1 Μὴ ποίει κακά, καὶ οὐ μή σε καταλάβῃ κακόν· 2 ἀπόστηθι ἀπὸ ἀδίκου, καὶ ἐκκλινεῖ ἀπὸ σοῦ. 3 υἱέ, μὴ σπεῖρε ἐπ’ αὔλακας ἀδικίας, καὶ οὐ μὴ θερίσῃς αὐτὰ ἑπταπλασίως. 4 μὴ ζήτει παρὰ κυρίου ἡγεμονίαν μηδὲ παρὰ βασιλέως καθέδραν δόξης. 5 μὴ δικαιοῦ ἔναντι κυρίου καὶ παρὰ βασιλεῖ μὴ σοφίζου. 6 μὴ ζήτει γενέσθαι κριτής, μὴ οὐκ ἰσχύσεις ἐξᾶραι ἀδικίας, μήποτε εὐλαβηθῇς ἀπὸ προσώπου δυνάστου καὶ θήσεις σκάνδαλον ἐν εὐθύτητί σου. 7 μὴ ἁμάρτανε εἰς πλῆθος πόλεως καὶ μὴ καταβάλῃς σεαυτὸν ἐν ὄχλῳ. 8 μὴ καταδεσμεύσῃς δὶς ἁμαρτίαν· ἐν γὰρ τῇ μιᾷ οὐκ ἀθῷος ἔσῃ. 9 μὴ εἴπῃς Τῷ πλήθει τῶν δώρων μου ἐπόψεται καὶ ἐν τῷ προσενέγκαι με θεῷ ὑψίστῳ προσδέξεται. 10 μὴ ὀλιγοψυχήσῃς ἐν τῇ προσευχῇ σου καὶ ἐλεημοσύνην ποιῆσαι μὴ παρίδῃς. 11 μὴ καταγέλα ἄνθρωπον ὄντα ἐν πικρίᾳ ψυχῆς αὐτοῦ· ἔστιν γὰρ ὁ ταπεινῶν καὶ ἀνυψῶν. 12 μὴ ἀροτρία ψεῦδος ἐπ’ ἀδελφῷ σου μηδὲ φίλῳ τὸ ὅμοιον ποίει. 13 μὴ θέλε ψεύδεσθαι πᾶν ψεῦδος· ὁ γὰρ ἐνδελεχισμὸς αὐτοῦ οὐκ εἰς ἀγαθόν. 14 μὴ ἀδολέσχει ἐν πλήθει πρεσβυτέρων καὶ μὴ δευτερώσῃς λόγον ἐν προσευχῇ σου. 15 μὴ μισήσῃς ἐπίπονον ἐργασίαν καὶ γεωργίαν ὑπὸ ὑψίστου ἐκτισμένην. 16 μὴ προσλογίζου σεαυτὸν ἐν πλήθει ἁμαρτωλῶν· μνήσθητι ὅτι ὀργὴ οὐ χρονιεῖ. 17 ταπείνωσον σφόδρα τὴν ψυχήν σου, ὅτι ἐκδίκησις ἀσεβοῦς πῦρ καὶ σκώληξ. 18 Μὴ ἀλλάξῃς φίλον ἕνεκεν διαφόρου μηδὲ ἀδελφὸν γνήσιον ἐν χρυσίῳ Σουφιρ. 19 μὴ ἀστόχει γυναικὸς σοφῆς καὶ ἀγαθῆς· ἡ γὰρ χάρις αὐτῆς ὑπὲρ τὸ χρυσίον. 20 μὴ κακώσῃς οἰκέτην ἐργαζόμενον ἐν ἀληθείᾳ μηδὲ μίσθιον διδόντα τὴν ψυχὴν αὐτοῦ· 21 οἰκέτην συνετὸν ἀγαπάτω σου ἡ ψυχή, μὴ στερήσῃς αὐτὸν ἐλευθερίας. 22 κτήνη σοί ἐστιν; ἐπισκέπτου αὐτά· καὶ εἰ ἔστιν σοι χρήσιμα, ἐμμενέτω σοι. 23 τέκνα σοί ἐστιν; παίδευσον αὐτὰ καὶ κάμψον ἐκ νεότητος τὸν τράχηλον αὐτῶν. 