1 Γαυρίαμα ὕψους στερέωμα καθαριότητος, εἶδος οὐρανοῦ ἐν ὁράματι δόξης. 2 ἥλιος ἐν ὀπτασίᾳ διαγγέλλων ἐν ἐξόδῳ σκεῦος θαυμαστόν, ἔργον ὑψίστου· 3 ἐν μεσημβρίᾳ αὐτοῦ ἀναξηραίνει χώραν, καὶ ἐναντίον καύματος αὐτοῦ τίς ὑποστήσεται; 4 κάμινον φυσῶν ἐν ἔργοις καύματος, τριπλασίως ἥλιος ἐκκαίων ὄρη· ἀτμίδας πυρώδεις ἐκφυσῶν καὶ ἐκλάμπων ἀκτῖνας ἀμαυροῖ ὀφθαλμούς. 5 μέγας κύριος ὁ ποιήσας αὐτόν, καὶ ἐν λόγοις αὐτοῦ κατέσπευσεν πορείαν. 6 Καὶ ἡ σελήνη ἐν πᾶσιν εἰς καιρὸν αὐτῆς, ἀνάδειξιν χρόνων καὶ σημεῖον αἰῶνος· 7 ἀπὸ σελήνης σημεῖον ἑορτῆς, φωστὴρ μειούμενος ἐπὶ συντελείας. 8 μὴν κατὰ τὸ ὄνομα αὐτῆς ἐστιν αὐξανόμενος θαυμαστῶς ἐν ἀλλοιώσει, σκεῦος παρεμβολῶν ἐν ὕψει, ἐν στερεώματι οὐρανοῦ ἐκλάμπων. 9 κάλλος οὐρανοῦ δόξα ἄστρων, κόσμος φωτίζων ἐν ὑψίστοις κυρίου· 10 ἐν λόγοις ἁγίου στήσονται κατὰ κρίμα καὶ οὐ μὴ ἐκλυθῶσιν ἐν φυλακαῖς αὐτῶν. 11 ἰδὲ τόξον καὶ εὐλόγησον τὸν ποιήσαντα αὐτὸ σφόδρα ὡραῖον ἐν τῷ αὐγάσματι αὐτοῦ· 12 ἐγύρωσεν οὐρανὸν ἐν κυκλώσει δόξης, χεῖρες ὑψίστου ἐτάνυσαν αὐτό. 13 Προστάγματι αὐτοῦ κατέσπευσεν χιόνα καὶ ταχύνει ἀστραπὰς κρίματος αὐτοῦ· 14 διὰ τοῦτο ἠνεῴχθησαν θησαυροί, καὶ ἐξέπτησαν νεφέλαι ὡς πετεινά· 15 ἐν μεγαλείῳ αὐτοῦ ἴσχυσεν νεφέλας, καὶ διεθρύβησαν λίθοι χαλάζης· 16 καὶ ἐν ὀπτασίᾳ αὐτοῦ σαλευθήσεται ὄρη, ἐν θελήματι αὐτοῦ πνεύσεται νότος. 17 φωνὴ βροντῆς αὐτοῦ ὠνείδισεν γῆν καὶ καταιγὶς βορέου καὶ συστροφὴ πνεύματος. 18 ὡς πετεινὰ καθιπτάμενα πάσσει χιόνα, καὶ ὡς ἀκρὶς καταλύουσα ἡ κατάβασις αὐτῆς· κάλλος λευκότητος αὐτῆς ἐκθαυμάσει ὀφθαλμός, καὶ ἐπὶ τοῦ ὑετοῦ αὐτῆς ἐκστήσεται καρδία. 