1 Μὴ περὶ τούτων αἰσχυνθῇς καὶ μὴ λάβῃς πρόσωπον τοῦ ἁμαρτάνειν· 2 περὶ νόμου ὑψίστου καὶ διαθήκης καὶ περὶ κρίματος δικαιῶσαι τὸν ἀσεβῆ, 3 περὶ λόγου κοινωνοῦ καὶ ὁδοιπόρων καὶ περὶ δόσεως κληρονομίας ἑταίρων, 4 περὶ ἀκριβείας ζυγοῦ καὶ σταθμίων καὶ περὶ κτήσεως πολλῶν καὶ ὀλίγων, 5 περὶ διαφόρου πράσεως ἐμπόρων καὶ περὶ παιδείας τέκνων πολλῆς καὶ οἰκέτῃ πονηρῷ πλευρὰν αἱμάξαι· 6 ἐπὶ γυναικὶ πονηρᾷ καλὸν σφραγίς, καὶ ὅπου χεῖρες πολλαί, κλεῖσον· 7 ὃ ἐὰν παραδιδῷς, ἐν ἀριθμῷ καὶ σταθμῷ, καὶ δόσις καὶ λῆμψις, πάντα ἐν γραφῇ· 8 περὶ παιδείας ἀνοήτου καὶ μωροῦ καὶ ἐσχατογήρως κρινομένου πρὸς νέους· καὶ ἔσῃ πεπαιδευμένος ἀληθινῶς καὶ δεδοκιμασμένος ἔναντι παντὸς ζῶντος. 9 Θυγάτηρ πατρὶ ἀπόκρυφος ἀγρυπνία, καὶ ἡ μέριμνα αὐτῆς ἀφιστᾷ ὕπνον· ἐν νεότητι αὐτῆς, μήποτε παρακμάσῃ, καὶ συνῳκηκυῖα, μήποτε μισηθῇ· 10 ἐν παρθενίᾳ, μήποτε βεβηλωθῇ καὶ ἐν τοῖς πατρικοῖς αὐτῆς ἔγκυος γένηται· μετὰ ἀνδρὸς οὖσα, μήποτε παραβῇ, καὶ συνῳκηκυῖα, μήποτε στειρωθῇ. 11 ἐπὶ θυγατρὶ ἀδιατρέπτῳ στερέωσον φυλακήν, μήποτε ποιήσῃ σε ἐπίχαρμα ἐχθροῖς, λαλιὰν ἐν πόλει καὶ ἔκκλητον λαοῦ, καὶ καταισχύνῃ σε ἐν πλήθει πολλῶν. 12 παντὶ ἀνθρώπῳ μὴ ἔμβλεπε ἐν κάλλει καὶ ἐν μέσῳ γυναικῶν μὴ συνέδρευε· 13 ἀπὸ γὰρ ἱματίων ἐκπορεύεται σὴς καὶ ἀπὸ γυναικὸς πονηρία γυναικός. 14 κρείσσων πονηρία ἀνδρὸς ἢ ἀγαθοποιὸς γυνή, καὶ γυνὴ καταισχύνουσα εἰς ὀνειδισμόν. 15 Μνησθήσομαι δὴ τὰ ἔργα κυρίου, καὶ ἃ ἑόρακα, ἐκδιηγήσομαι· ἐν λόγοις κυρίου τὰ ἔργα αὐτοῦ. 16 ἥλιος φωτίζων κατὰ πᾶν ἐπέβλεψεν, καὶ τῆς δόξης κυρίου πλῆρες τὸ ἔργον αὐτοῦ. 17 οὐκ ἐξεποίησεν τοῖς ἁγίοις κυρίου ἐκδιηγήσασθαι πάντα τὰ θαυμάσια αὐτοῦ, ἃ ἐστερέωσεν κύριος ὁ παντοκράτωρ στηριχθῆναι ἐν δόξῃ αὐτοῦ τὸ πᾶν. 18 ἄβυσσον καὶ καρδίαν ἐξίχνευσεν καὶ ἐν πανουργεύμασιν αὐτῶν διενοήθη· ἔγνω γὰρ ὁ ὕψιστος πᾶσαν εἴδησιν καὶ ἐνέβλεψεν εἰς σημεῖον αἰῶνος 19 ἀπαγγέλλων τὰ παρεληλυθότα καὶ τὰ ἐσόμενα καὶ ἀποκαλύπτων ἴχνη ἀποκρύφων· 20 οὐ παρῆλθεν αὐτὸν πᾶν διανόημα, οὐκ ἐκρύβη ἀπ’ αὐτοῦ οὐδὲ εἷς λόγος. 