1 Ἡ σοφία αἰνέσει ψυχὴν αὐτῆς καὶ ἐν μέσῳ λαοῦ αὐτῆς καυχήσεται· 2 ἐν ἐκκλησίᾳ ὑψίστου στόμα αὐτῆς ἀνοίξει καὶ ἔναντι δυνάμεως αὐτοῦ καυχήσεται 3 Ἐγὼ ἀπὸ στόματος ὑψίστου ἐξῆλθον καὶ ὡς ὁμίχλη κατεκάλυψα γῆν· 4 ἐγὼ ἐν ὑψηλοῖς κατεσκήνωσα, καὶ ὁ θρόνος μου ἐν στύλῳ νεφέλης· 5 γῦρον οὐρανοῦ ἐκύκλωσα μόνη καὶ ἐν βάθει ἀβύσσων περιεπάτησα· 6 ἐν κύμασιν θαλάσσης καὶ ἐν πάσῃ τῇ γῇ καὶ ἐν παντὶ λαῷ καὶ ἔθνει ἐκτησάμην. 7 μετὰ τούτων πάντων ἀνάπαυσιν ἐζήτησα καὶ ἐν κληρονομίᾳ τίνος αὐλισθήσομαι. 8 τότε ἐνετείλατό μοι ὁ κτίστης ἁπάντων, καὶ ὁ κτίσας με κατέπαυσεν τὴν σκηνήν μου καὶ εἶπεν Ἐν Ιακωβ κατασκήνωσον καὶ ἐν Ισραηλ κατακληρονομήθητι. 9 πρὸ τοῦ αἰῶνος ἀπ’ ἀρχῆς ἔκτισέν με, καὶ ἕως αἰῶνος οὐ μὴ ἐκλίπω. 10 ἐν σκηνῇ ἁγίᾳ ἐνώπιον αὐτοῦ ἐλειτούργησα καὶ οὕτως ἐν Σιων ἐστηρίχθην· 11 ἐν πόλει ἠγαπημένῃ ὁμοίως με κατέπαυσεν, καὶ ἐν Ιερουσαλημ ἡ ἐξουσία μου· 12 καὶ ἐρρίζωσα ἐν λαῷ δεδοξασμένῳ, ἐν μερίδι κυρίου, κληρονομίας αὐτοῦ. 13 ὡς κέδρος ἀνυψώθην ἐν τῷ Λιβάνῳ καὶ ὡς κυπάρισσος ἐν ὄρεσιν Αερμων· 14 ὡς φοῖνιξ ἀνυψώθην ἐν Αιγγαδοις καὶ ὡς φυτὰ ῥόδου ἐν Ιεριχω, ὡς ἐλαία εὐπρεπὴς ἐν πεδίῳ, καὶ ἀνυψώθην ὡς πλάτανος. 15 ὡς κιννάμωμον καὶ ἀσπάλαθος ἀρωμάτων δέδωκα ὀσμὴν καὶ ὡς σμύρνα ἐκλεκτὴ διέδωκα εὐωδίαν, ὡς χαλβάνη καὶ ὄνυξ καὶ στακτὴ καὶ ὡς λιβάνου ἀτμὶς ἐν σκηνῇ. 16 ἐγὼ ὡς τερέμινθος ἐξέτεινα κλάδους μου, καὶ οἱ κλάδοι μου κλάδοι δόξης καὶ χάριτος. 17 ἐγὼ ὡς ἄμπελος ἐβλάστησα χάριν, καὶ τὰ ἄνθη μου καρπὸς δόξης καὶ πλούτου. 19 προσέλθετε πρός με, οἱ ἐπιθυμοῦντές μου, καὶ ἀπὸ τῶν γενημάτων μου ἐμπλήσθητε· 20 τὸ γὰρ μνημόσυνόν μου ὑπὲρ τὸ μέλι γλυκύ, καὶ ἡ κληρονομία μου ὑπὲρ μέλιτος κηρίον. 21 οἱ ἐσθίοντές με ἔτι πεινάσουσιν, καὶ οἱ πίνοντές με ἔτι διψήσουσιν. 