19 καὶ πάχνην ὡς ἅλα ἐπὶ γῆς χέει, καὶ παγεῖσα γίνεται σκολόπων ἄκρα. 20 ψυχρὸς ἄνεμος βορέης πνεύσει, καὶ παγήσεται κρύσταλλος ἐφ’ ὕδατος· ἐπὶ πᾶσαν συναγωγὴν ὕδατος καταλύσει, καὶ ὡς θώρακα ἐνδύσεται τὸ ὕδωρ. 21 καταφάγεται ὄρη καὶ ἔρημον ἐκκαύσει καὶ ἀποσβέσει χλόην ὡς πῦρ. 22 ἴασις πάντων κατὰ σπουδὴν ὁμίχλη, δρόσος ἀπαντῶσα ἀπὸ καύσωνος ἱλαρώσει. 23 Λογισμῷ αὐτοῦ ἐκόπασεν ἄβυσσον καὶ ἐφύτευσεν ἐν αὐτῇ νήσους. 24 οἱ πλέοντες τὴν θάλασσαν διηγοῦνται τὸν κίνδυνον αὐτῆς, καὶ ἀκοαῖς ὠτίων ἡμῶν θαυμάζομεν· 25 καὶ ἐκεῖ τὰ παράδοξα καὶ θαυμάσια ἔργα, ποικιλία παντὸς ζῴου, κτίσις κητῶν. 26 δι’ αὐτὸν εὐοδοῖ ἄγγελος αὐτοῦ, καὶ ἐν λόγῳ αὐτοῦ σύγκειται τὰ πάντα. 27 Πολλὰ ἐροῦμεν καὶ οὐ μὴ ἀφικώμεθα, καὶ συντέλεια λόγων Τὸ πᾶν ἐστιν αὐτός. 28 δοξάζοντες ποῦ ἰσχύσομεν; αὐτὸς γὰρ ὁ μέγας παρὰ πάντα τὰ ἔργα αὐτοῦ. 29 φοβερὸς κύριος καὶ σφόδρα μέγας, καὶ θαυμαστὴ ἡ δυναστεία αὐτοῦ. 30 δοξάζοντες κύριον ὑψώσατε καθ’ ὅσον ἂν δύνησθε, ὑπερέξει γὰρ καὶ ἔτι· καὶ ὑψοῦντες αὐτὸν πληθύνατε ἐν ἰσχύι, μὴ κοπιᾶτε, οὐ γὰρ μὴ ἀφίκησθε. 31 τίς ἑόρακεν αὐτὸν καὶ ἐκδιηγήσεται; καὶ τίς μεγαλυνεῖ αὐτὸν καθώς ἐστιν; 32 πολλὰ ἀπόκρυφά ἐστιν μείζονα τούτων, ὀλίγα γὰρ ἑωράκαμεν τῶν ἔργων αὐτοῦ· 33 πάντα γὰρ ἐποίησεν ὁ κύριος καὶ τοῖς εὐσεβέσιν ἔδωκεν σοφίαν
1 Γαυρίαμα ὕψους στερέωμα καθαριότητος, εἶδος οὐρανοῦ ἐν ὁράματι δόξης.
2 ἥλιος ἐν ὀπτασίᾳ διαγγέλλων ἐν ἐξόδῳ σκεῦος θαυμαστόν, ἔργον ὑψίστου·
3 ἐν μεσημβρίᾳ αὐτοῦ ἀναξηραίνει χώραν, καὶ ἐναντίον καύματος αὐτοῦ τίς ὑποστήσεται;
4 κάμινον φυσῶν ἐν ἔργοις καύματος, τριπλασίως ἥλιος ἐκκαίων ὄρη· ἀτμίδας πυρώδεις ἐκφυσῶν καὶ ἐκλάμπων ἀκτῖνας ἀμαυροῖ ὀφθαλμούς.
5 μέγας κύριος ὁ ποιήσας αὐτόν, καὶ ἐν λόγοις αὐτοῦ κατέσπευσεν πορείαν.
6 Καὶ ἡ σελήνη ἐν πᾶσιν εἰς καιρὸν αὐτῆς, ἀνάδειξιν χρόνων καὶ σημεῖον αἰῶνος·
7 ἀπὸ σελήνης σημεῖον ἑορτῆς, φωστὴρ μειούμενος ἐπὶ συντελείας.