21 τὰ μεγαλεῖα τῆς σοφίας αὐτοῦ ἐκόσμησεν, ὡς ἔστιν πρὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα· οὔτε προσετέθη οὔτε ἠλαττώθη, καὶ οὐ προσεδεήθη οὐδενὸς συμβούλου. 22 ὡς πάντα τὰ ἔργα αὐτοῦ ἐπιθυμητὰ καὶ ὡς σπινθῆρός ἐστιν θεωρῆσαι· 23 πάντα ταῦτα ζῇ καὶ μένει εἰς τὸν αἰῶνα ἐν πάσαις χρείαις, καὶ πάντα ὑπακούει. 24 πάντα δισσά, ἓν κατέναντι τοῦ ἑνός, καὶ οὐκ ἐποίησεν οὐδὲν ἐλλεῖπον· 25 ἓν τοῦ ἑνὸς ἐστερέωσεν τὰ ἀγαθά, καὶ τίς πλησθήσεται ὁρῶν δόξαν αὐτοῦ;
1 Μὴ περὶ τούτων αἰσχυνθῇς καὶ μὴ λάβῃς πρόσωπον τοῦ ἁμαρτάνειν·
2 περὶ νόμου ὑψίστου καὶ διαθήκης καὶ περὶ κρίματος δικαιῶσαι τὸν ἀσεβῆ,
3 περὶ λόγου κοινωνοῦ καὶ ὁδοιπόρων καὶ περὶ δόσεως κληρονομίας ἑταίρων,
4 περὶ ἀκριβείας ζυγοῦ καὶ σταθμίων καὶ περὶ κτήσεως πολλῶν καὶ ὀλίγων,
5 περὶ διαφόρου πράσεως ἐμπόρων καὶ περὶ παιδείας τέκνων πολλῆς καὶ οἰκέτῃ πονηρῷ πλευρὰν αἱμάξαι·
6 ἐπὶ γυναικὶ πονηρᾷ καλὸν σφραγίς, καὶ ὅπου χεῖρες πολλαί, κλεῖσον·
7 ὃ ἐὰν παραδιδῷς, ἐν ἀριθμῷ καὶ σταθμῷ, καὶ δόσις καὶ λῆμψις, πάντα ἐν γραφῇ·
8 περὶ παιδείας ἀνοήτου καὶ μωροῦ καὶ ἐσχατογήρως κρινομένου πρὸς νέους· καὶ ἔσῃ πεπαιδευμένος ἀληθινῶς καὶ δεδοκιμασμένος ἔναντι παντὸς ζῶντος.
9 Θυγάτηρ πατρὶ ἀπόκρυφος ἀγρυπνία, καὶ ἡ μέριμνα αὐτῆς ἀφιστᾷ ὕπνον· ἐν νεότητι αὐτῆς, μήποτε παρακμάσῃ, καὶ συνῳκηκυῖα, μήποτε μισηθῇ·
10 ἐν παρθενίᾳ, μήποτε βεβηλωθῇ καὶ ἐν τοῖς πατρικοῖς αὐτῆς ἔγκυος γένηται· μετὰ ἀνδρὸς οὖσα, μήποτε παραβῇ, καὶ συνῳκηκυῖα, μήποτε στειρωθῇ.
11 ἐπὶ θυγατρὶ ἀδιατρέπτῳ στερέωσον φυλακήν, μήποτε ποιήσῃ σε ἐπίχαρμα ἐχθροῖς, λαλιὰν ἐν πόλει καὶ ἔκκλητον λαοῦ, καὶ καταισχύνῃ σε ἐν πλήθει πολλῶν.
