1 Κύριος ἔκτισεν ἐκ γῆς ἄνθρωπον καὶ πάλιν ἀπέστρεψεν αὐτὸν εἰς αὐτήν. 2 ἡμέρας ἀριθμοῦ καὶ καιρὸν ἔδωκεν αὐτοῖς καὶ ἔδωκεν αὐτοῖς ἐξουσίαν τῶν ἐπ’ αὐτῆς. 3 καθ’ ἑαυτὸν ἐνέδυσεν αὐτοὺς ἰσχὺν καὶ κατ’ εἰκόνα αὐτοῦ ἐποίησεν αὐτούς. 4 ἔθηκεν τὸν φόβον αὐτοῦ ἐπὶ πάσης σαρκὸς καὶ κατακυριεύειν θηρίων καὶ πετεινῶν. 6 διαβούλιον καὶ γλῶσσαν καὶ ὀφθαλμούς, ὦτα καὶ καρδίαν ἔδωκεν διανοεῖσθαι αὐτοῖς. 7 ἐπιστήμην συνέσεως ἐνέπλησεν αὐτοὺς καὶ ἀγαθὰ καὶ κακὰ ὑπέδειξεν αὐτοῖς. 8 ἔθηκεν τὸν ὀφθαλμὸν αὐτοῦ ἐπὶ τὰς καρδίας αὐτῶν δεῖξαι αὐτοῖς τὸ μεγαλεῖον τῶν ἔργων αὐτοῦ, 10 καὶ ὄνομα ἁγιασμοῦ αἰνέσουσιν, ἵνα διηγῶνται τὰ μεγαλεῖα τῶν ἔργων αὐτοῦ. 11 προσέθηκεν αὐτοῖς ἐπιστήμην καὶ νόμον ζωῆς ἐκληροδότησεν αὐτοῖς. 12 διαθήκην αἰῶνος ἔστησεν μετ’ αὐτῶν καὶ τὰ κρίματα αὐτοῦ ὑπέδειξεν αὐτοῖς. 13 μεγαλεῖον δόξης εἶδον οἱ ὀφθαλμοὶ αὐτῶν, καὶ δόξαν φωνῆς αὐτοῦ ἤκουσεν τὸ οὖς αὐτῶν. 14 καὶ εἶπεν αὐτοῖς Προσέχετε ἀπὸ παντὸς ἀδίκου· καὶ ἐνετείλατο αὐτοῖς ἑκάστῳ περὶ τοῦ πλησίον. 15 Αἱ ὁδοὶ αὐτῶν ἐναντίον αὐτοῦ διὰ παντός, οὐ κρυβήσονται ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ. 17 ἑκάστῳ ἔθνει κατέστησεν ἡγούμενον, καὶ μερὶς κυρίου Ισραηλ ἐστίν. 19 ἅπαντα τὰ ἔργα αὐτῶν ὡς ὁ ἥλιος ἐναντίον αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐνδελεχεῖς ἐπὶ τὰς ὁδοὺς αὐτῶν. 20 οὐκ ἐκρύβησαν αἱ ἀδικίαι αὐτῶν ἀπ’ αὐτοῦ, καὶ πᾶσαι αἱ ἁμαρτίαι αὐτῶν ἔναντι κυρίου. 22 ἐλεημοσύνη ἀνδρὸς ὡς σφραγὶς μετ’ αὐτοῦ, καὶ χάριν ἀνθρώπου ὡς κόρην συντηρήσει. 23 μετὰ ταῦτα ἐξαναστήσεται καὶ ἀνταποδώσει αὐτοῖς καὶ τὸ ἀνταπόδομα αὐτῶν εἰς κεφαλὴν αὐτῶν ἀποδώσει· 24 πλὴν μετανοοῦσιν ἔδωκεν ἐπάνοδον καὶ παρεκάλεσεν ἐκλείποντας ὑπομονήν. 