8 μὴν κατὰ τὸ ὄνομα αὐτῆς ἐστιν αὐξανόμενος θαυμαστῶς ἐν ἀλλοιώσει, σκεῦος παρεμβολῶν ἐν ὕψει, ἐν στερεώματι οὐρανοῦ ἐκλάμπων.
9 κάλλος οὐρανοῦ δόξα ἄστρων, κόσμος φωτίζων ἐν ὑψίστοις κυρίου·
10 ἐν λόγοις ἁγίου στήσονται κατὰ κρίμα καὶ οὐ μὴ ἐκλυθῶσιν ἐν φυλακαῖς αὐτῶν.
11 ἰδὲ τόξον καὶ εὐλόγησον τὸν ποιήσαντα αὐτὸ σφόδρα ὡραῖον ἐν τῷ αὐγάσματι αὐτοῦ·
12 ἐγύρωσεν οὐρανὸν ἐν κυκλώσει δόξης, χεῖρες ὑψίστου ἐτάνυσαν αὐτό.
13 Προστάγματι αὐτοῦ κατέσπευσεν χιόνα καὶ ταχύνει ἀστραπὰς κρίματος αὐτοῦ·
14 διὰ τοῦτο ἠνεῴχθησαν θησαυροί, καὶ ἐξέπτησαν νεφέλαι ὡς πετεινά·
15 ἐν μεγαλείῳ αὐτοῦ ἴσχυσεν νεφέλας, καὶ διεθρύβησαν λίθοι χαλάζης·
16 καὶ ἐν ὀπτασίᾳ αὐτοῦ σαλευθήσεται ὄρη, ἐν θελήματι αὐτοῦ πνεύσεται νότος.
17 φωνὴ βροντῆς αὐτοῦ ὠνείδισεν γῆν καὶ καταιγὶς βορέου καὶ συστροφὴ πνεύματος.
18 ὡς πετεινὰ καθιπτάμενα πάσσει χιόνα, καὶ ὡς ἀκρὶς καταλύουσα ἡ κατάβασις αὐτῆς· κάλλος λευκότητος αὐτῆς ἐκθαυμάσει ὀφθαλμός, καὶ ἐπὶ τοῦ ὑετοῦ αὐτῆς ἐκστήσεται καρδία.
19 καὶ πάχνην ὡς ἅλα ἐπὶ γῆς χέει, καὶ παγεῖσα γίνεται σκολόπων ἄκρα.
20 ψυχρὸς ἄνεμος βορέης πνεύσει, καὶ παγήσεται κρύσταλλος ἐφ’ ὕδατος· ἐπὶ πᾶσαν συναγωγὴν ὕδατος καταλύσει, καὶ ὡς θώρακα ἐνδύσεται τὸ ὕδωρ.
21 καταφάγεται ὄρη καὶ ἔρημον ἐκκαύσει καὶ ἀποσβέσει χλόην ὡς πῦρ.
22 ἴασις πάντων κατὰ σπουδὴν ὁμίχλη, δρόσος ἀπαντῶσα ἀπὸ καύσωνος ἱλαρώσει.
23 Λογισμῷ αὐτοῦ ἐκόπασεν ἄβυσσον καὶ ἐφύτευσεν ἐν αὐτῇ νήσους.
24 οἱ πλέοντες τὴν θάλασσαν διηγοῦνται τὸν κίνδυνον αὐτῆς, καὶ ἀκοαῖς ὠτίων ἡμῶν θαυμάζομεν·
25 καὶ ἐκεῖ τὰ παράδοξα καὶ θαυμάσια ἔργα, ποικιλία παντὸς ζῴου, κτίσις κητῶν.
26 δι’ αὐτὸν εὐοδοῖ ἄγγελος αὐτοῦ, καὶ ἐν λόγῳ αὐτοῦ σύγκειται τὰ πάντα.