12 παντὶ ἀνθρώπῳ μὴ ἔμβλεπε ἐν κάλλει καὶ ἐν μέσῳ γυναικῶν μὴ συνέδρευε·
13 ἀπὸ γὰρ ἱματίων ἐκπορεύεται σὴς καὶ ἀπὸ γυναικὸς πονηρία γυναικός.
14 κρείσσων πονηρία ἀνδρὸς ἢ ἀγαθοποιὸς γυνή, καὶ γυνὴ καταισχύνουσα εἰς ὀνειδισμόν.
15 Μνησθήσομαι δὴ τὰ ἔργα κυρίου, καὶ ἃ ἑόρακα, ἐκδιηγήσομαι· ἐν λόγοις κυρίου τὰ ἔργα αὐτοῦ.
16 ἥλιος φωτίζων κατὰ πᾶν ἐπέβλεψεν, καὶ τῆς δόξης κυρίου πλῆρες τὸ ἔργον αὐτοῦ.
17 οὐκ ἐξεποίησεν τοῖς ἁγίοις κυρίου ἐκδιηγήσασθαι πάντα τὰ θαυμάσια αὐτοῦ, ἃ ἐστερέωσεν κύριος ὁ παντοκράτωρ στηριχθῆναι ἐν δόξῃ αὐτοῦ τὸ πᾶν.
18 ἄβυσσον καὶ καρδίαν ἐξίχνευσεν καὶ ἐν πανουργεύμασιν αὐτῶν διενοήθη· ἔγνω γὰρ ὁ ὕψιστος πᾶσαν εἴδησιν καὶ ἐνέβλεψεν εἰς σημεῖον αἰῶνος
19 ἀπαγγέλλων τὰ παρεληλυθότα καὶ τὰ ἐσόμενα καὶ ἀποκαλύπτων ἴχνη ἀποκρύφων·
20 οὐ παρῆλθεν αὐτὸν πᾶν διανόημα, οὐκ ἐκρύβη ἀπ’ αὐτοῦ οὐδὲ εἷς λόγος.
21 τὰ μεγαλεῖα τῆς σοφίας αὐτοῦ ἐκόσμησεν, ὡς ἔστιν πρὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα· οὔτε προσετέθη οὔτε ἠλαττώθη, καὶ οὐ προσεδεήθη οὐδενὸς συμβούλου.
22 ὡς πάντα τὰ ἔργα αὐτοῦ ἐπιθυμητὰ καὶ ὡς σπινθῆρός ἐστιν θεωρῆσαι·
23 πάντα ταῦτα ζῇ καὶ μένει εἰς τὸν αἰῶνα ἐν πάσαις χρείαις, καὶ πάντα ὑπακούει.
24 πάντα δισσά, ἓν κατέναντι τοῦ ἑνός, καὶ οὐκ ἐποίησεν οὐδὲν ἐλλεῖπον·
25 ἓν τοῦ ἑνὸς ἐστερέωσεν τὰ ἀγαθά, καὶ τίς πλησθήσεται ὁρῶν δόξαν αὐτοῦ;
Traducerea catolică
Traducerea greacă bizantină
1 de repetarea cuvântului ascultat
și de dezvăluirea cuvintelor tainice!
Atunci vei fi rușinos cu adevărat
și vei afla har înaintea oricărui om.
Dar de acestea să nu te rușinezi
și să nu faci discriminare ca să păcătuiești:
1 Μὴ περὶ τούτων αἰσχυνθῇς καὶ μὴ λάβῃς πρόσωπον τοῦ ἁμαρτάνειν·
2 de legea Celui Preaînalt și de alianță,
de judecata care-l îndreptățește pe cel nelegiuit;
2 περὶ νόμου ὑψίστου καὶ διαθήκης καὶ περὶ κρίματος δικαιῶσαι τὸν ἀσεβῆ,
3 de cuvântul partenerului și al însoțitorilor la drum,
de darul moștenirii tovarășilor;
3 περὶ λόγου κοινωνοῦ καὶ ὁδοιπόρων καὶ περὶ δόσεως κληρονομίας ἑταίρων,
4 de precizia balanței și a greutăților,
de dobândirea a multe sau puține [lucruri];
4 περὶ ἀκριβείας ζυγοῦ καὶ σταθμίων καὶ περὶ κτήσεως πολλῶν καὶ ὀλίγων,
5 de câștigul vânzării la negustori,
de educația strictă a copiilor
și de sângerarea rănii slugii celei rele!
