1 Ὁ ζῶν εἰς τὸν αἰῶνα ἔκτισεν τὰ πάντα κοινῇ· 2 κύριος μόνος δικαιωθήσεται. 4 οὐθενὶ ἐξεποίησεν ἐξαγγεῖλαι τὰ ἔργα αὐτοῦ· καὶ τίς ἐξιχνεύσει τὰ μεγαλεῖα αὐτοῦ; 5 κράτος μεγαλωσύνης αὐτοῦ τίς ἐξαριθμήσεται; καὶ τίς προσθήσει ἐκδιηγήσασθαι τὰ ἐλέη αὐτοῦ; 6 οὐκ ἔστιν ἐλαττῶσαι οὐδὲ προσθεῖναι, καὶ οὐκ ἔστιν ἐξιχνιάσαι τὰ θαυμάσια τοῦ κυρίου· 7 ὅταν συντελέσῃ ἄνθρωπος, τότε ἄρχεται· καὶ ὅταν παύσηται, τότε ἀπορηθήσεται. 8 Τί ἄνθρωπος, καὶ τί ἡ χρῆσις αὐτοῦ; τί τὸ ἀγαθὸν αὐτοῦ, καὶ τί τὸ κακὸν αὐτοῦ; 9 ἀριθμὸς ἡμερῶν ἀνθρώπου πολλὰ ἔτη ἑκατόν· 10 ὡς σταγὼν ὕδατος ἀπὸ θαλάσσης καὶ ψῆφος ἄμμου, οὕτως ὀλίγα ἔτη ἐν ἡμέρᾳ αἰῶνος. 11 διὰ τοῦτο ἐμακροθύμησεν κύριος ἐπ’ αὐτοῖς καὶ ἐξέχεεν ἐπ’ αὐτοὺς τὸ ἔλεος αὐτοῦ. 12 εἶδεν καὶ ἐπέγνω τὴν καταστροφὴν αὐτῶν ὅτι πονηρά· διὰ τοῦτο ἐπλήθυνεν τὸν ἐξιλασμὸν αὐτοῦ. 13 ἔλεος ἀνθρώπου ἐπὶ τὸν πλησίον αὐτοῦ, ἔλεος δὲ κυρίου ἐπὶ πᾶσαν σάρκα· ἐλέγχων καὶ παιδεύων καὶ διδάσκων καὶ ἐπιστρέφων ὡς ποιμὴν τὸ ποίμνιον αὐτοῦ. 14 τοὺς ἐκδεχομένους παιδείαν ἐλεᾷ καὶ τοὺς κατασπεύδοντας ἐπὶ τὰ κρίματα αὐτοῦ. 15 Τέκνον, ἐν ἀγαθοῖς μὴ δῷς μῶμον καὶ ἐν πάσῃ δόσει λύπην λόγων. 16 οὐχὶ καύσωνα ἀναπαύσει δρόσος; οὕτως κρείσσων λόγος ἢ δόσις. 17 οὐκ ἰδοὺ λόγος ὑπὲρ δόμα ἀγαθόν; καὶ ἀμφότερα παρὰ ἀνδρὶ κεχαριτωμένῳ. 18 μωρὸς ἀχαρίστως ὀνειδιεῖ, καὶ δόσις βασκάνου ἐκτήκει ὀφθαλμούς. 19 Πρὶν ἢ λαλῆσαι μάνθανε καὶ πρὸ ἀρρωστίας θεραπεύου. 20 πρὸ κρίσεως ἐξέταζε σεαυτόν, καὶ ἐν ὥρᾳ ἐπισκοπῆς εὑρήσεις ἐξιλασμόν. 21 πρὶν ἀρρωστῆσαί σε ταπεινώθητι καὶ ἐν καιρῷ ἁμαρτημάτων δεῖξον ἐπιστροφήν. 22 μὴ ἐμποδισθῇς τοῦ ἀποδοῦναι εὐχὴν εὐκαίρως καὶ μὴ μείνῃς ἕως θανάτου δικαιωθῆναι. 23 πρὶν εὔξασθαι ἑτοίμασον σεαυτὸν καὶ μὴ γίνου ὡς ἄνθρωπος πειράζων τὸν κύριον. 24 μνήσθητι θυμοῦ ἐν ἡμέραις τελευτῆς καὶ καιρὸν ἐκδικήσεως ἐν ἀποστροφῇ προσώπου. 