27 Πολλὰ ἐροῦμεν καὶ οὐ μὴ ἀφικώμεθα, καὶ συντέλεια λόγων Τὸ πᾶν ἐστιν αὐτός.
28 δοξάζοντες ποῦ ἰσχύσομεν; αὐτὸς γὰρ ὁ μέγας παρὰ πάντα τὰ ἔργα αὐτοῦ.
29 φοβερὸς κύριος καὶ σφόδρα μέγας, καὶ θαυμαστὴ ἡ δυναστεία αὐτοῦ.
30 δοξάζοντες κύριον ὑψώσατε καθ’ ὅσον ἂν δύνησθε, ὑπερέξει γὰρ καὶ ἔτι· καὶ ὑψοῦντες αὐτὸν πληθύνατε ἐν ἰσχύι, μὴ κοπιᾶτε, οὐ γὰρ μὴ ἀφίκησθε.
31 τίς ἑόρακεν αὐτὸν καὶ ἐκδιηγήσεται; καὶ τίς μεγαλυνεῖ αὐτὸν καθώς ἐστιν;
32 πολλὰ ἀπόκρυφά ἐστιν μείζονα τούτων, ὀλίγα γὰρ ἑωράκαμεν τῶν ἔργων αὐτοῦ·
33 πάντα γὰρ ἐποίησεν ὁ κύριος καὶ τοῖς εὐσεβέσιν ἔδωκεν σοφίαν
Traducerea catolică
Traducerea greacă bizantină
1 Mândria înălțimilor
este firmamentul curat,
înfățișarea cerului în viziunea gloriei.
1 Γαυρίαμα ὕψους στερέωμα καθαριότητος, εἶδος οὐρανοῦ ἐν ὁράματι δόξης.
2 Soarele, când apare, vestește la ieșirea lui
ca un semn minunat
lucrarea Celui Preaînalt.
2 ἥλιος ἐν ὀπτασίᾳ διαγγέλλων ἐν ἐξόδῳ σκεῦος θαυμαστόν, ἔργον ὑψίστου·
3 La amiază, usucă pământul
și în fața arșiței sale, cine va sta?
3 ἐν μεσημβρίᾳ αὐτοῦ ἀναξηραίνει χώραν, καὶ ἐναντίον καύματος αὐτοῦ τίς ὑποστήσεται;
4 Se suflă în cuptor asupra lucrărilor de ardere,
soarele arde munții de trei ori mai mult,
răsuflă aburi de foc
făcând să strălucească raze și orbește ochii.
4 κάμινον φυσῶν ἐν ἔργοις καύματος, τριπλασίως ἥλιος ἐκκαίων ὄρη· ἀτμίδας πυρώδεις ἐκφυσῶν καὶ ἐκλάμπων ἀκτῖνας ἀμαυροῖ ὀφθαλμούς.
5 Mare este Domnul care l-a făcut
și care, prin cuvintele lui,
grăbește cursul [lui]!
5 μέγας κύριος ὁ ποιήσας αὐτόν, καὶ ἐν λόγοις αὐτοῦ κατέσπευσεν πορείαν.
6 Și luna, mereu la timpul ei,
arată timpurile și semnele veacului.
6 Καὶ ἡ σελήνη ἐν πᾶσιν εἰς καιρὸν αὐτῆς, ἀνάδειξιν χρόνων καὶ σημεῖον αἰῶνος·
7 De la lună este semn pentru sărbătoare,
splendoare care descrește până la sfârșit.
7 ἀπὸ σελήνης σημεῖον ἑορτῆς, φωστὴρ μειούμενος ἐπὶ συντελείας.
8 După numele ei este și [numele] lunilor,
în mod minunat crescând
în [timpul] schimbării,
semn al taberelor din înălțime,
strălucind pe firmamentul cerului.
8 μὴν κατὰ τὸ ὄνομα αὐτῆς ἐστιν αὐξανόμενος θαυμαστῶς ἐν ἀλλοιώσει, σκεῦος παρεμβολῶν ἐν ὕψει, ἐν στερεώματι οὐρανοῦ ἐκλάμπων.