25 Ἐπίστρεφε ἐπὶ κύριον καὶ ἀπόλειπε ἁμαρτίας, δεήθητι κατὰ πρόσωπον καὶ σμίκρυνον πρόσκομμα· 26 ἐπάναγε ἐπὶ ὕψιστον καὶ ἀπόστρεφε ἀπὸ ἀδικίας καὶ σφόδρα μίσησον βδέλυγμα. 27 ὑψίστῳ τίς αἰνέσει ἐν ᾅδου ἀντὶ ζώντων καὶ διδόντων ἀνθομολόγησιν; 28 ἀπὸ νεκροῦ ὡς μηδὲ ὄντος ἀπόλλυται ἐξομολόγησις· ζῶν καὶ ὑγιὴς αἰνέσει τὸν κύριον. 29 ὡς μεγάλη ἡ ἐλεημοσύνη τοῦ κυρίου καὶ ἐξιλασμὸς τοῖς ἐπιστρέφουσιν ἐπ’ αὐτόν. 30 οὐ γὰρ δύναται πάντα εἶναι ἐν ἀνθρώποις, ὅτι οὐκ ἀθάνατος υἱὸς ἀνθρώπου. 31 τί φωτεινότερον ἡλίου; καὶ τοῦτο ἐκλείπει· καὶ πονηρὸν ἐνθυμηθήσεται σὰρξ καὶ αἷμα. 32 δύναμιν ὕψους οὐρανοῦ αὐτὸς ἐπισκέπτεται, καὶ ἄνθρωποι πάντες γῆ καὶ σποδός.
1 Κύριος ἔκτισεν ἐκ γῆς ἄνθρωπον καὶ πάλιν ἀπέστρεψεν αὐτὸν εἰς αὐτήν.
2 ἡμέρας ἀριθμοῦ καὶ καιρὸν ἔδωκεν αὐτοῖς καὶ ἔδωκεν αὐτοῖς ἐξουσίαν τῶν ἐπ’ αὐτῆς.
3 καθ’ ἑαυτὸν ἐνέδυσεν αὐτοὺς ἰσχὺν καὶ κατ’ εἰκόνα αὐτοῦ ἐποίησεν αὐτούς.
4 ἔθηκεν τὸν φόβον αὐτοῦ ἐπὶ πάσης σαρκὸς καὶ κατακυριεύειν θηρίων καὶ πετεινῶν.
6 διαβούλιον καὶ γλῶσσαν καὶ ὀφθαλμούς, ὦτα καὶ καρδίαν ἔδωκεν διανοεῖσθαι αὐτοῖς.
7 ἐπιστήμην συνέσεως ἐνέπλησεν αὐτοὺς καὶ ἀγαθὰ καὶ κακὰ ὑπέδειξεν αὐτοῖς.
8 ἔθηκεν τὸν ὀφθαλμὸν αὐτοῦ ἐπὶ τὰς καρδίας αὐτῶν δεῖξαι αὐτοῖς τὸ μεγαλεῖον τῶν ἔργων αὐτοῦ,
10 καὶ ὄνομα ἁγιασμοῦ αἰνέσουσιν, ἵνα διηγῶνται τὰ μεγαλεῖα τῶν ἔργων αὐτοῦ.
11 προσέθηκεν αὐτοῖς ἐπιστήμην καὶ νόμον ζωῆς ἐκληροδότησεν αὐτοῖς.
12 διαθήκην αἰῶνος ἔστησεν μετ’ αὐτῶν καὶ τὰ κρίματα αὐτοῦ ὑπέδειξεν αὐτοῖς.
13 μεγαλεῖον δόξης εἶδον οἱ ὀφθαλμοὶ αὐτῶν, καὶ δόξαν φωνῆς αὐτοῦ ἤκουσεν τὸ οὖς αὐτῶν.
14 καὶ εἶπεν αὐτοῖς Προσέχετε ἀπὸ παντὸς ἀδίκου· καὶ ἐνετείλατο αὐτοῖς ἑκάστῳ περὶ τοῦ πλησίον.
15 Αἱ ὁδοὶ αὐτῶν ἐναντίον αὐτοῦ διὰ παντός, οὐ κρυβήσονται ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ.