25 μνήσθητι καιρὸν λιμοῦ ἐν καιρῷ πλησμονῆς, πτωχείαν καὶ ἔνδειαν ἐν ἡμέραις πλούτου. 26 ἀπὸ πρωίθεν ἕως ἑσπέρας μεταβάλλει καιρός, καὶ πάντα ἐστὶν ταχινὰ ἔναντι κυρίου. 27 Ἄνθρωπος σοφὸς ἐν παντὶ εὐλαβηθήσεται καὶ ἐν ἡμέραις ἁμαρτιῶν προσέξει ἀπὸ πλημμελείας. 28 πᾶς συνετὸς ἔγνω σοφίαν καὶ τῷ εὑρόντι αὐτὴν δώσει ἐξομολόγησιν. 29 συνετοὶ ἐν λόγοις καὶ αὐτοὶ ἐσοφίσαντο καὶ ἀνώμβρησαν παροιμίας ἀκριβεῖς. 30 Ὀπίσω τῶν ἐπιθυμιῶν σου μὴ πορεύου καὶ ἀπὸ τῶν ὀρέξεών σου κωλύου· 31 ἐὰν χορηγήσῃς τῇ ψυχῇ σου εὐδοκίαν ἐπιθυμίας, ποιήσει σε ἐπίχαρμα τῶν ἐχθρῶν σου. 32 μὴ εὐφραίνου ἐπὶ πολλῇ τρυφῇ, μὴ προσδεθῇς συμβολῇ αὐτῆς. 33 μὴ γίνου πτωχὸς συμβολοκοπῶν ἐκ δανεισμοῦ, καὶ οὐδέν σοί ἐστιν ἐν μαρσιππίῳ.
1 Ὁ ζῶν εἰς τὸν αἰῶνα ἔκτισεν τὰ πάντα κοινῇ·
2 κύριος μόνος δικαιωθήσεται.
4 οὐθενὶ ἐξεποίησεν ἐξαγγεῖλαι τὰ ἔργα αὐτοῦ· καὶ τίς ἐξιχνεύσει τὰ μεγαλεῖα αὐτοῦ;
5 κράτος μεγαλωσύνης αὐτοῦ τίς ἐξαριθμήσεται; καὶ τίς προσθήσει ἐκδιηγήσασθαι τὰ ἐλέη αὐτοῦ;
6 οὐκ ἔστιν ἐλαττῶσαι οὐδὲ προσθεῖναι, καὶ οὐκ ἔστιν ἐξιχνιάσαι τὰ θαυμάσια τοῦ κυρίου·
7 ὅταν συντελέσῃ ἄνθρωπος, τότε ἄρχεται· καὶ ὅταν παύσηται, τότε ἀπορηθήσεται.
8 Τί ἄνθρωπος, καὶ τί ἡ χρῆσις αὐτοῦ; τί τὸ ἀγαθὸν αὐτοῦ, καὶ τί τὸ κακὸν αὐτοῦ;
9 ἀριθμὸς ἡμερῶν ἀνθρώπου πολλὰ ἔτη ἑκατόν·
10 ὡς σταγὼν ὕδατος ἀπὸ θαλάσσης καὶ ψῆφος ἄμμου, οὕτως ὀλίγα ἔτη ἐν ἡμέρᾳ αἰῶνος.
11 διὰ τοῦτο ἐμακροθύμησεν κύριος ἐπ’ αὐτοῖς καὶ ἐξέχεεν ἐπ’ αὐτοὺς τὸ ἔλεος αὐτοῦ.
12 εἶδεν καὶ ἐπέγνω τὴν καταστροφὴν αὐτῶν ὅτι πονηρά· διὰ τοῦτο ἐπλήθυνεν τὸν ἐξιλασμὸν αὐτοῦ.
13 ἔλεος ἀνθρώπου ἐπὶ τὸν πλησίον αὐτοῦ, ἔλεος δὲ κυρίου ἐπὶ πᾶσαν σάρκα· ἐλέγχων καὶ παιδεύων καὶ διδάσκων καὶ ἐπιστρέφων ὡς ποιμὴν τὸ ποίμνιον αὐτοῦ.
14 τοὺς ἐκδεχομένους παιδείαν ἐλεᾷ καὶ τοὺς κατασπεύδοντας ἐπὶ τὰ κρίματα αὐτοῦ.
15 Τέκνον, ἐν ἀγαθοῖς μὴ δῷς μῶμον καὶ ἐν πάσῃ δόσει λύπην λόγων.