9 Frumusețea cerului este gloria stelelor,
podoabă care luminează în înălțimile Domnului.
9 κάλλος οὐρανοῦ δόξα ἄστρων, κόσμος φωτίζων ἐν ὑψίστοις κυρίου·
10 La cuvintele Celui Sfânt stau după rânduială
și nu slăbesc în străjile lor.
10 ἐν λόγοις ἁγίου στήσονται κατὰ κρίμα καὶ οὐ μὴ ἐκλυθῶσιν ἐν φυλακαῖς αὐτῶν.
11 Privește curcubeul
și binecuvântează-l pe cel care l-a făcut;
Este foarte frumos în strălucirea lui!
11 ἰδὲ τόξον καὶ εὐλόγησον τὸν ποιήσαντα αὐτὸ σφόδρα ὡραῖον ἐν τῷ αὐγάσματι αὐτοῦ·
12 Încercuiește cerul cu un arc de glorie:
mâinile Celui Preaînalt l-au întins.
12 ἐγύρωσεν οὐρανὸν ἐν κυκλώσει δόξης, χεῖρες ὑψίστου ἐτάνυσαν αὐτό.
13 Grăbește zăpada la hotărârea lui
și zorește fulgerele judecății sale.
13 Προστάγματι αὐτοῦ κατέσπευσεν χιόνα καὶ ταχύνει ἀστραπὰς κρίματος αὐτοῦ·
14 Pentru aceasta s-au deschis vistieriile
și au zburat norii ca păsările.
14 διὰ τοῦτο ἠνεῴχθησαν θησαυροί, καὶ ἐξέπτησαν νεφέλαι ὡς πετεινά·
15 Prin măreția lui a întărit norii
și a fărâmat pietrele grindinei.
15 ἐν μεγαλείῳ αὐτοῦ ἴσχυσεν νεφέλας, καὶ διεθρύβησαν λίθοι χαλάζης·
16 La arătarea lui se vor cutremura munții
și prin voința lui va sufla vântul de la miazăzi.
16 καὶ ἐν ὀπτασίᾳ αὐτοῦ σαλευθήσεται ὄρη, ἐν θελήματι αὐτοῦ πνεύσεται νότος.
17 Glasul tunetului său a mustrat pământul. [Tot așa] și furtuna din nord,
și vârtejul de vânt.
El presară zăpada ca niște păsări care zboară,
ca lăcusta care se lasă este căderea ei.
17 φωνὴ βροντῆς αὐτοῦ ὠνείδισεν γῆν καὶ καταιγὶς βορέου καὶ συστροφὴ πνεύματος.
18 Ochiul admiră frumusețea albului ei
și inima se minunează pentru fulguirea ei.
18 ὡς πετεινὰ καθιπτάμενα πάσσει χιόνα, καὶ ὡς ἀκρὶς καταλύουσα ἡ κατάβασις αὐτῆς· κάλλος λευκότητος αὐτῆς ἐκθαυμάσει ὀφθαλμός, καὶ ἐπὶ τοῦ ὑετοῦ αὐτῆς ἐκστήσεται καρδία.
19 Revarsă chiciura ca sarea
și, întărindu-se, devine ca vârfurile de spini.
19 καὶ πάχνην ὡς ἅλα ἐπὶ γῆς χέει, καὶ παγεῖσα γίνεται σκολόπων ἄκρα.
20 Va sufla vântul rece de la nord,
va întări pojghiță peste apă,
se va lăsa peste toată adunarea de apă
și apa se va înveșmânta ca într-o platoșă.
20 ψυχρὸς ἄνεμος βορέης πνεύσει, καὶ παγήσεται κρύσταλλος ἐφ’ ὕδατος· ἐπὶ πᾶσαν συναγωγὴν ὕδατος καταλύσει, καὶ ὡς θώρακα ἐνδύσεται τὸ ὕδωρ.