17 ἑκάστῳ ἔθνει κατέστησεν ἡγούμενον, καὶ μερὶς κυρίου Ισραηλ ἐστίν.
19 ἅπαντα τὰ ἔργα αὐτῶν ὡς ὁ ἥλιος ἐναντίον αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐνδελεχεῖς ἐπὶ τὰς ὁδοὺς αὐτῶν.
20 οὐκ ἐκρύβησαν αἱ ἀδικίαι αὐτῶν ἀπ’ αὐτοῦ, καὶ πᾶσαι αἱ ἁμαρτίαι αὐτῶν ἔναντι κυρίου.
22 ἐλεημοσύνη ἀνδρὸς ὡς σφραγὶς μετ’ αὐτοῦ, καὶ χάριν ἀνθρώπου ὡς κόρην συντηρήσει.
23 μετὰ ταῦτα ἐξαναστήσεται καὶ ἀνταποδώσει αὐτοῖς καὶ τὸ ἀνταπόδομα αὐτῶν εἰς κεφαλὴν αὐτῶν ἀποδώσει·
24 πλὴν μετανοοῦσιν ἔδωκεν ἐπάνοδον καὶ παρεκάλεσεν ἐκλείποντας ὑπομονήν.
25 Ἐπίστρεφε ἐπὶ κύριον καὶ ἀπόλειπε ἁμαρτίας, δεήθητι κατὰ πρόσωπον καὶ σμίκρυνον πρόσκομμα·
26 ἐπάναγε ἐπὶ ὕψιστον καὶ ἀπόστρεφε ἀπὸ ἀδικίας καὶ σφόδρα μίσησον βδέλυγμα.
27 ὑψίστῳ τίς αἰνέσει ἐν ᾅδου ἀντὶ ζώντων καὶ διδόντων ἀνθομολόγησιν;
28 ἀπὸ νεκροῦ ὡς μηδὲ ὄντος ἀπόλλυται ἐξομολόγησις· ζῶν καὶ ὑγιὴς αἰνέσει τὸν κύριον.
29 ὡς μεγάλη ἡ ἐλεημοσύνη τοῦ κυρίου καὶ ἐξιλασμὸς τοῖς ἐπιστρέφουσιν ἐπ’ αὐτόν.
30 οὐ γὰρ δύναται πάντα εἶναι ἐν ἀνθρώποις, ὅτι οὐκ ἀθάνατος υἱὸς ἀνθρώπου.
31 τί φωτεινότερον ἡλίου; καὶ τοῦτο ἐκλείπει· καὶ πονηρὸν ἐνθυμηθήσεται σὰρξ καὶ αἷμα.
32 δύναμιν ὕψους οὐρανοῦ αὐτὸς ἐπισκέπτεται, καὶ ἄνθρωποι πάντες γῆ καὶ σποδός.
Traducerea catolică
Traducerea greacă bizantină
1 Domnul l-a creat pe om din pământ
și iarăși l-a făcut să se întoarcă în el.
1 Κύριος ἔκτισεν ἐκ γῆς ἄνθρωπον καὶ πάλιν ἀπέστρεψεν αὐτὸν εἰς αὐτήν.
2 Le-a dat [oamenilor] zile numărate și un timp,
le-a dat putere asupra celor care sunt pe [pământ].
2 ἡμέρας ἀριθμοῦ καὶ καιρὸν ἔδωκεν αὐτοῖς καὶ ἔδωκεν αὐτοῖς ἐξουσίαν τῶν ἐπ’ αὐτῆς.
3 Asemenea lui însuși i-a îmbrăcat cu putere
și i-a făcut după chipul lui.
3 καθ’ ἑαυτὸν ἐνέδυσεν αὐτοὺς ἰσχὺν καὶ κατ’ εἰκόνα αὐτοῦ ἐποίησεν αὐτούς.
4 A pus teama de el în toată făptura,
ca să stăpânească peste animale și păsări.
4 ἔθηκεν τὸν φόβον αὐτοῦ ἐπὶ πάσης σαρκὸς καὶ κατακυριεύειν θηρίων καὶ πετεινῶν.
