1 Μνημόσυνον Ιωσιου εἰς σύνθεσιν θυμιάματος ἐσκευασμένον ἔργῳ μυρεψοῦ· ἐν παντὶ στόματι ὡς μέλι γλυκανθήσεται καὶ ὡς μουσικὰ ἐν συμποσίῳ οἴνου. 2 αὐτὸς κατευθύνθη ἐν ἐπιστροφῇ λαοῦ καὶ ἐξῆρεν βδελύγματα ἀνομίας· 3 κατεύθυνεν πρὸς κύριον τὴν καρδίαν αὐτοῦ, ἐν ἡμέραις ἀνόμων κατίσχυσεν τὴν εὐσέβειαν. 4 Πάρεξ Δαυιδ καὶ Εζεκιου καὶ Ιωσιου πάντες πλημμέλειαν ἐπλημμέλησαν· κατέλιπον γὰρ τὸν νόμον τοῦ ὑψίστου, οἱ βασιλεῖς Ιουδα ἐξέλιπον· 5 ἔδωκαν γὰρ τὸ κέρας αὐτῶν ἑτέροις καὶ τὴν δόξαν αὐτῶν ἔθνει ἀλλοτρίῳ. 6 ἐνεπύρισαν ἐκλεκτὴν πόλιν ἁγιάσματος καὶ ἠρήμωσαν τὰς ὁδοὺς αὐτῆς 7 ἐν χειρὶ Ιερεμιου· ἐκάκωσαν γὰρ αὐτόν, καὶ αὐτὸς ἐν μήτρᾳ ἡγιάσθη προφήτης ἐκριζοῦν καὶ κακοῦν καὶ ἀπολλύειν, ὡσαύτως οἰκοδομεῖν καὶ καταφυτεύειν. 8 Ιεζεκιηλ ὃς εἶδεν ὅρασιν δόξης, ἣν ὑπέδειξεν αὐτῷ ἐπὶ ἅρματος χερουβιν· 9 καὶ γὰρ ἐμνήσθη τῶν ἐχθρῶν ἐν ὄμβρῳ καὶ ἀγαθῶσαι τοὺς εὐθύνοντας ὁδούς. 10 καὶ τῶν δώδεκα προφητῶν τὰ ὀστᾶ ἀναθάλοι ἐκ τοῦ τόπου αὐτῶν· παρεκάλεσαν γὰρ τὸν Ιακωβ καὶ ἐλυτρώσαντο αὐτοὺς ἐν πίστει ἐλπίδος. 11 Πῶς μεγαλύνωμεν τὸν Ζοροβαβελ; καὶ αὐτὸς ὡς σφραγὶς ἐπὶ δεξιᾶς χειρός, 12 οὕτως Ἰησοῦς υἱὸς Ιωσεδεκ, οἳ ἐν ἡμέραις αὐτῶν ᾠκοδόμησαν οἶκον καὶ ἀνύψωσαν ναὸν ἅγιον κυρίῳ ἡτοιμασμένον εἰς δόξαν αἰῶνος. 13 καὶ Νεεμιου ἐπὶ πολὺ τὸ μνημόσυνον τοῦ ἐγείραντος ἡμῖν τείχη πεπτωκότα καὶ στήσαντος πύλας καὶ μοχλοὺς καὶ ἀνεγείραντος τὰ οἰκόπεδα ἡμῶν. 14 Οὐδεὶς ἐκτίσθη ἐπὶ τῆς γῆς τοιοῦτος οἷος Ενωχ· καὶ γὰρ αὐτὸς ἀνελήμφθη ἀπὸ τῆς γῆς. 15 οὐδὲ ὡς Ιωσηφ ἐγεννήθη ἀνὴρ ἡγούμενος ἀδελφῶν, στήριγμα λαοῦ, καὶ τὰ ὀστᾶ αὐτοῦ ἐπεσκέπησαν. 16 Σημ καὶ Σηθ ἐν ἀνθρώποις ἐδοξάσθησαν, καὶ ὑπὲρ πᾶν ζῷον ἐν τῇ κτίσει Αδαμ.
1 Μνημόσυνον Ιωσιου εἰς σύνθεσιν θυμιάματος ἐσκευασμένον ἔργῳ μυρεψοῦ· ἐν παντὶ στόματι ὡς μέλι γλυκανθήσεται καὶ ὡς μουσικὰ ἐν συμποσίῳ οἴνου.
2 αὐτὸς κατευθύνθη ἐν ἐπιστροφῇ λαοῦ καὶ ἐξῆρεν βδελύγματα ἀνομίας·
3 κατεύθυνεν πρὸς κύριον τὴν καρδίαν αὐτοῦ, ἐν ἡμέραις ἀνόμων κατίσχυσεν τὴν εὐσέβειαν.