16 οὐχὶ καύσωνα ἀναπαύσει δρόσος; οὕτως κρείσσων λόγος ἢ δόσις.
17 οὐκ ἰδοὺ λόγος ὑπὲρ δόμα ἀγαθόν; καὶ ἀμφότερα παρὰ ἀνδρὶ κεχαριτωμένῳ.
18 μωρὸς ἀχαρίστως ὀνειδιεῖ, καὶ δόσις βασκάνου ἐκτήκει ὀφθαλμούς.
19 Πρὶν ἢ λαλῆσαι μάνθανε καὶ πρὸ ἀρρωστίας θεραπεύου.
20 πρὸ κρίσεως ἐξέταζε σεαυτόν, καὶ ἐν ὥρᾳ ἐπισκοπῆς εὑρήσεις ἐξιλασμόν.
21 πρὶν ἀρρωστῆσαί σε ταπεινώθητι καὶ ἐν καιρῷ ἁμαρτημάτων δεῖξον ἐπιστροφήν.
22 μὴ ἐμποδισθῇς τοῦ ἀποδοῦναι εὐχὴν εὐκαίρως καὶ μὴ μείνῃς ἕως θανάτου δικαιωθῆναι.
23 πρὶν εὔξασθαι ἑτοίμασον σεαυτὸν καὶ μὴ γίνου ὡς ἄνθρωπος πειράζων τὸν κύριον.
24 μνήσθητι θυμοῦ ἐν ἡμέραις τελευτῆς καὶ καιρὸν ἐκδικήσεως ἐν ἀποστροφῇ προσώπου.
25 μνήσθητι καιρὸν λιμοῦ ἐν καιρῷ πλησμονῆς, πτωχείαν καὶ ἔνδειαν ἐν ἡμέραις πλούτου.
26 ἀπὸ πρωίθεν ἕως ἑσπέρας μεταβάλλει καιρός, καὶ πάντα ἐστὶν ταχινὰ ἔναντι κυρίου.
27 Ἄνθρωπος σοφὸς ἐν παντὶ εὐλαβηθήσεται καὶ ἐν ἡμέραις ἁμαρτιῶν προσέξει ἀπὸ πλημμελείας.
28 πᾶς συνετὸς ἔγνω σοφίαν καὶ τῷ εὑρόντι αὐτὴν δώσει ἐξομολόγησιν.
29 συνετοὶ ἐν λόγοις καὶ αὐτοὶ ἐσοφίσαντο καὶ ἀνώμβρησαν παροιμίας ἀκριβεῖς.
30 Ὀπίσω τῶν ἐπιθυμιῶν σου μὴ πορεύου καὶ ἀπὸ τῶν ὀρέξεών σου κωλύου·
31 ἐὰν χορηγήσῃς τῇ ψυχῇ σου εὐδοκίαν ἐπιθυμίας, ποιήσει σε ἐπίχαρμα τῶν ἐχθρῶν σου.
32 μὴ εὐφραίνου ἐπὶ πολλῇ τρυφῇ, μὴ προσδεθῇς συμβολῇ αὐτῆς.
33 μὴ γίνου πτωχὸς συμβολοκοπῶν ἐκ δανεισμοῦ, καὶ οὐδέν σοί ἐστιν ἐν μαρσιππίῳ.
Traducerea catolică
Traducerea greacă bizantină
1 Cel care trăiește în veci
a creat toate dimpreună.
1 Ὁ ζῶν εἰς τὸν αἰῶνα ἔκτισεν τὰ πάντα κοινῇ·
2 Numai Domnul poate fi [considerat] drept
și nu este nimeni în afară de el.
2 κύριος μόνος δικαιωθήσεται.
3 El guvernează lumea cu palma mâinii sale
și toate ascultă de voința lui.
Pentru că el este regele tuturor prin puterea sa,
care desparte între ele cele sfinte de cele profane.
4 Nimănui nu i-a permis
să facă cunoscute faptele sale;
și cine va examina mărețiile sale?
4 οὐθενὶ ἐξεποίησεν ἐξαγγεῖλαι τὰ ἔργα αὐτοῦ· καὶ τίς ἐξιχνεύσει τὰ μεγαλεῖα αὐτοῦ;
5 Puterea măreției lui cine o va măsura
și cine va reuși să povestească îndurarea lui?