5 Le-a dat folosirea celor cinci lucrări ale Domnului,
împărțind, le-a dăruit pe a șasea – mintea –
și pe a șaptea – cuvântul –
ca interpret al lucrărilor sale.
6 Le-a dat voință, limbă și ochi,
urechi și inimă pentru a cugeta.
6 διαβούλιον καὶ γλῶσσαν καὶ ὀφθαλμούς, ὦτα καὶ καρδίαν ἔδωκεν διανοεῖσθαι αὐτοῖς.
7 I-a umplut de cunoașterea înțelegerii
și le-a arătat cele bune și cele rele.
7 ἐπιστήμην συνέσεως ἐνέπλησεν αὐτοὺς καὶ ἀγαθὰ καὶ κακὰ ὑπέδειξεν αὐτοῖς.
8 A pus teama de el în inimile lor,
ca să le arate măreția faptelor sale.
8 ἔθηκεν τὸν ὀφθαλμὸν αὐτοῦ ἐπὶ τὰς καρδίας αὐτῶν δεῖξαι αὐτοῖς τὸ μεγαλεῖον τῶν ἔργων αὐτοῦ,
9 Și le-a dat să se laude cu minunile lui
de-a lungul veacurilor.
10 Vor lăuda numele său cel sfânt,
ca să povestească mărețiile faptelor lui.
10 καὶ ὄνομα ἁγιασμοῦ αἰνέσουσιν, ἵνα διηγῶνται τὰ μεγαλεῖα τῶν ἔργων αὐτοῦ.
11 A pus înaintea lor cunoașterea
și legea vieții le-a dat-o ca moștenire,
ca să știe că sunt muritori cei care există acum.
11 προσέθηκεν αὐτοῖς ἐπιστήμην καὶ νόμον ζωῆς ἐκληροδότησεν αὐτοῖς.
12 A stabilit cu ei o alianță veșnică
și le-a arătat judecățile sale.
12 διαθήκην αἰῶνος ἔστησεν μετ’ αὐτῶν καὶ τὰ κρίματα αὐτοῦ ὑπέδειξεν αὐτοῖς.
13 Ochii lor au văzut măreția gloriei
și urechea lor a auzit gloria glasului său.
13 μεγαλεῖον δόξης εἶδον οἱ ὀφθαλμοὶ αὐτῶν, καὶ δόξαν φωνῆς αὐτοῦ ἤκουσεν τὸ οὖς αὐτῶν.
14 Le-a spus: „Feriți-vă de orice nedreptate!”
și le-a dat porunci fiecăruia
cu privire la aproapele său.
14 καὶ εἶπεν αὐτοῖς Προσέχετε ἀπὸ παντὸς ἀδίκου· καὶ ἐνετείλατο αὐτοῖς ἑκάστῳ περὶ τοῦ πλησίον.
15 Căile lor sunt înaintea lui întotdeauna,
nu vor fi ascunse de ochii lui.
15 Αἱ ὁδοὶ αὐτῶν ἐναντίον αὐτοῦ διὰ παντός, οὐ κρυβήσονται ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ.
16 Drumurile lor, încă din tinerețe,
au fost [îndreptate] spre rele
și nu au putut, în loc de piatră,
să facă inimile lor de carne.
17 La împărțirea neamurilor de pe întregul pământ,
pentru fiecare neam a stabilit un conducător
și partea Domnului este Israél.
17 ἑκάστῳ ἔθνει κατέστησεν ἡγούμενον, καὶ μερὶς κυρίου Ισραηλ ἐστίν.
18 Fiind întâiul-născut, i-a dat educație
și, împărțind lumina iubirii, nu l-a părăsit.
19 Toate lucrările lor sunt ca soarele înaintea lui
și ochii lui sunt neîncetat asupra căilor lor.
19 ἅπαντα τὰ ἔργα αὐτῶν ὡς ὁ ἥλιος ἐναντίον αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐνδελεχεῖς ἐπὶ τὰς ὁδοὺς αὐτῶν.
