1 Ἐὰν εὖ ποιῇς, γνῶθι τίνι ποιεῖς, καὶ ἔσται χάρις τοῖς ἀγαθοῖς σου. 2 εὖ ποίησον εὐσεβεῖ, καὶ εὑρήσεις ἀνταπόδομα, καὶ εἰ μὴ παρ’ αὐτοῦ, ἀλλὰ παρὰ τοῦ ὑψίστου. 3 οὐκ ἔσται ἀγαθὰ τῷ ἐνδελεχίζοντι εἰς κακὰ καὶ τῷ ἐλεημοσύνην μὴ χαριζομένῳ. 4 δὸς τῷ εὐσεβεῖ καὶ μὴ ἀντιλάβῃ τοῦ ἁμαρτωλοῦ. 5 εὖ ποίησον ταπεινῷ καὶ μὴ δῷς ἀσεβεῖ· ἐμπόδισον τοὺς ἄρτους αὐτοῦ καὶ μὴ δῷς αὐτῷ, ἵνα μὴ ἐν αὐτοῖς σε δυναστεύσῃ· διπλάσια γὰρ κακὰ εὑρήσεις ἐν πᾶσιν ἀγαθοῖς, οἷς ἂν ποιήσῃς αὐτῷ. 6 ὅτι καὶ ὁ ὕψιστος ἐμίσησεν ἁμαρτωλοὺς καὶ τοῖς ἀσεβέσιν ἀποδώσει ἐκδίκησιν. 7 δὸς τῷ ἀγαθῷ καὶ μὴ ἀντιλάβῃ τοῦ ἁμαρτωλοῦ. 8 Οὐκ ἐκδικηθήσεται ἐν ἀγαθοῖς ὁ φίλος, καὶ οὐ κρυβήσεται ἐν κακοῖς ὁ ἐχθρός. 9 ἐν ἀγαθοῖς ἀνδρὸς οἱ ἐχθροὶ αὐτοῦ ἐν λύπῃ, καὶ ἐν τοῖς κακοῖς αὐτοῦ καὶ ὁ φίλος διαχωρισθήσεται. 10 μὴ πιστεύσῃς τῷ ἐχθρῷ σου εἰς τὸν αἰῶνα· ὡς γὰρ ὁ χαλκὸς ἰοῦται, οὕτως ἡ πονηρία αὐτοῦ· 11 καὶ ἐὰν ταπεινωθῇ καὶ πορεύηται συγκεκυφώς, ἐπίστησον τὴν ψυχήν σου καὶ φύλαξαι ἀπ’ αὐτοῦ καὶ ἔσῃ αὐτῷ ὡς ἐκμεμαχὼς ἔσοπτρον καὶ γνώσῃ ὅτι οὐκ εἰς τέλος κατίωσεν. 12 μὴ στήσῃς αὐτὸν παρὰ σεαυτῷ, μὴ ἀνατρέψας σε στῇ ἐπὶ τὸν τόπον σου· μὴ καθίσῃς αὐτὸν ἐκ δεξιῶν σου, μήποτε ζητήσῃ τὴν καθέδραν σου καὶ ἐπ’ ἐσχάτων ἐπιγνώσῃ τοὺς λόγους μου καὶ ἐπὶ τῶν ῥημάτων μου κατανυγήσῃ. 13 τίς ἐλεήσει ἐπαοιδὸν ὀφιόδηκτον καὶ πάντας τοὺς προσάγοντας θηρίοις; 14 οὕτως τὸν προσπορευόμενον ἀνδρὶ ἁμαρτωλῷ καὶ συμφυρόμενον ἐν ταῖς ἁμαρτίαις αὐτοῦ. 15 ὥραν μετὰ σοῦ διαμενεῖ, καὶ ἐὰν ἐκκλίνῃς, οὐ μὴ καρτερήσῃ. 16 καὶ ἐν τοῖς χείλεσιν αὐτοῦ γλυκανεῖ ὁ ἐχθρὸς καὶ ἐν τῇ καρδίᾳ αὐτοῦ βουλεύσεται ἀνατρέψαι σε εἰς βόθρον· ἐν ὀφθαλμοῖς αὐτοῦ δακρύσει ὁ ἐχθρός, καὶ ἐὰν εὕρῃ καιρόν, οὐκ ἐμπλησθήσεται ἀφ’ αἵματος. 17 κακὰ ἐὰν ὑπαντήσῃ σοι, εὑρήσεις αὐτὸν πρότερον ἐκεῖ σου, καὶ ὡς βοηθῶν ὑποσχάσει πτέρναν σου· 18 τὴν κεφαλὴν αὐτοῦ κινήσει καὶ ἐπικροτήσει ταῖς χερσὶν αὐτοῦ καὶ πολλὰ διαψιθυρίσει καὶ ἀλλοιώσει τὸ πρόσωπον αὐτοῦ.