22 ὁ ὑπακούων μου οὐκ αἰσχυνθήσεται, καὶ οἱ ἐργαζόμενοι ἐν ἐμοὶ οὐχ ἁμαρτήσουσιν. 23 Ταῦτα πάντα βίβλος διαθήκης θεοῦ ὑψίστου, νόμον ὃν ἐνετείλατο ἡμῖν Μωυσῆς κληρονομίαν συναγωγαῖς Ιακωβ, 25 ὁ πιμπλῶν ὡς Φισων σοφίαν καὶ ὡς Τίγρις ἐν ἡμέραις νέων, 26 ὁ ἀναπληρῶν ὡς Εὐφράτης σύνεσιν καὶ ὡς Ιορδάνης ἐν ἡμέραις θερισμοῦ, 27 ὁ ἐκφαίνων ὡς φῶς παιδείαν, ὡς Γηων ἐν ἡμέραις τρυγήτου. 28 οὐ συνετέλεσεν ὁ πρῶτος γνῶναι αὐτήν, καὶ οὕτως ὁ ἔσχατος οὐκ ἐξιχνίασεν αὐτήν· 29 ἀπὸ γὰρ θαλάσσης ἐπληθύνθη διανόημα αὐτῆς καὶ ἡ βουλὴ αὐτῆς ἀπὸ ἀβύσσου μεγάλης. 30 Κἀγὼ ὡς διῶρυξ ἀπὸ ποταμοῦ καὶ ὡς ὑδραγωγὸς ἐξῆλθον εἰς παράδεισον· 31 εἶπα Ποτιῶ μου τὸν κῆπον καὶ μεθύσω μου τὴν πρασιάν· καὶ ἰδοὺ ἐγένετό μοι ἡ διῶρυξ εἰς ποταμόν, καὶ ὁ ποταμός μου ἐγένετο εἰς θάλασσαν. 32 ἔτι παιδείαν ὡς ὄρθρον φωτιῶ καὶ ἐκφανῶ αὐτὰ ἕως εἰς μακράν· 33 ἔτι διδασκαλίαν ὡς προφητείαν ἐκχεῶ καὶ καταλείψω αὐτὴν εἰς γενεὰς αἰώνων. 34 ἴδετε ὅτι οὐκ ἐμοὶ μόνῳ ἐκοπίασα, ἀλλ’ ἅπασιν τοῖς ἐκζητοῦσιν αὐτήν.
1 Ἡ σοφία αἰνέσει ψυχὴν αὐτῆς καὶ ἐν μέσῳ λαοῦ αὐτῆς καυχήσεται·
2 ἐν ἐκκλησίᾳ ὑψίστου στόμα αὐτῆς ἀνοίξει καὶ ἔναντι δυνάμεως αὐτοῦ καυχήσεται
3 Ἐγὼ ἀπὸ στόματος ὑψίστου ἐξῆλθον καὶ ὡς ὁμίχλη κατεκάλυψα γῆν·
4 ἐγὼ ἐν ὑψηλοῖς κατεσκήνωσα, καὶ ὁ θρόνος μου ἐν στύλῳ νεφέλης·
5 γῦρον οὐρανοῦ ἐκύκλωσα μόνη καὶ ἐν βάθει ἀβύσσων περιεπάτησα·
6 ἐν κύμασιν θαλάσσης καὶ ἐν πάσῃ τῇ γῇ καὶ ἐν παντὶ λαῷ καὶ ἔθνει ἐκτησάμην.
7 μετὰ τούτων πάντων ἀνάπαυσιν ἐζήτησα καὶ ἐν κληρονομίᾳ τίνος αὐλισθήσομαι.
8 τότε ἐνετείλατό μοι ὁ κτίστης ἁπάντων, καὶ ὁ κτίσας με κατέπαυσεν τὴν σκηνήν μου καὶ εἶπεν Ἐν Ιακωβ κατασκήνωσον καὶ ἐν Ισραηλ κατακληρονομήθητι.
