώπῳ συντηρεῖ ὀργήν, καὶ παρὰ κυρίου ζητεῖ ἴασιν;
4 ἐπ’ ἄνθρωπον ὅμοιον αὐτῷ οὐκ ἔχει ἔλεος, καὶ περὶ τῶν ἁμαρτιῶν αὐτοῦ δεῖται;
5 αὐτὸς σὰρξ ὢν διατηρεῖ μῆνιν, τίς ἐξιλάσεται τὰς ἁμαρτίας αὐτοῦ;
6 μνήσθητι τὰ ἔσχατα καὶ παῦσαι ἐχθραίνων, καταφθορὰν καὶ θάνατον, καὶ ἔμμενε ἐντολαῖς.
7 μνήσθητι ἐντολῶν καὶ μὴ μηνίσῃς τῷ πλησίον, καὶ διαθήκην ὑψίστου καὶ πάριδε ἄγνοιαν.
8 Ἀπόσχου ἀπὸ μάχης, καὶ ἐλαττώσεις ἁμαρτίας· ἄνθρωπος γὰρ θυμώδης ἐκκαύσει μάχην,
9 καὶ ἀνὴρ ἁμαρτωλὸς ταράξει φίλους καὶ ἀνὰ μέσον εἰρηνευόντων ἐμβαλεῖ διαβολήν.
10 κατὰ τὴν ὕλην τοῦ πυρὸς οὕτως ἐκκαυθήσεται, καὶ κατὰ τὴν στερέωσιν τῆς μάχης ἐκκαυθήσεται· κατὰ τὴν ἰσχὺν τοῦ ἀνθρώπου ὁ θυμὸς αὐτοῦ ἔσται, καὶ κατὰ τὸν πλοῦτον ἀνυψώσει ὀργὴν αὐτοῦ.
11 ἔρις κατασπευδομένη ἐκκαίει πῦρ, καὶ μάχη κατασπεύδουσα ἐκχέει αἷμα.
12 ἐὰν φυσήσῃς εἰς σπινθῆρα, ἐκκαήσεται, καὶ ἐὰν πτύσῃς ἐπ’ αὐτόν, σβεσθήσεται· καὶ ἀμφότερα ἐκ τοῦ στόματός σου ἐκπορεύεται.
13 Ψίθυρον καὶ δίγλωσσον καταράσασθε· πολλοὺς γὰρ εἰρηνεύοντας ἀπώλεσεν.
14 γλῶσσα τρίτη πολλοὺς ἐσάλευσεν καὶ διέστησεν αὐτοὺς ἀπὸ ἔθνους εἰς ἔθνος καὶ πόλεις ὀχυρὰς καθεῖλεν καὶ οἰκίας μεγιστάνων κατέστρεψεν.
15 γλῶσσα τρίτη γυναῖκας ἀνδρείας ἐξέβαλεν καὶ ἐστέρεσεν αὐτὰς τῶν πόνων αὐτῶν.
16 ὁ προσέχων αὐτῇ οὐ μὴ εὕρῃ ἀνάπαυσιν οὐδὲ κατασκηνώσει μεθ’ ἡσυχίας.
17 πληγὴ μάστιγος ποιεῖ μώλωπα, πληγὴ δὲ γλώσσης συγκλάσει ὀστᾶ.
18 πολλοὶ ἔπεσαν ἐν στόματι μαχαίρας, καὶ οὐχ ὡς οἱ πεπτωκότες διὰ γλῶσσαν.
19 μακάριος ὁ σκεπασθεὶς ἀπ’ αὐτῆς, ὃς οὐ διῆλθεν ἐν τῷ θυμῷ αὐτῆς, ὃς οὐχ εἵλκυσεν τὸν ζυγὸν αὐτῆς καὶ ἐν τοῖς δεσμοῖς αὐτῆς οὐκ ἐδέθη·
20 ὁ γὰρ ζυγὸς αὐτῆς ζυγὸς σιδηροῦς, καὶ οἱ δεσμοὶ αὐτῆς δεσμοὶ χάλκειοι·
21 θάνατος πονηρὸς ὁ θάνατος αὐτῆς, καὶ λυσιτελὴς μᾶλλον ὁ ᾅδης αὐτῆς.
22 οὐ μὴ κρατήσῃ εὐσεβῶν, καὶ ἐν τῇ φλογὶ αὐτῆς οὐ καήσονται.
23 οἱ καταλείποντες κύριον ἐμπεσοῦνται εἰς αὐτήν, καὶ ἐν αὐτοῖς ἐκκαήσεται καὶ οὐ μὴ σβεσθῇ· ἐπαποσταλήσεται αὐτοῖς ὡς λέων καὶ ὡς πάρδαλις λυμανεῖται αὐτούς.