21 Va distruge munții și va arde pustiul,
va face, ca focul, să dispară verdeața.
21 καταφάγεται ὄρη καὶ ἔρημον ἐκκαύσει καὶ ἀποσβέσει χλόην ὡς πῦρ.
22 Vindecare pentru toate
este înnorarea rapidă
și roua, ivindu-se după arșiță, înveselește.
22 ἴασις πάντων κατὰ σπουδὴν ὁμίχλη, δρόσος ἀπαντῶσα ἀπὸ καύσωνος ἱλαρώσει.
23 Prin gândul lui a domolit abisul
și a plantat în el insule.
23 Λογισμῷ αὐτοῦ ἐκόπασεν ἄβυσσον καὶ ἐφύτευσεν ἐν αὐτῇ νήσους.
24 Cei care navighează pe mare
povestesc despre pericolele ei,
iar noi ne mirăm când auzim
cu urechile noastre.
24 οἱ πλέοντες τὴν θάλασσαν διηγοῦνται τὸν κίνδυνον αὐτῆς, καὶ ἀκοαῖς ὠτίων ἡμῶν θαυμάζομεν·
25 Acolo sunt lucruri ciudate și minunate,
diversități din toate ființele și monștrii.
25 καὶ ἐκεῖ τὰ παράδοξα καὶ θαυμάσια ἔργα, ποικιλία παντὸς ζῴου, κτίσις κητῶν.
26 Prin el, mesagerul său călătorește bine
și, prin cuvântul lui, toate stau împreună.
26 δι’ αὐτὸν εὐοδοῖ ἄγγελος αὐτοῦ, καὶ ἐν λόγῳ αὐτοῦ σύγκειται τὰ πάντα.
27 Multe am putea spune,
dar nu vom ajunge la capăt;
Dar ca final al cuvintelor:
El este totul.
27 Πολλὰ ἐροῦμεν καὶ οὐ μὴ ἀφικώμεθα, καὶ συντέλεια λόγων Τὸ πᾶν ἐστιν αὐτός.
28 Cum am putea să-l glorificăm?
Căci el este cel mare,
mai presus de toate lucrările sale.
28 δοξάζοντες ποῦ ἰσχύσομεν; αὐτὸς γὰρ ὁ μέγας παρὰ πάντα τὰ ἔργα αὐτοῦ.
29 Domnul este înfricoșător și foarte mare
și puterea lui este minunată.
29 φοβερὸς κύριος καὶ σφόδρα μέγας, καὶ θαυμαστὴ ἡ δυναστεία αὐτοῦ.
30 Glorificându-l pe Domnul,
preaînălțați-l cât puteți,
dar tot va fi mai presus!
Și încă preaînălțându-l,
măriți puterea și nu obosiți,
dar tot nu veți ajunge la capăt!
30 δοξάζοντες κύριον ὑψώσατε καθ’ ὅσον ἂν δύνησθε, ὑπερέξει γὰρ καὶ ἔτι· καὶ ὑψοῦντες αὐτὸν πληθύνατε ἐν ἰσχύι, μὴ κοπιᾶτε, οὐ γὰρ μὴ ἀφίκησθε.
31 Cine l-a văzut
și cine va povesti despre el?
Cine-l va preamări după cum este?
31 τίς ἑόρακεν αὐτὸν καὶ ἐκδιηγήσεται; καὶ τίς μεγαλυνεῖ αὐτὸν καθώς ἐστιν;
32 Sunt multe [lucruri] ascunse
mai mari decât acestea,
căci noi am văzut puține
dintre lucrările sale.
32 πολλὰ ἀπόκρυφά ἐστιν μείζονα τούτων, ὀλίγα γὰρ ἑωράκαμεν τῶν ἔργων αὐτοῦ·
33 Pe toate le-a făcut Domnul
și celor pioși le-a dat înțelepciune.
33 πάντα γὰρ ἐποίησεν ὁ κύριος καὶ τοῖς εὐσεβέσιν ἔδωκεν σοφίαν