9 πρὸ τοῦ αἰῶνος ἀπ’ ἀρχῆς ἔκτισέν με, καὶ ἕως αἰῶνος οὐ μὴ ἐκλίπω.
10 ἐν σκηνῇ ἁγίᾳ ἐνώπιον αὐτοῦ ἐλειτούργησα καὶ οὕτως ἐν Σιων ἐστηρίχθην·
11 ἐν πόλει ἠγαπημένῃ ὁμοίως με κατέπαυσεν, καὶ ἐν Ιερουσαλημ ἡ ἐξουσία μου·
12 καὶ ἐρρίζωσα ἐν λαῷ δεδοξασμένῳ, ἐν μερίδι κυρίου, κληρονομίας αὐτοῦ.
13 ὡς κέδρος ἀνυψώθην ἐν τῷ Λιβάνῳ καὶ ὡς κυπάρισσος ἐν ὄρεσιν Αερμων·
14 ὡς φοῖνιξ ἀνυψώθην ἐν Αιγγαδοις καὶ ὡς φυτὰ ῥόδου ἐν Ιεριχω, ὡς ἐλαία εὐπρεπὴς ἐν πεδίῳ, καὶ ἀνυψώθην ὡς πλάτανος.
15 ὡς κιννάμωμον καὶ ἀσπάλαθος ἀρωμάτων δέδωκα ὀσμὴν καὶ ὡς σμύρνα ἐκλεκτὴ διέδωκα εὐωδίαν, ὡς χαλβάνη καὶ ὄνυξ καὶ στακτὴ καὶ ὡς λιβάνου ἀτμὶς ἐν σκηνῇ.
16 ἐγὼ ὡς τερέμινθος ἐξέτεινα κλάδους μου, καὶ οἱ κλάδοι μου κλάδοι δόξης καὶ χάριτος.
17 ἐγὼ ὡς ἄμπελος ἐβλάστησα χάριν, καὶ τὰ ἄνθη μου καρπὸς δόξης καὶ πλούτου.
19 προσέλθετε πρός με, οἱ ἐπιθυμοῦντές μου, καὶ ἀπὸ τῶν γενημάτων μου ἐμπλήσθητε·
20 τὸ γὰρ μνημόσυνόν μου ὑπὲρ τὸ μέλι γλυκύ, καὶ ἡ κληρονομία μου ὑπὲρ μέλιτος κηρίον.
21 οἱ ἐσθίοντές με ἔτι πεινάσουσιν, καὶ οἱ πίνοντές με ἔτι διψήσουσιν.
22 ὁ ὑπακούων μου οὐκ αἰσχυνθήσεται, καὶ οἱ ἐργαζόμενοι ἐν ἐμοὶ οὐχ ἁμαρτήσουσιν.
23 Ταῦτα πάντα βίβλος διαθήκης θεοῦ ὑψίστου, νόμον ὃν ἐνετείλατο ἡμῖν Μωυσῆς κληρονομίαν συναγωγαῖς Ιακωβ,
25 ὁ πιμπλῶν ὡς Φισων σοφίαν καὶ ὡς Τίγρις ἐν ἡμέραις νέων,
26 ὁ ἀναπληρῶν ὡς Εὐφράτης σύνεσιν καὶ ὡς Ιορδάνης ἐν ἡμέραις θερισμοῦ,
27 ὁ ἐκφαίνων ὡς φῶς παιδείαν, ὡς Γηων ἐν ἡμέραις τρυγήτου.
28 οὐ συνετέλεσεν ὁ πρῶτος γνῶναι αὐτήν, καὶ οὕτως ὁ ἔσχατος οὐκ ἐξιχνίασεν αὐτήν·
29 ἀπὸ γὰρ θαλάσσης ἐπληθύνθη διανόημα αὐτῆς καὶ ἡ βουλὴ αὐτῆς ἀπὸ ἀβύσσου μεγάλης.