1 Ἐὰν εὖ ποιῇς, γνῶθι τίνι ποιεῖς, καὶ ἔσται χάρις τοῖς ἀγαθοῖς σου.
2 εὖ ποίησον εὐσεβεῖ, καὶ εὑρήσεις ἀνταπόδομα, καὶ εἰ μὴ παρ’ αὐτοῦ, ἀλλὰ παρὰ τοῦ ὑψίστου.
3 οὐκ ἔσται ἀγαθὰ τῷ ἐνδελεχίζοντι εἰς κακὰ καὶ τῷ ἐλεημοσύνην μὴ χαριζομένῳ.
4 δὸς τῷ εὐσεβεῖ καὶ μὴ ἀντιλάβῃ τοῦ ἁμαρτωλοῦ.
5 εὖ ποίησον ταπεινῷ καὶ μὴ δῷς ἀσεβεῖ· ἐμπόδισον τοὺς ἄρτους αὐτοῦ καὶ μὴ δῷς αὐτῷ, ἵνα μὴ ἐν αὐτοῖς σε δυναστεύσῃ· διπλάσια γὰρ κακὰ εὑρήσεις ἐν πᾶσιν ἀγαθοῖς, οἷς ἂν ποιήσῃς αὐτῷ.
6 ὅτι καὶ ὁ ὕψιστος ἐμίσησεν ἁμαρτωλοὺς καὶ τοῖς ἀσεβέσιν ἀποδώσει ἐκδίκησιν.
7 δὸς τῷ ἀγαθῷ καὶ μὴ ἀντιλάβῃ τοῦ ἁμαρτωλοῦ.
8 Οὐκ ἐκδικηθήσεται ἐν ἀγαθοῖς ὁ φίλος, καὶ οὐ κρυβήσεται ἐν κακοῖς ὁ ἐχθρός.
9 ἐν ἀγαθοῖς ἀνδρὸς οἱ ἐχθροὶ αὐτοῦ ἐν λύπῃ, καὶ ἐν τοῖς κακοῖς αὐτοῦ καὶ ὁ φίλος διαχωρισθήσεται.
10 μὴ πιστεύσῃς τῷ ἐχθρῷ σου εἰς τὸν αἰῶνα· ὡς γὰρ ὁ χαλκὸς ἰοῦται, οὕτως ἡ πονηρία αὐτοῦ·
11 καὶ ἐὰν ταπεινωθῇ καὶ πορεύηται συγκεκυφώς, ἐπίστησον τὴν ψυχήν σου καὶ φύλαξαι ἀπ’ αὐτοῦ καὶ ἔσῃ αὐτῷ ὡς ἐκμεμαχὼς ἔσοπτρον καὶ γνώσῃ ὅτι οὐκ εἰς τέλος κατίωσεν.
12 μὴ στήσῃς αὐτὸν παρὰ σεαυτῷ, μὴ ἀνατρέψας σε στῇ ἐπὶ τὸν τόπον σου· μὴ καθίσῃς αὐτὸν ἐκ δεξιῶν σου, μήποτε ζητήσῃ τὴν καθέδραν σου καὶ ἐπ’ ἐσχάτων ἐπιγνώσῃ τοὺς λόγους μου καὶ ἐπὶ τῶν ῥημάτων μου κατανυγήσῃ.
13 τίς ἐλεήσει ἐπαοιδὸν ὀφιόδηκτον καὶ πάντας τοὺς προσάγοντας θηρίοις;
14 οὕτως τὸν προσπορευόμενον ἀνδρὶ ἁμαρτωλῷ καὶ συμφυρόμενον ἐν ταῖς ἁμαρτίαις αὐτοῦ.
15 ὥραν μετὰ σοῦ διαμενεῖ, καὶ ἐὰν ἐκκλίνῃς, οὐ μὴ καρτερήσῃ.