5 κράτος μεγαλωσύνης αὐτοῦ τίς ἐξαριθμήσεται; καὶ τίς προσθήσει ἐκδιηγήσασθαι τὰ ἐλέη αὐτοῦ;
6 Nu se pot micșora și nu se pot adăuga
și nu este cine să examineze minunățiile Domnului.
6 οὐκ ἔστιν ἐλαττῶσαι οὐδὲ προσθεῖναι, καὶ οὐκ ἔστιν ἐξιχνιάσαι τὰ θαυμάσια τοῦ κυρίου·
7 Când omul ajunge la capăt, atunci începe
și, când încetează, atunci rămâne perplex.
7 ὅταν συντελέσῃ ἄνθρωπος, τότε ἄρχεται· καὶ ὅταν παύσηται, τότε ἀπορηθήσεται.
8 Ce este omul și care este rostul lui?
Care e binele lui și care e răul lui?
8 Τί ἄνθρωπος, καὶ τί ἡ χρῆσις αὐτοῦ; τί τὸ ἀγαθὸν αὐτοῦ, καὶ τί τὸ κακὸν αὐτοῦ;
9 Numărul zilelor omului
sunt cel mult o sută de ani,
iar adormirea fiecăruia este imprevizibilă tuturor.
9 ἀριθμὸς ἡμερῶν ἀνθρώπου πολλὰ ἔτη ἑκατόν·
10 Ca o picătură de apă din mare
și ca un fir de nisip,
așa de puțini sunt anii față de veșnicie.
10 ὡς σταγὼν ὕδατος ἀπὸ θαλάσσης καὶ ψῆφος ἄμμου, οὕτως ὀλίγα ἔτη ἐν ἡμέρᾳ αἰῶνος.
11 De aceea, Domnul
este îndelung-răbdător cu [oamenii]
și-și revarsă îndurarea asupra lor.
11 διὰ τοῦτο ἐμακροθύμησεν κύριος ἐπ’ αὐτοῖς καὶ ἐξέχεεν ἐπ’ αὐτοὺς τὸ ἔλεος αὐτοῦ.
12 A văzut și a recunoscut că sfârșitul lor este rău,
de aceea și-a înmulțit milostivirea.
12 εἶδεν καὶ ἐπέγνω τὴν καταστροφὴν αὐτῶν ὅτι πονηρά· διὰ τοῦτο ἐπλήθυνεν τὸν ἐξιλασμὸν αὐτοῦ.
13 Îndurarea omului este față de aproapele lui,
dar îndurarea Domnului este față de toată făptura:
el mustră, el educă, învață și întoarce
precum păstorul turma sa.
13 ἔλεος ἀνθρώπου ἐπὶ τὸν πλησίον αὐτοῦ, ἔλεος δὲ κυρίου ἐπὶ πᾶσαν σάρκα· ἐλέγχων καὶ παιδεύων καὶ διδάσκων καὶ ἐπιστρέφων ὡς ποιμὴν τὸ ποίμνιον αὐτοῦ.
14 El se îndură de cei care primesc educația
și de cei care sunt zeloși față de judecățile sale.
14 τοὺς ἐκδεχομένους παιδείαν ἐλεᾷ καὶ τοὺς κατασπεύδοντας ἐπὶ τὰ κρίματα αὐτοῦ.
15 Fiule, la cele bune să nu adaugi dojană
și la orice dar [să nu adaugi] cuvinte triste!
15 Τέκνον, ἐν ἀγαθοῖς μὴ δῷς μῶμον καὶ ἐν πάσῃ δόσει λύπην λόγων.
16 Oare roua nu temperează arșița?
Tot așa un cuvânt este mai bun decât darul.
16 οὐχὶ καύσωνα ἀναπαύσει δρόσος; οὕτως κρείσσων λόγος ἢ δόσις.
17 Iată, oare cuvântul
nu este mai presus decât darul cel bun?
Dar amândouă [se găsesc]
la bărbatul plin de bunătate.
17 οὐκ ἰδοὺ λόγος ὑπὲρ δόμα ἀγαθόν; καὶ ἀμφότερα παρὰ ἀνδρὶ κεχαριτωμένῳ.
18 Cel nebun jignește fără bunătate,
iar darul celui invidios topește ochii.
18 μωρὸς ἀχαρίστως ὀνειδιεῖ, καὶ δόσις βασκάνου ἐκτήκει ὀφθαλμούς.
19 Înainte de a vorbi, învață
și, înainte de boală, îngrijește-te!
19 Πρὶν ἢ λαλῆσαι μάνθανε καὶ πρὸ ἀρρωστίας θεραπεύου.