5 περὶ διαφόρου πράσεως ἐμπόρων καὶ περὶ παιδείας τέκνων πολλῆς καὶ οἰκέτῃ πονηρῷ πλευρὰν αἱμάξαι·
6 Față de o femeie rea este bun sigiliul
și unde sunt multe mâini, cheia.
6 ἐπὶ γυναικὶ πονηρᾷ καλὸν σφραγίς, καὶ ὅπου χεῖρες πολλαί, κλεῖσον·
7 Dacă încredințezi, să fie cu număr și la greutate,
iar datul și primitul să fie în scris!
7 ὃ ἐὰν παραδιδῷς, ἐν ἀριθμῷ καὶ σταθμῷ, καὶ δόσις καὶ λῆμψις, πάντα ἐν γραφῇ·
8 [Să nu te rușinezi] de educarea prostului
și a nebunului,
a celui care, la adânci bătrâneți, se judecă cu tinerii:
fii educat cu adevărat
și cu discernământ înainte oricărei ființe!
8 περὶ παιδείας ἀνοήτου καὶ μωροῦ καὶ ἐσχατογήρως κρινομένου πρὸς νέους· καὶ ἔσῃ πεπαιδευμένος ἀληθινῶς καὶ δεδοκιμασμένος ἔναντι παντὸς ζῶντος.
9 Insomnie ascunsă este fiica pentru tatăl [ei]
și preocuparea pentru ea îndepărtează somnul:
în tinerețea ei, să nu-i treacă vremea
și, măritată, să nu cumva să fie urâtă!
9 Θυγάτηρ πατρὶ ἀπόκρυφος ἀγρυπνία, καὶ ἡ μέριμνα αὐτῆς ἀφιστᾷ ὕπνον· ἐν νεότητι αὐτῆς, μήποτε παρακμάσῃ, καὶ συνῳκηκυῖα, μήποτε μισηθῇ·
10 Cât este fecioară, să nu cumva să fie întinată
și să rămână însărcinată în casa tatălui;
fiind cu bărbat, să nu cumva să se treacă
și, măritată, să nu rămână fără copii.
10 ἐν παρθενίᾳ, μήποτε βεβηλωθῇ καὶ ἐν τοῖς πατρικοῖς αὐτῆς ἔγκυος γένηται· μετὰ ἀνδρὸς οὖσα, μήποτε παραβῇ, καὶ συνῳκηκυῖα, μήποτε στειρωθῇ.
11 Față de o fiică obraznică, întărește paza,
ca nu cumva să te facă de râs în fața dușmanilor,
[obiect] al vorbăriei în cetate și învinuit în popor,
și să te facă de rușine în adunarea celor mulți!
11 ἐπὶ θυγατρὶ ἀδιατρέπτῳ στερέωσον φυλακήν, μήποτε ποιήσῃ σε ἐπίχαρμα ἐχθροῖς, λαλιὰν ἐν πόλει καὶ ἔκκλητον λαοῦ, καὶ καταισχύνῃ σε ἐν πλήθει πολλῶν.
12 Să nu privești la frumusețea niciunui om
și în mijlocul femeilor să nu te așezi!
12 παντὶ ἀνθρώπῳ μὴ ἔμβλεπε ἐν κάλλει καὶ ἐν μέσῳ γυναικῶν μὴ συνέδρευε·
13 Căci din haine iese molia
și de la femeie, răutatea femeilor.
13 ἀπὸ γὰρ ἱματίων ἐκπορεύεται σὴς καὶ ἀπὸ γυναικὸς πονηρία γυναικός.
14 E mai bine răutatea unui bărbat
decât binefacerea unei femei,
a femeii care umple de rușine până la dispreț.
14 κρείσσων πονηρία ἀνδρὸς ἢ ἀγαθοποιὸς γυνή, καὶ γυνὴ καταισχύνουσα εἰς ὀνειδισμόν.
