1 Λίθῳ ἠρδαλωμένῳ συνεβλήθη ὀκνηρός, καὶ πᾶς ἐκσυριεῖ ἐπὶ τῇ ἀτιμίᾳ αὐτοῦ. 2 βολβίτῳ κοπρίων συνεβλήθη ὀκνηρός, πᾶς ὁ ἀναιρούμενος αὐτὸν ἐκτινάξει χεῖρα. 3 αἰσχύνη πατρὸς ἐν γεννήσει ἀπαιδεύτου, θυγάτηρ δὲ ἐπ’ ἐλαττώσει γίνεται. 4 θυγάτηρ φρονίμη κληρονομήσει ἄνδρα αὐτῆς, καὶ ἡ καταισχύνουσα εἰς λύπην γεννήσαντος· 5 πατέρα καὶ ἄνδρα καταισχύνει ἡ θρασεῖα καὶ ὑπὸ ἀμφοτέρων ἀτιμασθήσεται. 6 μουσικὰ ἐν πένθει ἄκαιρος διήγησις, μάστιγες δὲ καὶ παιδεία ἐν παντὶ καιρῷ σοφίας. 9 συγκολλῶν ὄστρακον ὁ διδάσκων μωρόν, ἐξεγείρων καθεύδοντα ἐκ βαθέος ὕπνου. 10 διηγούμενος νυστάζοντι ὁ διηγούμενος μωρῷ, καὶ ἐπὶ συντελείᾳ ἐρεῖ Τί ἐστιν; 11 ἐπὶ νεκρῷ κλαῦσον, ἐξέλιπεν γὰρ φῶς, καὶ ἐπὶ μωρῷ κλαῦσον, ἐξέλιπεν γὰρ σύνεσιν· ἥδιον κλαῦσον ἐπὶ νεκρῷ, ὅτι ἀνεπαύσατο, τοῦ δὲ μωροῦ ὑπὲρ θάνατον ἡ ζωὴ πονηρά. 12 πένθος νεκροῦ ἑπτὰ ἡμέραι, μωροῦ δὲ καὶ ἀσεβοῦς πᾶσαι αἱ ἡμέραι τῆς ζωῆς αὐτοῦ. 13 μετὰ ἄφρονος μὴ πληθύνῃς λόγον καὶ πρὸς ἀσύνετον μὴ πορεύου· φύλαξαι ἀπ’ αὐτοῦ, ἵνα μὴ κόπον ἔχῃς καὶ οὐ μὴ μολυνθῇς ἐν τῷ ἐντιναγμῷ αὐτοῦ· ἔκκλινον ἀπ’ αὐτοῦ καὶ εὑρήσεις ἀνάπαυσιν καὶ οὐ μὴ ἀκηδιάσῃς ἐν τῇ ἀπονοίᾳ αὐτοῦ. 14 ὑπὲρ μόλιβον τί βαρυνθήσεται; καὶ τί αὐτῷ ὄνομα ἀλλ’ ἢ μωρός; 15 ἄμμον καὶ ἅλα καὶ βῶλον σιδήρου εὔκοπον ὑπενεγκεῖν ἢ ἄνθρωπον ἀσύνετον. 16 Ἱμάντωσις ξυλίνη ἐνδεδεμένη εἰς οἰκοδομὴν ἐν συσσεισμῷ οὐ διαλυθήσεται· οὕτως καρδία ἐστηριγμένη ἐπὶ διανοήματος βουλῆς ἐν καιρῷ οὐ δειλιάσει. 17 καρδία ἡδρασμένη ἐπὶ διανοίας συνέσεως ὡς κόσμος ψαμμωτὸς τοίχου ξυστοῦ. 18 χάρακες ἐπὶ μετεώρου κείμενοι κατέναντι ἀνέμου οὐ μὴ ὑπομείνωσιν· οὕτως καρδία δειλὴ ἐπὶ διανοήματος μωροῦ κατέναντι παντὸς φόβου οὐ μὴ ὑπομείνῃ. 19 Ὁ νύσσων ὀφθαλμὸν κατάξει δάκρυα, καὶ νύσσων καρδίαν ἐκφαίνει αἴσθησιν. 20 βάλλων λίθον ἐπὶ πετεινὰ ἀποσοβεῖ αὐτά, καὶ ὁ ὀνειδίζων φίλον διαλύσει φιλίαν. 