1 Μὴ διαμάχου μετὰ ἀνθρώπου δυνάστου, μήποτε ἐμπέσῃς εἰς τὰς χεῖρας αὐτοῦ. 2 μὴ ἔριζε μετὰ ἀνθρώπου πλουσίου, μήποτε ἀντιστήσῃ σου τὴν ὁλκήν· πολλοὺς γὰρ ἀπώλεσεν τὸ χρυσίον καὶ καρδίας βασιλέων ἐξέκλινεν. 3 μὴ διαμάχου μετὰ ἀνθρώπου γλωσσώδους καὶ μὴ ἐπιστοιβάσῃς ἐπὶ τὸ πῦρ αὐτοῦ ξύλα. 4 μὴ πρόσπαιζε ἀπαιδεύτῳ, ἵνα μὴ ἀτιμάζωνται οἱ πρόγονοί σου. 5 μὴ ὀνείδιζε ἄνθρωπον ἀποστρέφοντα ἀπὸ ἁμαρτίας· μνήσθητι ὅτι πάντες ἐσμὲν ἐν ἐπιτίμοις. 6 μὴ ἀτιμάσῃς ἄνθρωπον ἐν γήρᾳ αὐτοῦ· καὶ γὰρ ἐξ ἡμῶν γηράσκουσιν. 7 μὴ ἐπίχαιρε ἐπὶ νεκρῷ· μνήσθητι ὅτι πάντες τελευτῶμεν. 8 μὴ παρίδῃς διήγημα σοφῶν καὶ ἐν ταῖς παροιμίαις αὐτῶν ἀναστρέφου· ὅτι παρ’ αὐτῶν μαθήσῃ παιδείαν καὶ λειτουργῆσαι μεγιστᾶσιν. 9 μὴ ἀστόχει διηγήματος γερόντων, καὶ γὰρ αὐτοὶ ἔμαθον παρὰ τῶν πατέρων αὐτῶν· ὅτι παρ’ αὐτῶν μαθήσῃ σύνεσιν καὶ ἐν καιρῷ χρείας δοῦναι ἀπόκρισιν. 10 μὴ ἔκκαιε ἄνθρακας ἁμαρτωλοῦ, μὴ ἐμπυρισθῇς ἐν πυρὶ φλογὸς αὐτοῦ. 11 μὴ ἐξαναστῇς ἀπὸ προσώπου ὑβριστοῦ, ἵνα μὴ ἐγκαθίσῃ ὡς ἔνεδρον τῷ στόματί σου. 12 μὴ δανείσῃς ἀνθρώπῳ ἰσχυροτέρῳ σου· καὶ ἐὰν δανείσῃς, ὡς ἀπολωλεκὼς γίνου. 13 μὴ ἐγγυήσῃ ὑπὲρ δύναμίν σου· καὶ ἐὰν ἐγγυήσῃ, ὡς ἀποτείσων φρόντιζε. 14 μὴ δικάζου μετὰ κριτοῦ· κατὰ γὰρ τὴν δόξαν αὐτοῦ κρινοῦσιν αὐτῷ. 15 μετὰ τολμηροῦ μὴ πορεύου ἐν ὁδῷ, ἵνα μὴ βαρύνηται κατὰ σοῦ· αὐτὸς γὰρ κατὰ τὸ θέλημα αὐτοῦ ποιήσει, καὶ τῇ ἀφροσύνῃ αὐτοῦ συναπολῇ. 16 μετὰ θυμώδους μὴ ποιήσῃς μάχην καὶ μὴ διαπορεύου μετ’ αὐτοῦ τὴν ἔρημον· ὅτι ὡς οὐδὲν ἐν ὀφθαλμοῖς αὐτοῦ αἷμα, καὶ ὅπου οὐκ ἔστιν βοήθεια, καταβαλεῖ σε. 17 μετὰ μωροῦ μὴ συμβουλεύου· οὐ γὰρ δυνήσεται λόγον στέξαι. 18 ἐνώπιον ἀλλοτρίου μὴ ποιήσῃς κρυπτόν· οὐ γὰρ γινώσκεις τί τέξεται. 19 παντὶ ἀνθρώπῳ μὴ ἔκφαινε σὴν καρδίαν, καὶ μὴ ἀναφερέτω σοι χάριν.
1 Μὴ διαμάχου μετὰ ἀνθρώπου δυνάστου, μήποτε ἐμπέσῃς εἰς τὰς χεῖρας αὐτοῦ.
2 μὴ ἔριζε μετὰ ἀνθρώπου πλουσίου, μήποτε ἀντιστήσῃ σου τὴν ὁλκήν· πολλοὺς γὰρ ἀπώλεσεν τὸ χρυσίον καὶ καρδίας βασιλέων ἐξέκλινεν.
3 μὴ διαμάχου μετὰ ἀνθρώπου γλωσσώδους καὶ μὴ ἐπιστοιβάσῃς ἐπὶ τὸ πῦρ αὐτοῦ ξύλα.
4 μὴ πρόσπαιζε ἀπαιδεύτῳ, ἵνα μὴ ἀτιμάζωνται οἱ πρόγονοί σου.