30 Κἀγὼ ὡς διῶρυξ ἀπὸ ποταμοῦ καὶ ὡς ὑδραγωγὸς ἐξῆλθον εἰς παράδεισον·
31 εἶπα Ποτιῶ μου τὸν κῆπον καὶ μεθύσω μου τὴν πρασιάν· καὶ ἰδοὺ ἐγένετό μοι ἡ διῶρυξ εἰς ποταμόν, καὶ ὁ ποταμός μου ἐγένετο εἰς θάλασσαν.
32 ἔτι παιδείαν ὡς ὄρθρον φωτιῶ καὶ ἐκφανῶ αὐτὰ ἕως εἰς μακράν·
33 ἔτι διδασκαλίαν ὡς προφητείαν ἐκχεῶ καὶ καταλείψω αὐτὴν εἰς γενεὰς αἰώνων.
34 ἴδετε ὅτι οὐκ ἐμοὶ μόνῳ ἐκοπίασα, ἀλλ’ ἅπασιν τοῖς ἐκζητοῦσιν αὐτήν.
Traducerea catolică
Traducerea greacă bizantină
1 Înțelepciunea își laudă sufletul
și în mijlocul poporului său se preamărește.
1 Ἡ σοφία αἰνέσει ψυχὴν αὐτῆς καὶ ἐν μέσῳ λαοῦ αὐτῆς καυχήσεται·
2 În adunarea Celui Preaînalt își deschide gura
și înaintea puterii sale se preamărește:
2 ἐν ἐκκλησίᾳ ὑψίστου στόμα αὐτῆς ἀνοίξει καὶ ἔναντι δυνάμεως αὐτοῦ καυχήσεται
3 eu am ieșit din gura Celui Preaînalt
și ca un nor am acoperit pământul.
3 Ἐγὼ ἀπὸ στόματος ὑψίστου ἐξῆλθον καὶ ὡς ὁμίχλη κατεκάλυψα γῆν·
4 Eu am locuit întru cele de sus
și tronul meu este în coloana de nor.
4 ἐγὼ ἐν ὑψηλοῖς κατεσκήνωσα, καὶ ὁ θρόνος μου ἐν στύλῳ νεφέλης·
5 Eu singură am înconjurat bolta cerului
și am umblat în adâncul abisurilor.
5 γῦρον οὐρανοῦ ἐκύκλωσα μόνη καὶ ἐν βάθει ἀβύσσων περιεπάτησα·
6 Peste valurile mării și peste tot pământul,
peste orice popor și neam am dobândit [stăpânirea].
6 ἐν κύμασιν θαλάσσης καὶ ἐν πάσῃ τῇ γῇ καὶ ἐν παντὶ λαῷ καὶ ἔθνει ἐκτησάμην.
7 Am căutat odihna la toate acestea
și în moștenirea cui voi poposi?
7 μετὰ τούτων πάντων ἀνάπαυσιν ἐζήτησα καὶ ἐν κληρονομίᾳ τίνος αὐλισθήσομαι.
8 Atunci, Creatorul a toate mi-a poruncit
și cel care m-a creat mi-a stabilit cortul
și mi-a zis: „În Iacób să locuiești
și în Israél să ai moștenire!”.
8 τότε ἐνετείλατό μοι ὁ κτίστης ἁπάντων, καὶ ὁ κτίσας με κατέπαυσεν τὴν σκηνήν μου καὶ εἶπεν Ἐν Ιακωβ κατασκήνωσον καὶ ἐν Ισραηλ κατακληρονομήθητι.
9 Înaintea veacului, de la început m-a creat
și până în veac nu voi înceta.
9 πρὸ τοῦ αἰῶνος ἀπ’ ἀρχῆς ἔκτισέν με, καὶ ἕως αἰῶνος οὐ μὴ ἐκλίπω.
10 În cortul sfânt, înaintea lui am slujit
și astfel m-am stabilit în Sión.