20 Nedreptățile lor nu sunt ascunse de el
și toate păcatele lor sunt înaintea Domnului.
20 οὐκ ἐκρύβησαν αἱ ἀδικίαι αὐτῶν ἀπ’ αὐτοῦ, καὶ πᾶσαι αἱ ἁμαρτίαι αὐτῶν ἔναντι κυρίου.
21 Dar Domnul, fiind bun și cunoscând ce a plăsmuit,
nu i-a părăsit, nu i-a abandonat, ci i-a cruțat.
22 Fapta bună a omului este ca un sigiliu cu el
și binefacerea omului o păstrează
ca pupila [ochiului],
împărțind fiilor săi și fiicelor sale convertirea.
22 ἐλεημοσύνη ἀνδρὸς ὡς σφραγὶς μετ’ αὐτοῦ, καὶ χάριν ἀνθρώπου ὡς κόρην συντηρήσει.
23 După acestea, se va ridica și-i va răsplăti
și va pune pe capul lor răsplata lor.
23 μετὰ ταῦτα ἐξαναστήσεται καὶ ἀνταποδώσει αὐτοῖς καὶ τὸ ἀνταπόδομα αὐτῶν εἰς κεφαλὴν αὐτῶν ἀποδώσει·
24 Totuși, celor care se convertesc
le-a dat întoarcerea
și i-a mângâiatpe cei care au părăsit răbdarea.
24 πλὴν μετανοοῦσιν ἔδωκεν ἐπάνοδον καὶ παρεκάλεσεν ἐκλείποντας ὑπομονήν.
25 Întoarce-te la Domnul și părăsește păcatele,
roagă-te în fața lui și micșorează piedicile!
25 Ἐπίστρεφε ἐπὶ κύριον καὶ ἀπόλειπε ἁμαρτίας, δεήθητι κατὰ πρόσωπον καὶ σμίκρυνον πρόσκομμα·
26 Revino la Cel Preaînalt
și întoarce-te de la nedreptate,
căci el conduce din întuneric la lumina mântuirii
și urăște mult ceea ce este abominábil!
26 ἐπάναγε ἐπὶ ὕψιστον καὶ ἀπόστρεφε ἀπὸ ἀδικίας καὶ σφόδρα μίσησον βδέλυγμα.
27 Cine-l va lăuda pe Cel Preaînalt în locuința morților
și cine-i va aduce recunoștință în locul celor vii!
27 ὑψίστῳ τίς αἰνέσει ἐν ᾅδου ἀντὶ ζώντων καὶ διδόντων ἀνθομολόγησιν;
28 Lauda piere de la cel mort ca și cum n-ar fi;
cel viu și sănătos îl va lăuda pe Domnul.
28 ἀπὸ νεκροῦ ὡς μηδὲ ὄντος ἀπόλλυται ἐξομολόγησις· ζῶν καὶ ὑγιὴς αἰνέσει τὸν κύριον.
29 Cât de mare este milostivirea Domnului
și îndurarea [lui] față de cei care se întorc la el!
29 ὡς μεγάλη ἡ ἐλεημοσύνη τοῦ κυρίου καὶ ἐξιλασμὸς τοῖς ἐπιστρέφουσιν ἐπ’ αὐτόν.
30 Nu se poate să fie toate în oameni,
căci fiul omului nu este nemuritor!
30 οὐ γὰρ δύναται πάντα εἶναι ἐν ἀνθρώποις, ὅτι οὐκ ἀθάνατος υἱὸς ἀνθρώπου.
31 Ce este mai luminos decât soarele?
Dar și acesta încetează.
Carnea și sângele reflectează la rău.
31 τί φωτεινότερον ἡλίου; καὶ τοῦτο ἐκλείπει· καὶ πονηρὸν ἐνθυμηθήσεται σὰρξ καὶ αἷμα.
32 El cercetează puterea cerului înalt
și toți oamenii sunt pământ și cenușă.
32 δύναμιν ὕψους οὐρανοῦ αὐτὸς ἐπισκέπτεται, καὶ ἄνθρωποι πάντες γῆ καὶ σποδός.