24 θυγατέρες σοί εἰσιν; πρόσεχε τῷ σώματι αὐτῶν καὶ μὴ ἱλαρώσῃς πρὸς αὐτὰς τὸ πρόσωπόν σου. 25 ἔκδου θυγατέρα, καὶ ἔσῃ τετελεκὼς ἔργον μέγα, καὶ ἀνδρὶ συνετῷ δώρησαι αὐτήν. 26 γυνή σοί ἐστιν κατὰ ψυχήν; μὴ ἐκβάλῃς αὐτήν· καὶ μισουμένῃ μὴ ἐμπιστεύσῃς σεαυτόν. 27 Ἐν ὅλῃ καρδίᾳ σου δόξασον τὸν πατέρα σου καὶ μητρὸς ὠδῖνας μὴ ἐπιλάθῃ· 28 μνήσθητι ὅτι δι’ αὐτῶν ἐγεννήθης, καὶ τί ἀνταποδώσεις αὐτοῖς καθὼς αὐτοὶ σοί; 29 ἐν ὅλῃ ψυχῇ σου εὐλαβοῦ τὸν κύριον καὶ τοὺς ἱερεῖς αὐτοῦ θαύμαζε. 30 ἐν ὅλῃ δυνάμει ἀγάπησον τὸν ποιήσαντά σε καὶ τοὺς λειτουργοὺς αὐτοῦ μὴ ἐγκαταλίπῃς. 31 φοβοῦ τὸν κύριον καὶ δόξασον ἱερέα καὶ δὸς τὴν μερίδα αὐτῷ, καθὼς ἐντέταλταί σοι, ἀπαρχὴν καὶ περὶ πλημμελείας καὶ δόσιν βραχιόνων καὶ θυσίαν ἁγιασμοῦ καὶ ἀπαρχὴν ἁγίων. 32 Καὶ πτωχῷ ἔκτεινον τὴν χεῖρά σου, ἵνα τελειωθῇ ἡ εὐλογία σου. 33 χάρις δόματος ἔναντι παντὸς ζῶντος, καὶ ἐπὶ νεκρῷ μὴ ἀποκωλύσῃς χάριν. 34 μὴ ὑστέρει ἀπὸ κλαιόντων καὶ μετὰ πενθούντων πένθησον. 35 μὴ ὄκνει ἐπισκέπτεσθαι ἄρρωστον ἄνθρωπον· ἐκ γὰρ τῶν τοιούτων ἀγαπηθήσῃ. 36 ἐν πᾶσι τοῖς λόγοις σου μιμνῄσκου τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐχ ἁμαρτήσεις.
1 Μὴ ποίει κακά, καὶ οὐ μή σε καταλάβῃ κακόν·
2 ἀπόστηθι ἀπὸ ἀδίκου, καὶ ἐκκλινεῖ ἀπὸ σοῦ.
3 υἱέ, μὴ σπεῖρε ἐπ’ αὔλακας ἀδικίας, καὶ οὐ μὴ θερίσῃς αὐτὰ ἑπταπλασίως.
4 μὴ ζήτει παρὰ κυρίου ἡγεμονίαν μηδὲ παρὰ βασιλέως καθέδραν δόξης.
5 μὴ δικαιοῦ ἔναντι κυρίου καὶ παρὰ βασιλεῖ μὴ σοφίζου.
6 μὴ ζήτει γενέσθαι κριτής, μὴ οὐκ ἰσχύσεις ἐξᾶραι ἀδικίας, μήποτε εὐλαβηθῇς ἀπὸ προσώπου δυνάστου καὶ θήσεις σκάνδαλον ἐν εὐθύτητί σου.
7 μὴ ἁμάρτανε εἰς πλῆθος πόλεως καὶ μὴ καταβάλῃς σεαυτὸν ἐν ὄχλῳ.
8 μὴ καταδεσμεύσῃς δὶς ἁμαρτίαν· ἐν γὰρ τῇ μιᾷ οὐκ ἀθῷος ἔσῃ.