24 ἰδὲ περίφραξον τὸ κτῆμά σου ἀκάνθαις, τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον κατάδησον·
25 καὶ τοῖς λόγοις σου ποίησον ζυγὸν καὶ σταθμὸν καὶ τῷ στόματί σου ποίησον θύραν καὶ μοχλόν.
26 πρόσεχε μήπως ὀλίσθῃς ἐν αὐτῇ, μὴ πέσῃς κατέναντι ἐνεδρεύοντος.
Traducerea catolică
Traducerea greacă bizantină
1 Cel care se răzbună
va afla răzbunare din partea Domnului
și el, care ține cont,
va ține cont de păcatele lui.
1 ὁ ἐκδικῶν παρὰ κυρίου εὑρήσει ἐκδίκησιν, καὶ τὰς ἁμαρτίας αὐτοῦ διατηρῶν διατηρήσει.
2 Iartă-i aproapelui tău nedreptatea
și, atunci când te vei ruga,
păcatele îți vor fi dezlegate!
2 ἄφες ἀδίκημα τῷ πλησίον σου, καὶ τότε δεηθέντος σου αἱ ἁμαρτίαι σου λυθήσονται.
3 Omul păstrează mânie împotriva [altui] om
și [îndrăznește] să caute vindecare de la Domnul?
3 ἄνθρωπος ἀνθρώπῳ συντηρεῖ ὀργήν, καὶ παρὰ κυρίου ζητεῖ ἴασιν;
4 El nu are milă față de un om asemenea lui
și [îndrăznește] să se roage pentru păcatele lui?
4 ἐπ’ ἄνθρωπον ὅμοιον αὐτῷ οὐκ ἔχει ἔλεος, καὶ περὶ τῶν ἁμαρτιῶν αὐτοῦ δεῖται;
5 El, care este carne, păstrează ranchiună:
cine se va milostivi de păcatele sale?
5 αὐτὸς σὰρξ ὢν διατηρεῖ μῆνιν, τίς ἐξιλάσεται τὰς ἁμαρτίας αὐτοῦ;
6 Amintește-ți de cele din urmă și încetează să urăști!
[Amintește-ți] de putreziciune și de moarte
și rămâi [în urmarea] poruncilor!
6 μνήσθητι τὰ ἔσχατα καὶ παῦσαι ἐχθραίνων, καταφθορὰν καὶ θάνατον, καὶ ἔμμενε ἐντολαῖς.
7 Amintește-ți de porunci și nu-l urî pe aproapele,
de alianța Celui Preaînalt și treci peste eroare.
7 μνήσθητι ἐντολῶν καὶ μὴ μηνίσῃς τῷ πλησίον, καὶ διαθήκην ὑψίστου καὶ πάριδε ἄγνοιαν.
8 Stai departe de ceartă și-ți vei împuțina păcatele!
Omul mânios aprinde cearta.
8 Ἀπόσχου ἀπὸ μάχης, καὶ ἐλαττώσεις ἁμαρτίας· ἄνθρωπος γὰρ θυμώδης ἐκκαύσει μάχην,
9 Bărbatul păcătos îi va tulbura pe prieteni
și, în mijlocul celor care trăiesc în pace,
va arunca discordie.
9 καὶ ἀνὴρ ἁμαρτωλὸς ταράξει φίλους καὶ ἀνὰ μέσον εἰρηνευόντων ἐμβαλεῖ διαβολήν.
10 După lemn, așa se aprinde focul;
după încăpățânare se aprinde cearta;
după puterea omului este mânia lui,
după bogăție se înalță mânia lui.
10 κατὰ τὴν ὕλην τοῦ πυρὸς οὕτως ἐκκαυθήσεται, καὶ κατὰ τὴν στερέωσιν τῆς μάχης ἐκκαυθήσεται· κατὰ τὴν ἰσχὺν τοῦ ἀνθρώπου ὁ θυμὸς αὐτοῦ ἔσται, καὶ κατὰ τὸν πλοῦτον ἀνυψώσει ὀργὴν αὐτοῦ.
11 Vrajba ațâțată aprinde focul
și cearta ațâțată varsă sânge.
11 ἔρις κατασπευδομένη ἐκκαίει πῦρ, καὶ μάχη κατασπεύδουσα ἐκχέει αἷμα.
12 Dacă sufli peste o scânteie, se aprinde,
dar dacă scuipi peste ea, se stinge;
însă amândouă ies din gura ta.
12 ἐὰν φυσήσῃς εἰς σπινθῆρα, ἐκκαήσεται, καὶ ἐὰν πτύσῃς ἐπ’ αὐτόν, σβεσθήσεται· καὶ ἀμφότερα ἐκ τοῦ στόματός σου ἐκπορεύεται.