5 μὴ ὀνείδιζε ἄνθρωπον ἀποστρέφοντα ἀπὸ ἁμαρτίας· μνήσθητι ὅτι πάντες ἐσμὲν ἐν ἐπιτίμοις.
6 μὴ ἀτιμάσῃς ἄνθρωπον ἐν γήρᾳ αὐτοῦ· καὶ γὰρ ἐξ ἡμῶν γηράσκουσιν.
7 μὴ ἐπίχαιρε ἐπὶ νεκρῷ· μνήσθητι ὅτι πάντες τελευτῶμεν.
8 μὴ παρίδῃς διήγημα σοφῶν καὶ ἐν ταῖς παροιμίαις αὐτῶν ἀναστρέφου· ὅτι παρ’ αὐτῶν μαθήσῃ παιδείαν καὶ λειτουργῆσαι μεγιστᾶσιν.
9 μὴ ἀστόχει διηγήματος γερόντων, καὶ γὰρ αὐτοὶ ἔμαθον παρὰ τῶν πατέρων αὐτῶν· ὅτι παρ’ αὐτῶν μαθήσῃ σύνεσιν καὶ ἐν καιρῷ χρείας δοῦναι ἀπόκρισιν.
10 μὴ ἔκκαιε ἄνθρακας ἁμαρτωλοῦ, μὴ ἐμπυρισθῇς ἐν πυρὶ φλογὸς αὐτοῦ.
11 μὴ ἐξαναστῇς ἀπὸ προσώπου ὑβριστοῦ, ἵνα μὴ ἐγκαθίσῃ ὡς ἔνεδρον τῷ στόματί σου.
12 μὴ δανείσῃς ἀνθρώπῳ ἰσχυροτέρῳ σου· καὶ ἐὰν δανείσῃς, ὡς ἀπολωλεκὼς γίνου.
13 μὴ ἐγγυήσῃ ὑπὲρ δύναμίν σου· καὶ ἐὰν ἐγγυήσῃ, ὡς ἀποτείσων φρόντιζε.
14 μὴ δικάζου μετὰ κριτοῦ· κατὰ γὰρ τὴν δόξαν αὐτοῦ κρινοῦσιν αὐτῷ.
15 μετὰ τολμηροῦ μὴ πορεύου ἐν ὁδῷ, ἵνα μὴ βαρύνηται κατὰ σοῦ· αὐτὸς γὰρ κατὰ τὸ θέλημα αὐτοῦ ποιήσει, καὶ τῇ ἀφροσύνῃ αὐτοῦ συναπολῇ.
16 μετὰ θυμώδους μὴ ποιήσῃς μάχην καὶ μὴ διαπορεύου μετ’ αὐτοῦ τὴν ἔρημον· ὅτι ὡς οὐδὲν ἐν ὀφθαλμοῖς αὐτοῦ αἷμα, καὶ ὅπου οὐκ ἔστιν βοήθεια, καταβαλεῖ σε.
17 μετὰ μωροῦ μὴ συμβουλεύου· οὐ γὰρ δυνήσεται λόγον στέξαι.
18 ἐνώπιον ἀλλοτρίου μὴ ποιήσῃς κρυπτόν· οὐ γὰρ γινώσκεις τί τέξεται.
19 παντὶ ἀνθρώπῳ μὴ ἔκφαινε σὴν καρδίαν, καὶ μὴ ἀναφερέτω σοι χάριν.
Traducerea catolică
Traducerea greacă bizantină
1 Nu te certa cu un om puternic,
ca nu cumva să cazi în mâinile lui!
1 Μὴ διαμάχου μετὰ ἀνθρώπου δυνάστου, μήποτε ἐμπέσῃς εἰς τὰς χεῖρας αὐτοῦ.
2 Nu te sfădi cu un om bogat,
ca nu cumva să pună împotriva ta greutatea bogăției,
căci aurul a distrus și a înclinat inimile regilor!
2 μὴ ἔριζε μετὰ ἀνθρώπου πλουσίου, μήποτε ἀντιστήσῃ σου τὴν ὁλκήν· πολλοὺς γὰρ ἀπώλεσεν τὸ χρυσίον καὶ καρδίας βασιλέων ἐξέκλινεν.
3 Nu te certa cu omul vorbăreț,
ca nu cumva să îngrămădești lemne pe focul lui!
3 μὴ διαμάχου μετὰ ἀνθρώπου γλωσσώδους καὶ μὴ ἐπιστοιβάσῃς ἐπὶ τὸ πῦρ αὐτοῦ ξύλα.
4 Nu glumi cu cel needucat,
ca să nu fie necinstiți strămoșii tăi.
4 μὴ πρόσπαιζε ἀπαιδεύτῳ, ἵνα μὴ ἀτιμάζωνται οἱ πρόγονοί σου.
5 Nu-l jigni pe omul care se întoarce de la păcat!
Amintește-ți că toți suntem [vrednici] de pedepse!