9 μὴ εἴπῃς Τῷ πλήθει τῶν δώρων μου ἐπόψεται καὶ ἐν τῷ προσενέγκαι με θεῷ ὑψίστῳ προσδέξεται.
10 μὴ ὀλιγοψυχήσῃς ἐν τῇ προσευχῇ σου καὶ ἐλεημοσύνην ποιῆσαι μὴ παρίδῃς.
11 μὴ καταγέλα ἄνθρωπον ὄντα ἐν πικρίᾳ ψυχῆς αὐτοῦ· ἔστιν γὰρ ὁ ταπεινῶν καὶ ἀνυψῶν.
12 μὴ ἀροτρία ψεῦδος ἐπ’ ἀδελφῷ σου μηδὲ φίλῳ τὸ ὅμοιον ποίει.
13 μὴ θέλε ψεύδεσθαι πᾶν ψεῦδος· ὁ γὰρ ἐνδελεχισμὸς αὐτοῦ οὐκ εἰς ἀγαθόν.
14 μὴ ἀδολέσχει ἐν πλήθει πρεσβυτέρων καὶ μὴ δευτερώσῃς λόγον ἐν προσευχῇ σου.
15 μὴ μισήσῃς ἐπίπονον ἐργασίαν καὶ γεωργίαν ὑπὸ ὑψίστου ἐκτισμένην.
16 μὴ προσλογίζου σεαυτὸν ἐν πλήθει ἁμαρτωλῶν· μνήσθητι ὅτι ὀργὴ οὐ χρονιεῖ.
17 ταπείνωσον σφόδρα τὴν ψυχήν σου, ὅτι ἐκδίκησις ἀσεβοῦς πῦρ καὶ σκώληξ.
18 Μὴ ἀλλάξῃς φίλον ἕνεκεν διαφόρου μηδὲ ἀδελφὸν γνήσιον ἐν χρυσίῳ Σουφιρ.
19 μὴ ἀστόχει γυναικὸς σοφῆς καὶ ἀγαθῆς· ἡ γὰρ χάρις αὐτῆς ὑπὲρ τὸ χρυσίον.
20 μὴ κακώσῃς οἰκέτην ἐργαζόμενον ἐν ἀληθείᾳ μηδὲ μίσθιον διδόντα τὴν ψυχὴν αὐτοῦ·
21 οἰκέτην συνετὸν ἀγαπάτω σου ἡ ψυχή, μὴ στερήσῃς αὐτὸν ἐλευθερίας.
22 κτήνη σοί ἐστιν; ἐπισκέπτου αὐτά· καὶ εἰ ἔστιν σοι χρήσιμα, ἐμμενέτω σοι.
23 τέκνα σοί ἐστιν; παίδευσον αὐτὰ καὶ κάμψον ἐκ νεότητος τὸν τράχηλον αὐτῶν.
24 θυγατέρες σοί εἰσιν; πρόσεχε τῷ σώματι αὐτῶν καὶ μὴ ἱλαρώσῃς πρὸς αὐτὰς τὸ πρόσωπόν σου.
25 ἔκδου θυγατέρα, καὶ ἔσῃ τετελεκὼς ἔργον μέγα, καὶ ἀνδρὶ συνετῷ δώρησαι αὐτήν.
26 γυνή σοί ἐστιν κατὰ ψυχήν; μὴ ἐκβάλῃς αὐτήν· καὶ μισουμένῃ μὴ ἐμπιστεύσῃς σεαυτόν.
27 Ἐν ὅλῃ καρδίᾳ σου δόξασον τὸν πατέρα σου καὶ μητρὸς ὠδῖνας μὴ ἐπιλάθῃ·
28 μνήσθητι ὅτι δι’ αὐτῶν ἐγεννήθης, καὶ τί ἀνταποδώσεις αὐτοῖς καθὼς αὐτοὶ σοί;
29 ἐν ὅλῃ ψυχῇ σου εὐλαβοῦ τὸν κύριον καὶ τοὺς ἱερεῖς αὐτοῦ θαύμαζε.