13 Blestemă-i pe bârfitor și pe duplicitar,
căci pe mulți care trăiau în pace i-au pierdut!
13 Ψίθυρον καὶ δίγλωσσον καταράσασθε· πολλοὺς γὰρ εἰρηνεύοντας ἀπώλεσεν.
14 Limba care calomniază i-a clătinat pe mulți
și i-a rătăcit din neam în neam,
a dărâmat cetăți întărite
și a răsturnat casele celor mari.
14 γλῶσσα τρίτη πολλοὺς ἐσάλευσεν καὶ διέστησεν αὐτοὺς ἀπὸ ἔθνους εἰς ἔθνος καὶ πόλεις ὀχυρὰς καθεῖλεν καὶ οἰκίας μεγιστάνων κατέστρεψεν.
15 Limba celui care calomniază
le-a alungat pe femeile bărbătoase
și le-a lipsit de [rodul] trudelor lor.
15 γλῶσσα τρίτη γυναῖκας ἀνδρείας ἐξέβαλεν καὶ ἐστέρεσεν αὐτὰς τῶν πόνων αὐτῶν.
16 Cel care-i dă atenție nu va afla tihnă
și nu va locui în liniște.
16 ὁ προσέχων αὐτῇ οὐ μὴ εὕρῃ ἀνάπαυσιν οὐδὲ κατασκηνώσει μεθ’ ἡσυχίας.
17 Lovitura biciului provoacă vânătăi,
dar lovitura limbii frânge oasele.
17 πληγὴ μάστιγος ποιεῖ μώλωπα, πληγὴ δὲ γλώσσης συγκλάσει ὀστᾶ.
18 Mulți au căzut de gura sabiei,
dar nu câți cei căzuți din cauza limbii.
18 πολλοὶ ἔπεσαν ἐν στόματι μαχαίρας, καὶ οὐχ ὡς οἱ πεπτωκότες διὰ γλῶσσαν.
19 Fericit este cel care este la adăpost de ea,
care nu a intrat în furia ei,
care nu a purtat jugul ei
și nu a fost legat de lanțurile sale.
19 μακάριος ὁ σκεπασθεὶς ἀπ’ αὐτῆς, ὃς οὐ διῆλθεν ἐν τῷ θυμῷ αὐτῆς, ὃς οὐχ εἵλκυσεν τὸν ζυγὸν αὐτῆς καὶ ἐν τοῖς δεσμοῖς αὐτῆς οὐκ ἐδέθη·
20 Căci jugul ei este jug de fier
și lanțurile ei sunt lanțuri de bronz.
20 ὁ γὰρ ζυγὸς αὐτῆς ζυγὸς σιδηροῦς, καὶ οἱ δεσμοὶ αὐτῆς δεσμοὶ χάλκειοι·
21 Moarte rea este moartea ei și mai de folos
este locuința morților decât ea.
21 θάνατος πονηρὸς ὁ θάνατος αὐτῆς, καὶ λυσιτελὴς μᾶλλον ὁ ᾅδης αὐτῆς.
22 Ea nu-i va stăpâni pe cei pioși,
iar ei nu vor arde în flacăra ei.
22 οὐ μὴ κρατήσῃ εὐσεβῶν, καὶ ἐν τῇ φλογὶ αὐτῆς οὐ καήσονται.
23 Cei care-l părăsesc pe Domnul
vor cădea în [puterea] ei;
ea va arde în ei și nu se va stinge.
Ea se va năpusti asupra lor ca un leu
și ca un leopard îi va sfâșia.
23 οἱ καταλείποντες κύριον ἐμπεσοῦνται εἰς αὐτήν, καὶ ἐν αὐτοῖς ἐκκαήσεται καὶ οὐ μὴ σβεσθῇ· ἐπαποσταλήσεται αὐτοῖς ὡς λέων καὶ ὡς πάρδαλις λυμανεῖται αὐτούς.
24 Iată, împrejmuiește-ți proprietatea cu spini Leagă [punga cu] argintul și aurul tău
24 ἰδὲ περίφραξον τὸ κτῆμά σου ἀκάνθαις, τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον κατάδησον·
25 și pentru cuvintele tale
pune balanță și piatră de greutate. și la gura ta pune poartă și zăvor!
25 καὶ τοῖς λόγοις σου ποίησον ζυγὸν καὶ σταθμὸν καὶ τῷ στόματί σου ποίησον θύραν καὶ μοχλόν.
26 Fii atent să nu aluneci în ea
și să nu cazi înaintea celui care stă la pândă!
26 πρόσεχε μήπως ὀλίσθῃς ἐν αὐτῇ, μὴ πέσῃς κατέναντι ἐνεδρεύοντος.