21 ἐπὶ φίλον ἐὰν σπάσῃς ῥομφαίαν, μὴ ἀφελπίσῃς, ἔστιν γὰρ ἐπάνοδος· 22 ἐπὶ φίλον ἐὰν ἀνοίξῃς στόμα, μὴ εὐλαβηθῇς, ἔστιν γὰρ διαλλαγή· πλὴν ὀνειδισμοῦ καὶ ὑπερηφανίας καὶ μυστηρίου ἀποκαλύψεως καὶ πληγῆς δολίας, ἐν τούτοις ἀποφεύξεται πᾶς φίλος. 23 πίστιν κτῆσαι ἐν πτωχείᾳ μετὰ τοῦ πλησίον, ἵνα ἐν τοῖς ἀγαθοῖς αὐτοῦ ὁμοῦ πλησθῇς· ἐν καιρῷ θλίψεως διάμενε αὐτῷ, ἵνα ἐν τῇ κληρονομίᾳ αὐτοῦ συγκληρονομήσῃς. 24 πρὸ πυρὸς ἀτμὶς καμίνου καὶ καπνός· οὕτως πρὸ αἱμάτων λοιδορίαι. 25 φίλον σκεπάσαι οὐκ αἰσχυνθήσομαι καὶ ἀπὸ προσώπου αὐτοῦ οὐ μὴ κρυβῶ, 26 καὶ εἰ κακά μοι συμβήσεται δι’ αὐτόν, πᾶς ὁ ἀκούων φυλάξεται ἀπ’ αὐτοῦ. 27 Τίς δώσει ἐπὶ στόμα μου φυλακὴν καὶ ἐπὶ τῶν χειλέων μου σφραγῖδα πανοῦργον, ἵνα μὴ πέσω ἀπ’ αὐτῆς καὶ ἡ γλῶσσά μου ἀπολέσῃ με;
1 Λίθῳ ἠρδαλωμένῳ συνεβλήθη ὀκνηρός, καὶ πᾶς ἐκσυριεῖ ἐπὶ τῇ ἀτιμίᾳ αὐτοῦ.
2 βολβίτῳ κοπρίων συνεβλήθη ὀκνηρός, πᾶς ὁ ἀναιρούμενος αὐτὸν ἐκτινάξει χεῖρα.
3 αἰσχύνη πατρὸς ἐν γεννήσει ἀπαιδεύτου, θυγάτηρ δὲ ἐπ’ ἐλαττώσει γίνεται.
4 θυγάτηρ φρονίμη κληρονομήσει ἄνδρα αὐτῆς, καὶ ἡ καταισχύνουσα εἰς λύπην γεννήσαντος·
5 πατέρα καὶ ἄνδρα καταισχύνει ἡ θρασεῖα καὶ ὑπὸ ἀμφοτέρων ἀτιμασθήσεται.
6 μουσικὰ ἐν πένθει ἄκαιρος διήγησις, μάστιγες δὲ καὶ παιδεία ἐν παντὶ καιρῷ σοφίας.
9 συγκολλῶν ὄστρακον ὁ διδάσκων μωρόν, ἐξεγείρων καθεύδοντα ἐκ βαθέος ὕπνου.
10 διηγούμενος νυστάζοντι ὁ διηγούμενος μωρῷ, καὶ ἐπὶ συντελείᾳ ἐρεῖ Τί ἐστιν;
11 ἐπὶ νεκρῷ κλαῦσον, ἐξέλιπεν γὰρ φῶς, καὶ ἐπὶ μωρῷ κλαῦσον, ἐξέλιπεν γὰρ σύνεσιν· ἥδιον κλαῦσον ἐπὶ νεκρῷ, ὅτι ἀνεπαύσατο, τοῦ δὲ μωροῦ ὑπὲρ θάνατον ἡ ζωὴ πονηρά.
12 πένθος νεκροῦ ἑπτὰ ἡμέραι, μωροῦ δὲ καὶ ἀσεβοῦς πᾶσαι αἱ ἡμέραι τῆς ζωῆς αὐτοῦ.
13 μετὰ ἄφρονος μὴ πληθύνῃς λόγον καὶ πρὸς ἀσύνετον μὴ πορεύου· φύλαξαι ἀπ’ αὐτοῦ, ἵνα μὴ κόπον ἔχῃς καὶ οὐ μὴ μολυνθῇς ἐν τῷ ἐντιναγμῷ αὐτοῦ· ἔκκλινον ἀπ’ αὐτοῦ καὶ εὑρήσεις ἀνάπαυσιν καὶ οὐ μὴ ἀκηδιάσῃς ἐν τῇ ἀπονοίᾳ αὐτοῦ.