30 ἐν ὅλῃ δυνάμει ἀγάπησον τὸν ποιήσαντά σε καὶ τοὺς λειτουργοὺς αὐτοῦ μὴ ἐγκαταλίπῃς.
31 φοβοῦ τὸν κύριον καὶ δόξασον ἱερέα καὶ δὸς τὴν μερίδα αὐτῷ, καθὼς ἐντέταλταί σοι, ἀπαρχὴν καὶ περὶ πλημμελείας καὶ δόσιν βραχιόνων καὶ θυσίαν ἁγιασμοῦ καὶ ἀπαρχὴν ἁγίων.
32 Καὶ πτωχῷ ἔκτεινον τὴν χεῖρά σου, ἵνα τελειωθῇ ἡ εὐλογία σου.
33 χάρις δόματος ἔναντι παντὸς ζῶντος, καὶ ἐπὶ νεκρῷ μὴ ἀποκωλύσῃς χάριν.
34 μὴ ὑστέρει ἀπὸ κλαιόντων καὶ μετὰ πενθούντων πένθησον.
35 μὴ ὄκνει ἐπισκέπτεσθαι ἄρρωστον ἄνθρωπον· ἐκ γὰρ τῶν τοιούτων ἀγαπηθήσῃ.
36 ἐν πᾶσι τοῖς λόγοις σου μιμνῄσκου τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐχ ἁμαρτήσεις.
Traducerea catolică
Traducerea greacă bizantină
1 Nu fă rele și răul nu te va prinde!
1 Μὴ ποίει κακά, καὶ οὐ μή σε καταλάβῃ κακόν·
2 Stai departe de nedreptate
și ea se va întoarce de la tine!
2 ἀπόστηθι ἀπὸ ἀδίκου, καὶ ἐκκλινεῖ ἀπὸ σοῦ.
3 Fiule, nu semăna în brazdele nelegiuirii
și nu vei secera de șapte ori!
3 υἱέ, μὴ σπεῖρε ἐπ’ αὔλακας ἀδικίας, καὶ οὐ μὴ θερίσῃς αὐτὰ ἑπταπλασίως.
4 Nu căuta de la Domnul puterea
și de la rege, un scaun de onoare!
4 μὴ ζήτει παρὰ κυρίου ἡγεμονίαν μηδὲ παρὰ βασιλέως καθέδραν δόξης.
5 Nu fă pe dreptul înaintea Domnului
și nici pe înțeleptul, în apropierea regelui!
5 μὴ δικαιοῦ ἔναντι κυρίου καὶ παρὰ βασιλεῖ μὴ σοφίζου.
6 Nu căuta să devii judecător,
ca nu cumva să nu poți să dezrădăcinezi nelegiuirea
și ca să nu te temi de fața celui puternic
și să dai scandal cât privește dreptatea ta!
6 μὴ ζήτει γενέσθαι κριτής, μὴ οὐκ ἰσχύσεις ἐξᾶραι ἀδικίας, μήποτε εὐλαβηθῇς ἀπὸ προσώπου δυνάστου καὶ θήσεις σκάνδαλον ἐν εὐθύτητί σου.
7 Nu păcătui față de [lumea] multă a cetății
și să nu decazi în mulțime!
7 μὴ ἁμάρτανε εἰς πλῆθος πόλεως καὶ μὴ καταβάλῃς σεαυτὸν ἐν ὄχλῳ.
8 Nu te lega de două ori de păcat,
căci chiar și pentru unul nu vei fi nevinovat!
8 μὴ καταδεσμεύσῃς δὶς ἁμαρτίαν· ἐν γὰρ τῇ μιᾷ οὐκ ἀθῷος ἔσῃ.
9 Nu spune:
„Va privi la mulțimea darurilor mele
și, când eu le voi aduce,
Dumnezeul cel Preaînalt le va accepta”.
9 μὴ εἴπῃς Τῷ πλήθει τῶν δώρων μου ἐπόψεται καὶ ἐν τῷ προσενέγκαι με θεῷ ὑψίστῳ προσδέξεται.
10 Să nu ai inimă mică în rugăciunea ta
și nu trece cu vederea să faci fapte bune!