16 καὶ ἐν τοῖς χείλεσιν αὐτοῦ γλυκανεῖ ὁ ἐχθρὸς καὶ ἐν τῇ καρδίᾳ αὐτοῦ βουλεύσεται ἀνατρέψαι σε εἰς βόθρον· ἐν ὀφθαλμοῖς αὐτοῦ δακρύσει ὁ ἐχθρός, καὶ ἐὰν εὕρῃ καιρόν, οὐκ ἐμπλησθήσεται ἀφ’ αἵματος.
17 κακὰ ἐὰν ὑπαντήσῃ σοι, εὑρήσεις αὐτὸν πρότερον ἐκεῖ σου, καὶ ὡς βοηθῶν ὑποσχάσει πτέρναν σου·
18 τὴν κεφαλὴν αὐτοῦ κινήσει καὶ ἐπικροτήσει ταῖς χερσὶν αὐτοῦ καὶ πολλὰ διαψιθυρίσει καὶ ἀλλοιώσει τὸ πρόσωπον αὐτοῦ.
Traducerea catolică
Traducerea greacă bizantină
1 Dacă faci bine,să știi pentru cine faci
și vei avea har pentru cele bune ale tale!
1 Ἐὰν εὖ ποιῇς, γνῶθι τίνι ποιεῖς, καὶ ἔσται χάρις τοῖς ἀγαθοῖς σου.
2 Fă bine celui pios și vei afla răsplată:
dacă nu de la el, de la Cel Preaînalt.
2 εὖ ποίησον εὐσεβεῖ, καὶ εὑρήσεις ἀνταπόδομα, καὶ εἰ μὴ παρ’ αὐτοῦ, ἀλλὰ παρὰ τοῦ ὑψίστου.
3 Cele bune nu sunt
pentru cel care perseverează în rele
și care uită de caritate.
3 οὐκ ἔσται ἀγαθὰ τῷ ἐνδελεχίζοντι εἰς κακὰ καὶ τῷ ἐλεημοσύνην μὴ χαριζομένῳ.
4 Dă-i celui pios
și nu veni în ajutorul celui păcătos!
4 δὸς τῷ εὐσεβεῖ καὶ μὴ ἀντιλάβῃ τοῦ ἁμαρτωλοῦ.
5 Fă bine celui umil
și nu-i da celui nelegiuit!
Ține-ți pâinile și nu i le da,
ca să nu te stăpânească prin ele,
căci vei afla un rău dublat
pentru toate cele bune pe care i le-ai făcut!
5 εὖ ποίησον ταπεινῷ καὶ μὴ δῷς ἀσεβεῖ· ἐμπόδισον τοὺς ἄρτους αὐτοῦ καὶ μὴ δῷς αὐτῷ, ἵνα μὴ ἐν αὐτοῖς σε δυναστεύσῃ· διπλάσια γὰρ κακὰ εὑρήσεις ἐν πᾶσιν ἀγαθοῖς, οἷς ἂν ποιήσῃς αὐτῷ.
6 Căci și Cel Preaînalt îi urăște pe cei păcătoși
și celor nelegiuiți le dă pedeapsă,
îi păstrează pentru ziua pedepsirii lor.
6 ὅτι καὶ ὁ ὕψιστος ἐμίσησεν ἁμαρτωλοὺς καὶ τοῖς ἀσεβέσιν ἀποδώσει ἐκδίκησιν.
7 Dă-i celui bun
și nu veni în ajutorul celui păcătos!
7 δὸς τῷ ἀγαθῷ καὶ μὴ ἀντιλάβῃ τοῦ ἁμαρτωλοῦ.
8 Prietenul nu [trebuie] pedepsit în cele bune
și dușmanul nu [trebuie] ascuns în cele rele.
8 Οὐκ ἐκδικηθήσεται ἐν ἀγαθοῖς ὁ φίλος, καὶ οὐ κρυβήσεται ἐν κακοῖς ὁ ἐχθρός.
9 Când un om este la bine,
dușmanii lui sunt în tristețe,
iar când este la rău,
și prietenul lui se îndepărtează.
9 ἐν ἀγαθοῖς ἀνδρὸς οἱ ἐχθροὶ αὐτοῦ ἐν λύπῃ, καὶ ἐν τοῖς κακοῖς αὐτοῦ καὶ ὁ φίλος διαχωρισθήσεται.