14 ὑπὲρ μόλιβον τί βαρυνθήσεται; καὶ τί αὐτῷ ὄνομα ἀλλ’ ἢ μωρός;
15 ἄμμον καὶ ἅλα καὶ βῶλον σιδήρου εὔκοπον ὑπενεγκεῖν ἢ ἄνθρωπον ἀσύνετον.
16 Ἱμάντωσις ξυλίνη ἐνδεδεμένη εἰς οἰκοδομὴν ἐν συσσεισμῷ οὐ διαλυθήσεται· οὕτως καρδία ἐστηριγμένη ἐπὶ διανοήματος βουλῆς ἐν καιρῷ οὐ δειλιάσει.
17 καρδία ἡδρασμένη ἐπὶ διανοίας συνέσεως ὡς κόσμος ψαμμωτὸς τοίχου ξυστοῦ.
18 χάρακες ἐπὶ μετεώρου κείμενοι κατέναντι ἀνέμου οὐ μὴ ὑπομείνωσιν· οὕτως καρδία δειλὴ ἐπὶ διανοήματος μωροῦ κατέναντι παντὸς φόβου οὐ μὴ ὑπομείνῃ.
19 Ὁ νύσσων ὀφθαλμὸν κατάξει δάκρυα, καὶ νύσσων καρδίαν ἐκφαίνει αἴσθησιν.
20 βάλλων λίθον ἐπὶ πετεινὰ ἀποσοβεῖ αὐτά, καὶ ὁ ὀνειδίζων φίλον διαλύσει φιλίαν.
21 ἐπὶ φίλον ἐὰν σπάσῃς ῥομφαίαν, μὴ ἀφελπίσῃς, ἔστιν γὰρ ἐπάνοδος·
22 ἐπὶ φίλον ἐὰν ἀνοίξῃς στόμα, μὴ εὐλαβηθῇς, ἔστιν γὰρ διαλλαγή· πλὴν ὀνειδισμοῦ καὶ ὑπερηφανίας καὶ μυστηρίου ἀποκαλύψεως καὶ πληγῆς δολίας, ἐν τούτοις ἀποφεύξεται πᾶς φίλος.
23 πίστιν κτῆσαι ἐν πτωχείᾳ μετὰ τοῦ πλησίον, ἵνα ἐν τοῖς ἀγαθοῖς αὐτοῦ ὁμοῦ πλησθῇς· ἐν καιρῷ θλίψεως διάμενε αὐτῷ, ἵνα ἐν τῇ κληρονομίᾳ αὐτοῦ συγκληρονομήσῃς.
24 πρὸ πυρὸς ἀτμὶς καμίνου καὶ καπνός· οὕτως πρὸ αἱμάτων λοιδορίαι.
25 φίλον σκεπάσαι οὐκ αἰσχυνθήσομαι καὶ ἀπὸ προσώπου αὐτοῦ οὐ μὴ κρυβῶ,
26 καὶ εἰ κακά μοι συμβήσεται δι’ αὐτόν, πᾶς ὁ ἀκούων φυλάξεται ἀπ’ αὐτοῦ.
27 Τίς δώσει ἐπὶ στόμα μου φυλακὴν καὶ ἐπὶ τῶν χειλέων μου σφραγῖδα πανοῦργον, ἵνα μὴ πέσω ἀπ’ αὐτῆς καὶ ἡ γλῶσσά μου ἀπολέσῃ με;
Traducerea catolică
Traducerea greacă bizantină
1 Leneșul este considerat
ca o piatră murdară:
oricine fluieră spre dezonoarea lui.
1 Λίθῳ ἠρδαλωμένῳ συνεβλήθη ὀκνηρός, καὶ πᾶς ἐκσυριεῖ ἐπὶ τῇ ἀτιμίᾳ αὐτοῦ.
2 Leneșul este considerat ca un boț de balegă:
oricine îl ridică își scutură mâna.
2 βολβίτῳ κοπρίων συνεβλήθη ὀκνηρός, πᾶς ὁ ἀναιρούμενος αὐτὸν ἐκτινάξει χεῖρα.
3 Rușinea tatălui este nașterea unui [copil] needucat,
iar cea a unei fiice este spre pagubă.
3 αἰσχύνη πατρὸς ἐν γεννήσει ἀπαιδεύτου, θυγάτηρ δὲ ἐπ’ ἐλαττώσει γίνεται.
4 Fiica inteligentă își va moșteni soțul,
dar cea nerușinată este spre tristețea
celui care i-a dat naștere.