10 μὴ ὀλιγοψυχήσῃς ἐν τῇ προσευχῇ σου καὶ ἐλεημοσύνην ποιῆσαι μὴ παρίδῃς.
11 Nu-l lua în râs pe omul aflat
în amărăciunea sufletului,
căci este cine umilește și cine înalță!
11 μὴ καταγέλα ἄνθρωπον ὄντα ἐν πικρίᾳ ψυχῆς αὐτοῦ· ἔστιν γὰρ ὁ ταπεινῶν καὶ ἀνυψῶν.
12 Nu semăna minciună împotriva fratelui tău
și nu fă la fel împotriva prietenului!
12 μὴ ἀροτρία ψεῦδος ἐπ’ ἀδελφῷ σου μηδὲ φίλῳ τὸ ὅμοιον ποίει.
13 Nu dori să spui vreo minciună,
căci continuarea ei nu este spre bine!
13 μὴ θέλε ψεύδεσθαι πᾶν ψεῦδος· ὁ γὰρ ἐνδελεχισμὸς αὐτοῦ οὐκ εἰς ἀγαθόν.
14 Nu pălăvrăgi în mulțimea bătrânilor
și nu repeta cuvântul în rugăciunea ta!
14 μὴ ἀδολέσχει ἐν πλήθει πρεσβυτέρων καὶ μὴ δευτερώσῃς λόγον ἐν προσευχῇ σου.
15 Nu urî lucrarea chinuitoare,
nici agricultura creată de Cel Preaînalt!
15 μὴ μισήσῃς ἐπίπονον ἐργασίαν καὶ γεωργίαν ὑπὸ ὑψίστου ἐκτισμένην.
16 Nu te număra în mulțimea păcătoșilor!
Amintește-ți că mânia nu întârzie!
16 μὴ προσλογίζου σεαυτὸν ἐν πλήθει ἁμαρτωλῶν· μνήσθητι ὅτι ὀργὴ οὐ χρονιεῖ.
17 Umilește-ți foarte mult sufletul,
căci pedeapsa celui nelegiuit
sunt focul și viermele.
17 ταπείνωσον σφόδρα τὴν ψυχήν σου, ὅτι ἐκδίκησις ἀσεβοῦς πῦρ καὶ σκώληξ.
18 Nu schimba prietenul pentru profit,
nici fratele sincer pe aur din Sufír!
18 Μὴ ἀλλάξῃς φίλον ἕνεκεν διαφόρου μηδὲ ἀδελφὸν γνήσιον ἐν χρυσίῳ Σουφιρ.
19 Nu disprețui femeia înțeleaptă și bună,
căci harul ei este mai presus decât aurul!
19 μὴ ἀστόχει γυναικὸς σοφῆς καὶ ἀγαθῆς· ἡ γὰρ χάρις αὐτῆς ὑπὲρ τὸ χρυσίον.
20 Nu-l maltrata pe slujitorul
care lucrează după adevăr,
nici pe salariatul care-și dă sufletul [pentru muncă]!
20 μὴ κακώσῃς οἰκέτην ἐργαζόμενον ἐν ἀληθείᾳ μηδὲ μίσθιον διδόντα τὴν ψυχὴν αὐτοῦ·
21 Sufletul tău să-l iubească pe slujitorul inteligent
și nu-l priva de libertate!
21 οἰκέτην συνετὸν ἀγαπάτω σου ἡ ψυχή, μὴ στερήσῃς αὐτὸν ἐλευθερίας.
22 Ai turmă? Păzește-o!
Dacă-ți este folositoare, să rămână la tine!
22 κτήνη σοί ἐστιν; ἐπισκέπτου αὐτά· καὶ εἰ ἔστιν σοι χρήσιμα, ἐμμενέτω σοι.
23 Ai fii? Educă-i
și leagă-le din tinerețe grumazul!
23 τέκνα σοί ἐστιν; παίδευσον αὐτὰ καὶ κάμψον ἐκ νεότητος τὸν τράχηλον αὐτῶν.
24 Ai fiice? Fii atent la trupul lor
și să nu ai un chip blajin față de ele!