10 Nu te încrede în dușmanul tău în veci,
căci precum bronzul se deteriorează,
așa și nelegiuirea lui!
10 μὴ πιστεύσῃς τῷ ἐχθρῷ σου εἰς τὸν αἰῶνα· ὡς γὰρ ὁ χαλκὸς ἰοῦται, οὕτως ἡ πονηρία αὐτοῦ·
11 Chiar dacă se umilește și umblă încovoiat,
sufletul tău să fie pregătit și să se păzească de el,
și vei fi pentru el precum cel care curăță o oglindă
și vei ști că nu rămâne ruginită până la sfârșit.
11 καὶ ἐὰν ταπεινωθῇ καὶ πορεύηται συγκεκυφώς, ἐπίστησον τὴν ψυχήν σου καὶ φύλαξαι ἀπ’ αὐτοῦ καὶ ἔσῃ αὐτῷ ὡς ἐκμεμαχὼς ἔσοπτρον καὶ γνώσῃ ὅτι οὐκ εἰς τέλος κατίωσεν.
12 Nu-l așeza lângă tine ca,
întorcându-te, să nu-ți ia locul!
Nu-l așeza la dreapta ta,
ca nu cumva să caute scaunul tău
și la sfârșit să recunoști cuvintele mele
și să ai remușcări din cauza vorbelor mele!
12 μὴ στήσῃς αὐτὸν παρὰ σεαυτῷ, μὴ ἀνατρέψας σε στῇ ἐπὶ τὸν τόπον σου· μὴ καθίσῃς αὐτὸν ἐκ δεξιῶν σου, μήποτε ζητήσῃ τὴν καθέδραν σου καὶ ἐπ’ ἐσχάτων ἐπιγνώσῃ τοὺς λόγους μου καὶ ἐπὶ τῶν ῥημάτων μου κατανυγήσῃ.
13 Cine se îndură de un vrăjitor mușcat de șarpe
sau de toți cei care se apropie de fiare?
13 τίς ἐλεήσει ἐπαοιδὸν ὀφιόδηκτον καὶ πάντας τοὺς προσάγοντας θηρίοις;
14 Așa se întâmplă
cu cel care se apropie de un om păcătos
și se conformează cu păcatele lui!
14 οὕτως τὸν προσπορευόμενον ἀνδρὶ ἁμαρτωλῷ καὶ συμφυρόμενον ἐν ταῖς ἁμαρτίαις αὐτοῦ.
15 Un ceas rămâne cu tine
și, dacă te înclini, nu suportă.
15 ὥραν μετὰ σοῦ διαμενεῖ, καὶ ἐὰν ἐκκλίνῃς, οὐ μὴ καρτερήσῃ.
16 Dușmanul este dulce cu buzele sale,
dar în inima lui plănuiește
să te întoarcă spre groapă.
Dușmanul plânge cu ochii,
dar, dacă găsește timpul potrivit,
nu se va sătura de sânge.
16 καὶ ἐν τοῖς χείλεσιν αὐτοῦ γλυκανεῖ ὁ ἐχθρὸς καὶ ἐν τῇ καρδίᾳ αὐτοῦ βουλεύσεται ἀνατρέψαι σε εἰς βόθρον· ἐν ὀφθαλμοῖς αὐτοῦ δακρύσει ὁ ἐχθρός, καὶ ἐὰν εὕρῃ καιρόν, οὐκ ἐμπλησθήσεται ἀφ’ αἵματος.
17 Dacă ți se întâmplă ceva rău,
îl vei găsi primul acolo
și, ca și cum te-ar ajuta, te va apuca de călcâi.
17 κακὰ ἐὰν ὑπαντήσῃ σοι, εὑρήσεις αὐτὸν πρότερον ἐκεῖ σου, καὶ ὡς βοηθῶν ὑποσχάσει πτέρναν σου·
18 Va clătina din cap și va bate din palme,
va șușoti multe și-și va schimba fața.
18 τὴν κεφαλὴν αὐτοῦ κινήσει καὶ ἐπικροτήσει ταῖς χερσὶν αὐτοῦ καὶ πολλὰ διαψιθυρίσει καὶ ἀλλοιώσει τὸ πρόσωπον αὐτοῦ.