10 ἐν σκηνῇ ἁγίᾳ ἐνώπιον αὐτοῦ ἐλειτούργησα καὶ οὕτως ἐν Σιων ἐστηρίχθην·
11 În cetatea iubită, la fel, m-a făcut să locuiesc
și în Ierusalím este puterea mea.
11 ἐν πόλει ἠγαπημένῃ ὁμοίως με κατέπαυσεν, καὶ ἐν Ιερουσαλημ ἡ ἐξουσία μου·
12 Mi-am pus rădăcinile într-un popor glorios,
în partea Domnului, moștenirea sa.
12 καὶ ἐρρίζωσα ἐν λαῷ δεδοξασμένῳ, ἐν μερίδι κυρίου, κληρονομίας αὐτοῦ.
13 Ca un cedru m-am înălțat în Libán
și ca un chiparos, în munții Hermón.
13 ὡς κέδρος ἀνυψώθην ἐν τῷ Λιβάνῳ καὶ ὡς κυπάρισσος ἐν ὄρεσιν Αερμων·
14 Ca un palmier m-am înălțat în En-Ghédi,
ca un butaș de trandafir, în Ierihón,
ca un măslin frumos, pe câmpii
și m-am înălțat ca un platan.
14 ὡς φοῖνιξ ἀνυψώθην ἐν Αιγγαδοις καὶ ὡς φυτὰ ῥόδου ἐν Ιεριχω, ὡς ἐλαία εὐπρεπὴς ἐν πεδίῳ, καὶ ἀνυψώθην ὡς πλάτανος.
15 Ca scorțișoara și acántul aromelor am dat miros,
ca smírna aleasă am dat parfum,
ca galbánul, și oníha, și rășína,
și ca fumul de tămâie în cort.
15 ὡς κιννάμωμον καὶ ἀσπάλαθος ἀρωμάτων δέδωκα ὀσμὴν καὶ ὡς σμύρνα ἐκλεκτὴ διέδωκα εὐωδίαν, ὡς χαλβάνη καὶ ὄνυξ καὶ στακτὴ καὶ ὡς λιβάνου ἀτμὶς ἐν σκηνῇ.
16 Eu mi-am întins ramurile ca un terebínt
și ramurile mele sunt ca ramurile gloriei și harului.
16 ἐγὼ ὡς τερέμινθος ἐξέτεινα κλάδους μου, καὶ οἱ κλάδοι μου κλάδοι δόξης καὶ χάριτος.
17 Eu am făcut să răsară harul ca vița-de-vie
și florile mele sunt rodul gloriei și bogăției.
17 ἐγὼ ὡς ἄμπελος ἐβλάστησα χάριν, καὶ τὰ ἄνθη μου καρπὸς δόξης καὶ πλούτου.
18 Eu sunt mama iubirii frumoase,
a temerii [de Domnul],
a cunoașterii și a speranței sfinte.
Căci mă dăruiesc tuturor fiilor mei,
eu, cea născută din veșnicie,
celor numiți de el.
19 Veniți la mine, cei care mă doriți,
și umpleți-vă de roadele mele!
19 προσέλθετε πρός με, οἱ ἐπιθυμοῦντές μου, καὶ ἀπὸ τῶν γενημάτων μου ἐμπλήσθητε·
20 Căci amintirea mea este mai dulce decât mierea
și moștenirea mea,
mai presus decât fagurele de miere.
20 τὸ γὰρ μνημόσυνόν μου ὑπὲρ τὸ μέλι γλυκύ, καὶ ἡ κληρονομία μου ὑπὲρ μέλιτος κηρίον.
21 Celor care mă mănâncă, din nou le va fi foame
și celor care mă beau, din nou le va fi sete.
21 οἱ ἐσθίοντές με ἔτι πεινάσουσιν, καὶ οἱ πίνοντές με ἔτι διψήσουσιν.
22 Cine mă ascultă nu va fi făcut de rușine
și cei care lucrează cu mine nu vor păcătui.