5 μὴ ὀνείδιζε ἄνθρωπον ἀποστρέφοντα ἀπὸ ἁμαρτίας· μνήσθητι ὅτι πάντες ἐσμὲν ἐν ἐπιτίμοις.
6 Nu-l necinsti pe om la bătrânețea lui,
căci și dintre noi vor îmbătrâni!
6 μὴ ἀτιμάσῃς ἄνθρωπον ἐν γήρᾳ αὐτοῦ· καὶ γὰρ ἐξ ἡμῶν γηράσκουσιν.
7 Nu te bucura pentru moartea cuiva!
Amintește-ți că toți vor muri!
7 μὴ ἐπίχαιρε ἐπὶ νεκρῷ· μνήσθητι ὅτι πάντες τελευτῶμεν.
8 Nu trece cu vederea discursul celor înțelepți
și la asemănările lor întoarce-te!
Căci de la ei vei învăța educația
și să slujești celor mari.
8 μὴ παρίδῃς διήγημα σοφῶν καὶ ἐν ταῖς παροιμίαις αὐτῶν ἀναστρέφου· ὅτι παρ’ αὐτῶν μαθήσῃ παιδείαν καὶ λειτουργῆσαι μεγιστᾶσιν.
9 Nu devia de la discursul celor bătrâni,
căci și ei au învățat de la părinții lor!
De la ei vei învăța înțelegerea
și să dai răspuns la timp de nevoie!
9 μὴ ἀστόχει διηγήματος γερόντων, καὶ γὰρ αὐτοὶ ἔμαθον παρὰ τῶν πατέρων αὐτῶν· ὅτι παρ’ αὐτῶν μαθήσῃ σύνεσιν καὶ ἐν καιρῷ χρείας δοῦναι ἀπόκρισιν.
10 Nu aprinde cărbunii celui păcătos,
ca să nu te arzi în văpaia flăcării sale!
10 μὴ ἔκκαιε ἄνθρακας ἁμαρτωλοῦ, μὴ ἐμπυρισθῇς ἐν πυρὶ φλογὸς αὐτοῦ.
11 Nu te ridica în fața celui arogant,
pentru ca să nu se așeze
drept capcană împotriva gurii tale!
11 μὴ ἐξαναστῇς ἀπὸ προσώπου ὑβριστοῦ, ἵνα μὴ ἐγκαθίσῃ ὡς ἔνεδρον τῷ στόματί σου.
12 Nu-i împrumuta omului
mai puternic decât tine!
Dacă totuși îi împrumuți,
consideră ca pierdut!
12 μὴ δανείσῃς ἀνθρώπῳ ἰσχυροτέρῳ σου· καὶ ἐὰν δανείσῃς, ὡς ἀπολωλεκὼς γίνου.
13 Nu garanta peste puterile tale!
Dacă totuși garantezi,
preocupă-te să plătești!
13 μὴ ἐγγυήσῃ ὑπὲρ δύναμίν σου· καὶ ἐὰν ἐγγυήσῃ, ὡς ἀποτείσων φρόντιζε.
14 Nu te judeca cu un judecător,
căci vor judeca pentru el după gloria lui!
14 μὴ δικάζου μετὰ κριτοῦ· κατὰ γὰρ τὴν δόξαν αὐτοῦ κρινοῦσιν αὐτῷ.
15 Nu umbla pe cale cu un îndrăzneț,
ca să nu te împovăreze!
Căci el face după el și după voința lui
și din cauza nepriceperii lui
vei pieri împreună [cu el].
15 μετὰ τολμηροῦ μὴ πορεύου ἐν ὁδῷ, ἵνα μὴ βαρύνηται κατὰ σοῦ· αὐτὸς γὰρ κατὰ τὸ θέλημα αὐτοῦ ποιήσει, καὶ τῇ ἀφροσύνῃ αὐτοῦ συναπολῇ.
16 Nu fă ceartă cu cel furios
și nu străbate cu el pustiul!
Căci, în ochii lui, sângele este ca nimic
și, acolo unde nu este ajutor, te va doborî.
16 μετὰ θυμώδους μὴ ποιήσῃς μάχην καὶ μὴ διαπορεύου μετ’ αὐτοῦ τὴν ἔρημον· ὅτι ὡς οὐδὲν ἐν ὀφθαλμοῖς αὐτοῦ αἷμα, καὶ ὅπου οὐκ ἔστιν βοήθεια, καταβαλεῖ σε.
17 Nu te sfătui cu cel nebun,
căci nu va putea să țină ascuns cuvântul!
17 μετὰ μωροῦ μὴ συμβουλεύου· οὐ γὰρ δυνήσεται λόγον στέξαι.
18 În fața unui străin să nu faci ceva ascuns,
căci nu știi la ce va da naștere!
18 ἐνώπιον ἀλλοτρίου μὴ ποιήσῃς κρυπτόν· οὐ γὰρ γινώσκεις τί τέξεται.
19 Nu-ți dezvălui oricărui om inima,
ca să nu-ți ia harul!
19 παντὶ ἀνθρώπῳ μὴ ἔκφαινε σὴν καρδίαν, καὶ μὴ ἀναφερέτω σοι χάριν.