4 Πάρεξ Δαυιδ καὶ Εζεκιου καὶ Ιωσιου πάντες πλημμέλειαν ἐπλημμέλησαν· κατέλιπον γὰρ τὸν νόμον τοῦ ὑψίστου, οἱ βασιλεῖς Ιουδα ἐξέλιπον·
5 ἔδωκαν γὰρ τὸ κέρας αὐτῶν ἑτέροις καὶ τὴν δόξαν αὐτῶν ἔθνει ἀλλοτρίῳ.
6 ἐνεπύρισαν ἐκλεκτὴν πόλιν ἁγιάσματος καὶ ἠρήμωσαν τὰς ὁδοὺς αὐτῆς
7 ἐν χειρὶ Ιερεμιου· ἐκάκωσαν γὰρ αὐτόν, καὶ αὐτὸς ἐν μήτρᾳ ἡγιάσθη προφήτης ἐκριζοῦν καὶ κακοῦν καὶ ἀπολλύειν, ὡσαύτως οἰκοδομεῖν καὶ καταφυτεύειν.
8 Ιεζεκιηλ ὃς εἶδεν ὅρασιν δόξης, ἣν ὑπέδειξεν αὐτῷ ἐπὶ ἅρματος χερουβιν·
9 καὶ γὰρ ἐμνήσθη τῶν ἐχθρῶν ἐν ὄμβρῳ καὶ ἀγαθῶσαι τοὺς εὐθύνοντας ὁδούς.
10 καὶ τῶν δώδεκα προφητῶν τὰ ὀστᾶ ἀναθάλοι ἐκ τοῦ τόπου αὐτῶν· παρεκάλεσαν γὰρ τὸν Ιακωβ καὶ ἐλυτρώσαντο αὐτοὺς ἐν πίστει ἐλπίδος.
11 Πῶς μεγαλύνωμεν τὸν Ζοροβαβελ; καὶ αὐτὸς ὡς σφραγὶς ἐπὶ δεξιᾶς χειρός,
12 οὕτως Ἰησοῦς υἱὸς Ιωσεδεκ, οἳ ἐν ἡμέραις αὐτῶν ᾠκοδόμησαν οἶκον καὶ ἀνύψωσαν ναὸν ἅγιον κυρίῳ ἡτοιμασμένον εἰς δόξαν αἰῶνος.
13 καὶ Νεεμιου ἐπὶ πολὺ τὸ μνημόσυνον τοῦ ἐγείραντος ἡμῖν τείχη πεπτωκότα καὶ στήσαντος πύλας καὶ μοχλοὺς καὶ ἀνεγείραντος τὰ οἰκόπεδα ἡμῶν.
14 Οὐδεὶς ἐκτίσθη ἐπὶ τῆς γῆς τοιοῦτος οἷος Ενωχ· καὶ γὰρ αὐτὸς ἀνελήμφθη ἀπὸ τῆς γῆς.
15 οὐδὲ ὡς Ιωσηφ ἐγεννήθη ἀνὴρ ἡγούμενος ἀδελφῶν, στήριγμα λαοῦ, καὶ τὰ ὀστᾶ αὐτοῦ ἐπεσκέπησαν.
16 Σημ καὶ Σηθ ἐν ἀνθρώποις ἐδοξάσθησαν, καὶ ὑπὲρ πᾶν ζῷον ἐν τῇ κτίσει Αδαμ.
Traducerea catolică
Traducerea greacă bizantină
1 Amintirea lui Iosía
este ca un amestec de tămâie
pregătit de lucrarea parfumierului:
în orice gură este dulce ca mierea
și ca muzica la banchetul cu vin.
1 Μνημόσυνον Ιωσιου εἰς σύνθεσιν θυμιάματος ἐσκευασμένον ἔργῳ μυρεψοῦ· ἐν παντὶ στόματι ὡς μέλι γλυκανθήσεται καὶ ὡς μουσικὰ ἐν συμποσίῳ οἴνου.
2 El s-a dedicat convertirii poporului
și a îndepărtat lucrurile abominábile ale nelegiuirii.
2 αὐτὸς κατευθύνθη ἐν ἐπιστροφῇ λαοῦ καὶ ἐξῆρεν βδελύγματα ἀνομίας·
3 Și-a îndreptat inima spre Domnul
și, în zilele celor nelegiuiți, a întărit pietatea.
3 κατεύθυνεν πρὸς κύριον τὴν καρδίαν αὐτοῦ, ἐν ἡμέραις ἀνόμων κατίσχυσεν τὴν εὐσέβειαν.
4 În afară de Davíd, Ezechía și Iosía,
toți au comis greșeli.
Au părăsit legea Celui Preaînalt
și regii lui Iúda au dispărut.
4 Πάρεξ Δαυιδ καὶ Εζεκιου καὶ Ιωσιου πάντες πλημμέλειαν ἐπλημμέλησαν· κατέλιπον γὰρ τὸν νόμον τοῦ ὑψίστου, οἱ βασιλεῖς Ιουδα ἐξέλιπον·
5 Și-au dat puterea altora
și gloria lor, unui neam străin.