4 θυγάτηρ φρονίμη κληρονομήσει ἄνδρα αὐτῆς, καὶ ἡ καταισχύνουσα εἰς λύπην γεννήσαντος·
5 Cea obraznică face de rușine și tatăl, și soțul
și va fi disprețuită de amândoi.
5 πατέρα καὶ ἄνδρα καταισχύνει ἡ θρασεῖα καὶ ὑπὸ ἀμφοτέρων ἀτιμασθήσεται.
6 O muzică în timp de jale este vorbirea nepotrivită,
dar biciul și disciplina,
în orice timp, sunt înțelepciune.
6 μουσικὰ ἐν πένθει ἄκαιρος διήγησις, μάστιγες δὲ καὶ παιδεία ἐν παντὶ καιρῷ σοφίας.
7 Copiii care au hrană pentru o viață bună
ascund originea umilă a părinților lor.
8 Copiii care se laudă cu îngâmfare și lipsă de educație
întinează bunul renume al celor care i-au născut.
9 Cel care-l învață pe un nebun
este ca unul care lipește un ciob
sau ca unul care-l trezește
pe cel căzut într-un somn adânc.
9 συγκολλῶν ὄστρακον ὁ διδάσκων μωρόν, ἐξεγείρων καθεύδοντα ἐκ βαθέος ὕπνου.
10 Cel care discută cu un nebun
este precum cel care discută cu unul care moțăie;
la sfârșit îi va spune: „Ce-i?”.
10 διηγούμενος νυστάζοντι ὁ διηγούμενος μωρῷ, καὶ ἐπὶ συντελείᾳ ἐρεῖ Τί ἐστιν;
11 Plângi pentru un mort, căci l-a părăsit lumina!
Plângi pentru un nebun,
căci l-a părăsit înțelegerea!
Plângi mai degrabă pentru un mort,
căci se odihnește!
Căci viața nebunului este mai rea decât moartea.
11 ἐπὶ νεκρῷ κλαῦσον, ἐξέλιπεν γὰρ φῶς, καὶ ἐπὶ μωρῷ κλαῦσον, ἐξέλιπεν γὰρ σύνεσιν· ἥδιον κλαῦσον ἐπὶ νεκρῷ, ὅτι ἀνεπαύσατο, τοῦ δὲ μωροῦ ὑπὲρ θάνατον ἡ ζωὴ πονηρά.
12 Jalea pentru un mort este de șapte zile,
dar pentru un nebun și un nelegiuit,
toate zilele vieții lor.
12 πένθος νεκροῦ ἑπτὰ ἡμέραι, μωροῦ δὲ καὶ ἀσεβοῦς πᾶσαι αἱ ἡμέραι τῆς ζωῆς αὐτοῦ.
13 Nu înmulți cuvântul cu cel nepriceput
și nu te du la cel prost,
căci, fiind prost, te va face de rușine în toate!
Păzește-te de el, ca să nu ai de suferit
și să nu te profanezi când el se va scutura.
Întoarce-te de la el și vei afla odihnă
și nu te vei scârbi de zăpăceala lui.
13 μετὰ ἄφρονος μὴ πληθύνῃς λόγον καὶ πρὸς ἀσύνετον μὴ πορεύου· φύλαξαι ἀπ’ αὐτοῦ, ἵνα μὴ κόπον ἔχῃς καὶ οὐ μὴ μολυνθῇς ἐν τῷ ἐντιναγμῷ αὐτοῦ· ἔκκλινον ἀπ’ αὐτοῦ καὶ εὑρήσεις ἀνάπαυσιν καὶ οὐ μὴ ἀκηδιάσῃς ἐν τῇ ἀπονοίᾳ αὐτοῦ.
14 Ce este mai greu decât plumbul
și care este numele lui, dacă nu „nebun”?
14 ὑπὲρ μόλιβον τί βαρυνθήσεται; καὶ τί αὐτῷ ὄνομα ἀλλ’ ἢ μωρός;
15 Nisipul, sarea și o bucată de fier
sunt mai ușor de purtat decât omul prost.
15 ἄμμον καὶ ἅλα καὶ βῶλον σιδήρου εὔκοπον ὑπενεγκεῖν ἢ ἄνθρωπον ἀσύνετον.
16 O îmbinare de lemne legate într-o casă,
la un cutremur, nu se desface,
tot așa inima întărită de o voință gândită
nu se descurajează în timpul [de încercare].
16 Ἱμάντωσις ξυλίνη ἐνδεδεμένη εἰς οἰκοδομὴν ἐν συσσεισμῷ οὐ διαλυθήσεται· οὕτως καρδία ἐστηριγμένη ἐπὶ διανοήματος βουλῆς ἐν καιρῷ οὐ δειλιάσει.