22 ὁ ὑπακούων μου οὐκ αἰσχυνθήσεται, καὶ οἱ ἐργαζόμενοι ἐν ἐμοὶ οὐχ ἁμαρτήσουσιν.
23 Toate acestea sunt Cartea Alianței
Dumnezeului celui Preaînalt,
Legea pe care ne-a poruncit-o Moise,
moștenire pentru adunările lui Iacób.
23 Ταῦτα πάντα βίβλος διαθήκης θεοῦ ὑψίστου, νόμον ὃν ἐνετείλατο ἡμῖν Μωυσῆς κληρονομίαν συναγωγαῖς Ιακωβ,
24 Nu încetați să vă întăriți în Domnul,
alipiți-vă de el, ca să vă facă puternici!
Domnul cel Atotputernic este singurul Dumnezeu
și nu este alt mântuitor în afară de el .
25 Face să abunde înțelepciunea ca Pișón
și ca Tígrul, în zilele [roadelor] noi.
25 ὁ πιμπλῶν ὡς Φισων σοφίαν καὶ ὡς Τίγρις ἐν ἡμέραις νέων,
26 Umple ca Eufrátul de înțelegere
și ca Iordánul, în zilele secerișului.
26 ὁ ἀναπληρῶν ὡς Εὐφράτης σύνεσιν καὶ ὡς Ιορδάνης ἐν ἡμέραις θερισμοῦ,
27 Face să strălucească precum lumina educația,
ca Ghihón, în zilele culesului [strugurilor].
27 ὁ ἐκφαίνων ὡς φῶς παιδείαν, ὡς Γηων ἐν ἡμέραις τρυγήτου.
28 Cel dintâi nu a terminat s-o cunoască
și, la fel, cel din urmă nu o va cerceta.
28 οὐ συνετέλεσεν ὁ πρῶτος γνῶναι αὐτήν, καὶ οὕτως ὁ ἔσχατος οὐκ ἐξιχνίασεν αὐτήν·
29 Căci gândirea ei este mai extinsă decât marea
și planul ei, decât abisul cel mare.
29 ἀπὸ γὰρ θαλάσσης ἐπληθύνθη διανόημα αὐτῆς καὶ ἡ βουλὴ αὐτῆς ἀπὸ ἀβύσσου μεγάλης.
30 Și eu, ca un canal al unui râu
și ca un apeduct am ieșit spre grădină,
30 Κἀγὼ ὡς διῶρυξ ἀπὸ ποταμοῦ καὶ ὡς ὑδραγωγὸς ἐξῆλθον εἰς παράδεισον·
31 am zis: „Voi uda grădina mea
și voi îmbiba stratul meu.
Și, iată, canalul a devenit pentru mine un râu
și râul meu a devenit o mare!
31 εἶπα Ποτιῶ μου τὸν κῆπον καὶ μεθύσω μου τὴν πρασιάν· καὶ ἰδοὺ ἐγένετό μοι ἡ διῶρυξ εἰς ποταμόν, καὶ ὁ ποταμός μου ἐγένετο εἰς θάλασσαν.
32 Mai mult, voi [scoate] la lumină educația ca zorile,
o voi face să strălucească până departe.
32 ἔτι παιδείαν ὡς ὄρθρον φωτιῶ καὶ ἐκφανῶ αὐτὰ ἕως εἰς μακράν·
33 Pe deasupra, voi revărsa învățătura ca o profeție
și o voi lăsa pentru generațiile veșniciei.
33 ἔτι διδασκαλίαν ὡς προφητείαν ἐκχεῶ καὶ καταλείψω αὐτὴν εἰς γενεὰς αἰώνων.
34 Vedeți, nu m-am trudit numai pentru mine,
ci pentru toți cei care mă caută.
34 ἴδετε ὅτι οὐκ ἐμοὶ μόνῳ ἐκοπίασα, ἀλλ’ ἅπασιν τοῖς ἐκζητοῦσιν αὐτήν.