5 ἔδωκαν γὰρ τὸ κέρας αὐτῶν ἑτέροις καὶ τὴν δόξαν αὐτῶν ἔθνει ἀλλοτρίῳ.
6 [Dușmanii] au dat foc cetății sfinte a sanctuarului
și au pustiit drumurile sale,
6 ἐνεπύρισαν ἐκλεκτὴν πόλιν ἁγιάσματος καὶ ἠρήμωσαν τὰς ὁδοὺς αὐτῆς
7 după cuvântul lui Ieremía, pe care l-au maltratat,
deși fusese consacrat profet din [sânul] mamei,
ca să dezrădăcineze, să facă rău și să piardă,
tot la fel cum să clădească și să planteze.
7 ἐν χειρὶ Ιερεμιου· ἐκάκωσαν γὰρ αὐτόν, καὶ αὐτὸς ἐν μήτρᾳ ἡγιάσθη προφήτης ἐκριζοῦν καὶ κακοῦν καὶ ἀπολλύειν, ὡσαύτως οἰκοδομεῖν καὶ καταφυτεύειν.
8 Ezechiél a avut viziunea gloriei
pe care i-a arătat-o [Domnul]
pe carul cu heruvimi.
8 Ιεζεκιηλ ὃς εἶδεν ὅρασιν δόξης, ἣν ὑπέδειξεν αὐτῷ ἐπὶ ἅρματος χερουβιν·
9 Și-a amintit de dușmani în furtună
și a făcut bine celor care mergeau drept pe cale.
9 καὶ γὰρ ἐμνήσθη τῶν ἐχθρῶν ἐν ὄμβρῳ καὶ ἀγαθῶσαι τοὺς εὐθύνοντας ὁδούς.
10 Și oasele celor doisprezece profeți
vor odrăsli din locul lor,
căci ei l-au mângâiat pe Iacób
și l-au eliberat prin încrederea speranței.
10 καὶ τῶν δώδεκα προφητῶν τὰ ὀστᾶ ἀναθάλοι ἐκ τοῦ τόπου αὐτῶν· παρεκάλεσαν γὰρ τὸν Ιακωβ καὶ ἐλυτρώσαντο αὐτοὺς ἐν πίστει ἐλπίδος.
11 Cum să-l preamărim pe Zorobabél,
căci și el este ca un sigiliu pe mâna dreaptă?
11 Πῶς μεγαλύνωμεν τὸν Ζοροβαβελ; καὶ αὐτὸς ὡς σφραγὶς ἐπὶ δεξιᾶς χειρός,
12 Tot la fel Iósue, fiul lui Ioțédec.
În zilele lor, au construit casa
și au ridicat templul sfânt pentru Domnul,
pregătit spre glorie veșnică.
12 οὕτως Ἰησοῦς υἱὸς Ιωσεδεκ, οἳ ἐν ἡμέραις αὐτῶν ᾠκοδόμησαν οἶκον καὶ ἀνύψωσαν ναὸν ἅγιον κυρίῳ ἡτοιμασμένον εἰς δόξαν αἰῶνος.
13 Și memoria lui Nehemía [va dura] mult,
el, care a ridicat pentru noi zidurile căzute,
a fixat porți și zăvoare
și a ridicat din nou locuințele noastre.
13 καὶ Νεεμιου ἐπὶ πολὺ τὸ μνημόσυνον τοῦ ἐγείραντος ἡμῖν τείχη πεπτωκότα καὶ στήσαντος πύλας καὶ μοχλοὺς καὶ ἀνεγείραντος τὰ οἰκόπεδα ἡμῶν.
14 Nimeni nu a fost creat pe pământ
asemenea cu Enóh,
căci el a fost ridicat de pe pământ.
14 Οὐδεὶς ἐκτίσθη ἐπὶ τῆς γῆς τοιοῦτος οἷος Ενωχ· καὶ γὰρ αὐτὸς ἀνελήμφθη ἀπὸ τῆς γῆς.
15 Nu s-a născut niciun bărbat ca Iosíf,
căpetenie a fraților
și sprijin al poporului.
Și oasele lui au fost respectate.
15 οὐδὲ ὡς Ιωσηφ ἐγεννήθη ἀνὴρ ἡγούμενος ἀδελφῶν, στήριγμα λαοῦ, καὶ τὰ ὀστᾶ αὐτοῦ ἐπεσκέπησαν.
16 Sem și Set au fost cinstiți printre oameni,
dar, în creație,
mai presus decât orice ființă este Adám.
16 Σημ καὶ Σηθ ἐν ἀνθρώποις ἐδοξάσθησαν, καὶ ὑπὲρ πᾶν ζῷον ἐν τῇ κτίσει Αδαμ.