24 θυγατέρες σοί εἰσιν; πρόσεχε τῷ σώματι αὐτῶν καὶ μὴ ἱλαρώσῃς πρὸς αὐτὰς τὸ πρόσωπόν σου.
25 Mărită-ți fiica și vei împlini o mare lucrare!
Dăruiește-o unui om cugetat!
25 ἔκδου θυγατέρα, καὶ ἔσῃ τετελεκὼς ἔργον μέγα, καὶ ἀνδρὶ συνετῷ δώρησαι αὐτήν.
26 Ai o femeie după sufletul [tău]?
Nu o alunga!
Iar dacă o urăști, nu te încrede în ea!
26 γυνή σοί ἐστιν κατὰ ψυχήν; μὴ ἐκβάλῃς αὐτήν· καὶ μισουμένῃ μὴ ἐμπιστεύσῃς σεαυτόν.
27 Din toată inima ta cinstește-l pe tatăl tău
și nu uita de durerile mamei!
27 Ἐν ὅλῃ καρδίᾳ σου δόξασον τὸν πατέρα σου καὶ μητρὸς ὠδῖνας μὴ ἐπιλάθῃ·
28 Adu-ți aminte că prin ei ai fost născut!
Ce le vei da înapoi așa cum ei [ți-au dat] ție?
28 μνήσθητι ὅτι δι’ αὐτῶν ἐγεννήθης, καὶ τί ἀνταποδώσεις αὐτοῖς καθὼς αὐτοὶ σοί;
29 Din toată inima ta teme-te de Domnul
și admiră-i pe preoții lui!
29 ἐν ὅλῃ ψυχῇ σου εὐλαβοῦ τὸν κύριον καὶ τοὺς ἱερεῖς αὐτοῦ θαύμαζε.
30 Din toată puterea ta iubește-l
pe cel care te-a făcut
și nu-i părăsi pe slujitorii săi!
30 ἐν ὅλῃ δυνάμει ἀγάπησον τὸν ποιήσαντά σε καὶ τοὺς λειτουργοὺς αὐτοῦ μὴ ἐγκαταλίπῃς.
31 Teme-te de Domnul și cinstește-l pe preot!
Dă-i partea după cum ți s-a poruncit:
primiția, cele pentru vinovăție,
darurile spetelor, jertfa sfințirii
și primiția celor sfinte!
31 φοβοῦ τὸν κύριον καὶ δόξασον ἱερέα καὶ δὸς τὴν μερίδα αὐτῷ, καθὼς ἐντέταλταί σοι, ἀπαρχὴν καὶ περὶ πλημμελείας καὶ δόσιν βραχιόνων καὶ θυσίαν ἁγιασμοῦ καὶ ἀπαρχὴν ἁγίων.
32 Întinde-ți mâna către cel sărac,
ca binecuvântarea ta să fie desăvârșită!
32 Καὶ πτωχῷ ἔκτεινον τὴν χεῖρά σου, ἵνα τελειωθῇ ἡ εὐλογία σου.
33 Fapta bună a dărniciei tale
să fie înaintea tuturor celor vii
și celui mort nu-i nega fapta bună!
33 χάρις δόματος ἔναντι παντὸς ζῶντος, καὶ ἐπὶ νεκρῷ μὴ ἀποκωλύσῃς χάριν.
34 Nu-i evita pe cei care plâng
și suferă cu cei care suferă!
34 μὴ ὑστέρει ἀπὸ κλαιόντων καὶ μετὰ πενθούντων πένθησον.
35 Nu ezita să-i vizitezi pe cei bolnavi,
căci vei fi iubit de un om dintre aceștia!
35 μὴ ὄκνει ἐπισκέπτεσθαι ἄρρωστον ἄνθρωπον· ἐκ γὰρ τῶν τοιούτων ἀγαπηθήσῃ.
36 În toate cuvintele tale,
amintește-ți de cele din urmă ale tale
și nu vei păcătui în veci!
36 ἐν πᾶσι τοῖς λόγοις σου μιμνῄσκου τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐχ ἁμαρτήσεις.