17 Inima susținută de o gândire înțelegătoare
este ca o podoabă de tencuială
pe un perete neted.
17 καρδία ἡδρασμένη ἐπὶ διανοίας συνέσεως ὡς κόσμος ψαμμωτὸς τοίχου ξυστοῦ.
18 Parii înfipți pe un vârf de deal
nu rezistă în fața vântului,
tot așa inima intimidată
din cauza gândirii nebunești
nu rezistă în fața oricărei frici.
18 χάρακες ἐπὶ μετεώρου κείμενοι κατέναντι ἀνέμου οὐ μὴ ὑπομείνωσιν· οὕτως καρδία δειλὴ ἐπὶ διανοήματος μωροῦ κατέναντι παντὸς φόβου οὐ μὴ ὑπομείνῃ.
19 Cel care străpunge un ochi face să curgă lacrimile,
iar cel care străpunge inima
scoate la lumină sentimentul.
19 Ὁ νύσσων ὀφθαλμὸν κατάξει δάκρυα, καὶ νύσσων καρδίαν ἐκφαίνει αἴσθησιν.
20 Cel care aruncă în păsări cu piatra le alungă
și cel care-l jignește pe prieten rupe prietenia.
20 βάλλων λίθον ἐπὶ πετεινὰ ἀποσοβεῖ αὐτά, καὶ ὁ ὀνειδίζων φίλον διαλύσει φιλίαν.
21 Dacă ai scoate sabia împotriva prietenului,
nu dispera,
căci este cale de întoarcere!
21 ἐπὶ φίλον ἐὰν σπάσῃς ῥομφαίαν, μὴ ἀφελπίσῃς, ἔστιν γὰρ ἐπάνοδος·
22 Dacă deschizi gura împotriva prietenului,
nu te speria: există împăcare,
în afară de jignire, aroganță,
dezvăluirea tainei și rana înșelăciunii:
de toate acestea fuge orice prieten.
22 ἐπὶ φίλον ἐὰν ἀνοίξῃς στόμα, μὴ εὐλαβηθῇς, ἔστιν γὰρ διαλλαγή· πλὴν ὀνειδισμοῦ καὶ ὑπερηφανίας καὶ μυστηρίου ἀποκαλύψεως καὶ πληγῆς δολίας, ἐν τούτοις ἀποφεύξεται πᾶς φίλος.
23 Dobândește încrederea aproapelui
când este în sărăcie,
ca să te umpli împreună cu el
de cele bune ale sale!
Rămâi cu el în timpul strâmtorării,
ca să ai parte împreună cu el de moștenirea lui!
Aparența nu este de disprețuit întotdeauna
și nici nu-i de mirare un bogat care nu are minte.
23 πίστιν κτῆσαι ἐν πτωχείᾳ μετὰ τοῦ πλησίον, ἵνα ἐν τοῖς ἀγαθοῖς αὐτοῦ ὁμοῦ πλησθῇς· ἐν καιρῷ θλίψεως διάμενε αὐτῷ, ἵνα ἐν τῇ κληρονομίᾳ αὐτοῦ συγκληρονομήσῃς.
24 Înainte de foc sunt aburul cuptorului și fumul;
tot așa, înainte de sânge sunt insultele.
24 πρὸ πυρὸς ἀτμὶς καμίνου καὶ καπνός· οὕτως πρὸ αἱμάτων λοιδορίαι.
25 Nu mă voi rușina să acopăr un prieten
și nu mă voi ascunde de fața lui.
25 φίλον σκεπάσαι οὐκ αἰσχυνθήσομαι καὶ ἀπὸ προσώπου αὐτοῦ οὐ μὴ κρυβῶ,
26 Dacă mi se va întâmpla ceva rău din cauza lui,
oricine aude se va păzi de el.
26 καὶ εἰ κακά μοι συμβήσεται δι’ αὐτόν, πᾶς ὁ ἀκούων φυλάξεται ἀπ’ αὐτοῦ.
27 Cine va da o pază gurii mele
și un sigiliu prevăzător pentru buzele mele,
ca să nu cad din cauza lor
și gura mea să nu mă piardă?
27 Τίς δώσει ἐπὶ στόμα μου φυλακὴν καὶ ἐπὶ τῶν χειλέων μου σφραγῖδα πανοῦργον, ἵνα μὴ πέσω ἀπ’ αὐτῆς καὶ ἡ γλῶσσά μου ἀπολέσῃ με;