15 Îmi voi aminti de lucrările Domnului
și voi povesti ce am văzut.
Prin cuvintele Domnului
[au fost create] toate lucrările sale
și judecata lui s-a făcut după plăcerea lui.
15 Μνησθήσομαι δὴ τὰ ἔργα κυρίου, καὶ ἃ ἑόρακα, ἐκδιηγήσομαι· ἐν λόγοις κυρίου τὰ ἔργα αὐτοῦ.
16 Soarele care strălucește privește peste toate
și lucrarea lui este plină de gloria Domnului.
16 ἥλιος φωτίζων κατὰ πᾶν ἐπέβλεψεν, καὶ τῆς δόξης κυρίου πλῆρες τὸ ἔργον αὐτοῦ.
17 Nu le-a fost cu putință sfinților lui Dumnezeu
să povestească toate minunile lui
pe care Domnul cel Atotputernic le-a întărit
ca să fortifice toate în gloria lui.
17 οὐκ ἐξεποίησεν τοῖς ἁγίοις κυρίου ἐκδιηγήσασθαι πάντα τὰ θαυμάσια αὐτοῦ, ἃ ἐστερέωσεν κύριος ὁ παντοκράτωρ στηριχθῆναι ἐν δόξῃ αὐτοῦ τὸ πᾶν.
18 El a cercetat abisul și inima
și a considerat abilitățile lor.
Căci Cel Preaînalt a cunoscut toată știința
și a privit cu atenție semnele veacului,
18 ἄβυσσον καὶ καρδίαν ἐξίχνευσεν καὶ ἐν πανουργεύμασιν αὐτῶν διενοήθη· ἔγνω γὰρ ὁ ὕψιστος πᾶσαν εἴδησιν καὶ ἐνέβλεψεν εἰς σημεῖον αἰῶνος
19 vestind cele care au fost și cele care vor fi
și dezvăluind urmele celor ascunse.
19 ἀπαγγέλλων τὰ παρεληλυθότα καὶ τὰ ἐσόμενα καὶ ἀποκαλύπτων ἴχνη ἀποκρύφων·
20 Nu a trecut peste niciun gând
și niciun cuvânt nu este ascuns de el.
20 οὐ παρῆλθεν αὐτὸν πᾶν διανόημα, οὐκ ἐκρύβη ἀπ’ αὐτοῦ οὐδὲ εἷς λόγος.
21 A împodobit mărețiile înțelepciunii sale,
după cum este dinaintea veacului și până-n veci.
Nimic nu este adăugat și nimic nu este împuținat
și nu a avut nevoie de nimeni ca să-l sfătuiască.
21 τὰ μεγαλεῖα τῆς σοφίας αὐτοῦ ἐκόσμησεν, ὡς ἔστιν πρὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα· οὔτε προσετέθη οὔτε ἠλαττώθη, καὶ οὐ προσεδεήθη οὐδενὸς συμβούλου.
22 Cât sunt de dorit toate lucrările sale!
E ca o scânteie care se poate contempla.
22 ὡς πάντα τὰ ἔργα αὐτοῦ ἐπιθυμητὰ καὶ ὡς σπινθῆρός ἐστιν θεωρῆσαι·
23 Toate acestea trăiesc
și rămân în veci pentru toate nevoile
și toate se supun.
23 πάντα ταῦτα ζῇ καὶ μένει εἰς τὸν αἰῶνα ἐν πάσαις χρείαις, καὶ πάντα ὑπακούει.
24 Toate sunt câte două, unul în fața celuilalt,
și nimic nu a fost făcut lipsit [de ceva].
24 πάντα δισσά, ἓν κατέναντι τοῦ ἑνός, καὶ οὐκ ἐποίησεν οὐδὲν ἐλλεῖπον·
25 Unul întărește cele bune ale celuilalt
și se va umple contemplând gloria lui!
25 ἓν τοῦ ἑνὸς ἐστερέωσεν τὰ ἀγαθά, καὶ τίς πλησθήσεται ὁρῶν δόξαν αὐτοῦ;