20 Înainte de judecată, examinează-te pe tine însuți
și, în ziua vizitării, vei afla milostivire!
20 πρὸ κρίσεως ἐξέταζε σεαυτόν, καὶ ἐν ὥρᾳ ἐπισκοπῆς εὑρήσεις ἐξιλασμόν.
21 Înainte de a te îmbolnăvi, umilește-te
și, în momentul păcatului, arată căință!
21 πρὶν ἀρρωστῆσαί σε ταπεινώθητι καὶ ἐν καιρῷ ἁμαρτημάτων δεῖξον ἐπιστροφήν.
22 Să nu te împiedice [nimic]
să împlinești votul la timpul potrivit
și să nu aștepți până la moarte
ca să te îndreptățești!
22 μὴ ἐμποδισθῇς τοῦ ἀποδοῦναι εὐχὴν εὐκαίρως καὶ μὴ μείνῃς ἕως θανάτου δικαιωθῆναι.
23 Înainte să faci un vot, pregătește-te pe tine însuți
ca să nu fii ca omul
care-l pune la încercare pe Domnul!
23 πρὶν εὔξασθαι ἑτοίμασον σεαυτὸν καὶ μὴ γίνου ὡς ἄνθρωπος πειράζων τὸν κύριον.
24 Amintește-ți de mânia din zilele sfârșitului
și de timpul răzbunării
când el își va întoarce fața!
24 μνήσθητι θυμοῦ ἐν ἡμέραις τελευτῆς καὶ καιρὸν ἐκδικήσεως ἐν ἀποστροφῇ προσώπου.
25 Amintește-ți de timpul foametei
în timpul belșugului;
de sărăcie și de nevoie, în timpul bogăției!
25 μνήσθητι καιρὸν λιμοῦ ἐν καιρῷ πλησμονῆς, πτωχείαν καὶ ἔνδειαν ἐν ἡμέραις πλούτου.
26 De dimineață până seara, timpul se schimbă
și toate sunt trecătoare înaintea Domnului!
26 ἀπὸ πρωίθεν ἕως ἑσπέρας μεταβάλλει καιρός, καὶ πάντα ἐστὶν ταχινὰ ἔναντι κυρίου.
27 Omul înțelept este precaut în toate
și în zilele păcatului se ferește de greșeală.
27 Ἄνθρωπος σοφὸς ἐν παντὶ εὐλαβηθήσεται καὶ ἐν ἡμέραις ἁμαρτιῶν προσέξει ἀπὸ πλημμελείας.
28 Orice [om] iscusit cunoaște înțelepciunea
și dă laudă celui care o găsește.
28 πᾶς συνετὸς ἔγνω σοφίαν καὶ τῷ εὑρόντι αὐτὴν δώσει ἐξομολόγησιν.
29 Cei iscusiți în cuvinte au devenit și ei înțelepți
și au revărsat ca ploaia proverbe potrivite.
Mai bine încredințarea în singurul stăpân
decât inima moartă, alipită la un mort.
29 συνετοὶ ἐν λόγοις καὶ αὐτοὶ ἐσοφίσαντο καὶ ἀνώμβρησαν παροιμίας ἀκριβεῖς.
30 Să nu mergi după pasiunile tale
și înfrânează-te de la dorințele tale!
30 Ὀπίσω τῶν ἐπιθυμιῶν σου μὴ πορεύου καὶ ἀπὸ τῶν ὀρέξεών σου κωλύου·
31 Dacă satisfaci plăcerea dorinței pentru sufletul tău,
te vei face de râsul dușmanilor tăi.
31 ἐὰν χορηγήσῃς τῇ ψυχῇ σου εὐδοκίαν ἐπιθυμίας, ποιήσει σε ἐπίχαρμα τῶν ἐχθρῶν σου.
32 Nu te bucura de multă desfătare,
căci vei deveni nevoiaș din cauza cheltuielii ei!
32 μὴ εὐφραίνου ἐπὶ πολλῇ τρυφῇ, μὴ προσδεθῇς συμβολῇ αὐτῆς.
33 Să nu devii sărac petrecând din împrumut,
când tu nu ai nimic în pungă.
Ar fi o capcană pentru propria viață!
33 μὴ γίνου πτωχὸς συμβολοκοπῶν ἐκ δανεισμοῦ, καὶ οὐδέν σοί ἐστιν ἐν μαρσιππίῳ.