1 κάμνων τῇ ψυχῇ μου, στένων ἐπαφήσω ἐπ’ αὐτὸν τὰ ῥήματά μου· λαλήσω πικρίᾳ ψυχῆς μου συνεχόμενος 2 καὶ ἐρῶ πρὸς κύριον Μή με ἀσεβεῖν δίδασκε· καὶ διὰ τί με οὕτως ἔκρινας; 3 ἦ καλόν σοι, ἐὰν ἀδικήσω, ὅτι ἀπείπω ἔργα χειρῶν σου, βουλῇ δὲ ἀσεβῶν προσέσχες; 4 ἦ ὥσπερ βροτὸς ὁρᾷ καθορᾷς 13ἢ καθὼς ὁρᾷ ἄνθρωπος βλέψῃ;507 5 ἦ ὁ βίος σου ἀνθρώπινός ἐστιν ἢ τὰ ἔτη σου ἀνδρός; 6 ὅτι ἀνεζήτησας τὴν ἀνομίαν μου καὶ τὰς ἁμαρτίας μου ἐξιχνίασας. 7 οἶδας γὰρ ὅτι οὐκ ἠσέβησα· ἀλλὰ τίς ἐστιν ὁ ἐκ τῶν χειρῶν σου ἐξαιρούμενος; 8 αἱ χεῖρές σου ἔπλασάν με καὶ ἐποίησάν με, μετὰ ταῦτα μεταβαλών με ἔπαισας. 9 μνήσθητι ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις. 10 ἦ οὐχ ὥσπερ γάλα με ἤμελξας, ἐτύρωσας δέ με ἴσα τυρῷ; 11 δέρμα καὶ κρέας με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἐνεῖρας. 12 ζωὴν δὲ καὶ ἔλεος ἔθου παρ’ ἐμοί, ἡ δὲ ἐπισκοπή σου ἐφύλαξέν μου τὸ πνεῦμα. 13 ταῦτα ἔχων ἐν σεαυτῷ οἶδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐθέν. 14 ἐάν τε γὰρ ἁμάρτω, φυλάσσεις με, ἀπὸ δὲ ἀνομίας οὐκ ἀθῷόν με πεποίηκας. 15 ἐάν τε γὰρ ἀσεβὴς ὦ, οἴμμοι· ἐάν τε ὦ δίκαιος, οὐ δύναμαι ἀνακύψαι, πλήρης γὰρ ἀτιμίας εἰμί. 16 ἀγρεύομαι γὰρ ὥσπερ λέων εἰς σφαγήν, πάλιν δὲ μεταβαλὼν δεινῶς με ὀλέκεις 17 ἐπανακαινίζων ἐπ’ ἐμὲ τὴν ἔτασίν μου· ὀργῇ δὲ μεγάλῃ μοι ἐχρήσω, ἐπήγαγες δὲ ἐπ’ ἐμὲ πειρατήρια. 18 ἵνα τί οὖν ἐκ κοιλίας με ἐξήγαγες, καὶ οὐκ ἀπέθανον, ὀφθαλμὸς δέ με οὐκ εἶδεν, 19 καὶ ὥσπερ οὐκ ὢν ἐγενόμην; διὰ τί γὰρ ἐκ γαστρὸς εἰς μνῆμα οὐκ ἀπηλλάγην; 20 ἦ οὐκ ὀλίγος ἐστὶν ὁ χρόνος τοῦ βίου μου; ἔασόν με ἀναπαύσασθαι μικρὸν 21 πρὸ τοῦ με πορευθῆναι ὅθεν οὐκ ἀναστρέψω, εἰς γῆν σκοτεινὴν καὶ γνοφεράν, 22 εἰς γῆν σκότους αἰωνίου, οὗ οὐκ ἔστιν φέγγος οὐδὲ ὁρᾶν ζωὴν βροτῶν.
1 κάμνων τῇ ψυχῇ μου, στένων ἐπαφήσω ἐπ’ αὐτὸν τὰ ῥήματά μου· λαλήσω πικρίᾳ ψυχῆς μου συνεχόμενος
2 καὶ ἐρῶ πρὸς κύριον Μή με ἀσεβεῖν δίδασκε· καὶ διὰ τί με οὕτως ἔκρινας;
3 ἦ καλόν σοι, ἐὰν ἀδικήσω, ὅτι ἀπείπω ἔργα χειρῶν σου, βουλῇ δὲ ἀσεβῶν προσέσχες;
4 ἦ ὥσπερ βροτὸς ὁρᾷ καθορᾷς 13ἢ καθὼς ὁρᾷ ἄνθρωπος βλέψῃ;507
5 ἦ ὁ βίος σου ἀνθρώπινός ἐστιν ἢ τὰ ἔτη σου ἀνδρός;
6 ὅτι ἀνεζήτησας τὴν ἀνομίαν μου καὶ τὰς ἁμαρτίας μου ἐξιχνίασας.
7 οἶδας γὰρ ὅτι οὐκ ἠσέβησα· ἀλλὰ τίς ἐστιν ὁ ἐκ τῶν χειρῶν σου ἐξαιρούμενος;
8 αἱ χεῖρές σου ἔπλασάν με καὶ ἐποίησάν με, μετὰ ταῦτα μεταβαλών με ἔπαισας.
9 μνήσθητι ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις.
10 ἦ οὐχ ὥσπερ γάλα με ἤμελξας, ἐτύρωσας δέ με ἴσα τυρῷ;
11 δέρμα καὶ κρέας με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἐνεῖρας.
12 ζωὴν δὲ καὶ ἔλεος ἔθου παρ’ ἐμοί, ἡ δὲ ἐπισκοπή σου ἐφύλαξέν μου τὸ πνεῦμα.
13 ταῦτα ἔχων ἐν σεαυτῷ οἶδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐθέν.
14 ἐάν τε γὰρ ἁμάρτω, φυλάσσεις με, ἀπὸ δὲ ἀνομίας οὐκ ἀθῷόν με πεποίηκας.
15 ἐάν τε γὰρ ἀσεβὴς ὦ, οἴμμοι· ἐάν τε ὦ δίκαιος, οὐ δύναμαι ἀνακύψαι, πλήρης γὰρ ἀτιμίας εἰμί.
16 ἀγρεύομαι γὰρ ὥσπερ λέων εἰς σφαγήν, πάλιν δὲ μεταβαλὼν δεινῶς με ὀλέκεις
17 ἐπανακαινίζων ἐπ’ ἐμὲ τὴν ἔτασίν μου· ὀργῇ δὲ μεγάλῃ μοι ἐχρήσω, ἐπήγαγες δὲ ἐπ’ ἐμὲ πειρατήρια.
18 ἵνα τί οὖν ἐκ κοιλίας με ἐξήγαγες, καὶ οὐκ ἀπέθανον, ὀφθαλμὸς δέ με οὐκ εἶδεν,
19 καὶ ὥσπερ οὐκ ὢν ἐγενόμην; διὰ τί γὰρ ἐκ γαστρὸς εἰς μνῆμα οὐκ ἀπηλλάγην;
20 ἦ οὐκ ὀλίγος ἐστὶν ὁ χρόνος τοῦ βίου μου; ἔασόν με ἀναπαύσασθαι μικρὸν
21 πρὸ τοῦ με πορευθῆναι ὅθεν οὐκ ἀναστρέψω, εἰς γῆν σκοτεινὴν καὶ γνοφεράν,
22 εἰς γῆν σκότους αἰωνίου, οὗ οὐκ ἔστιν φέγγος οὐδὲ ὁρᾶν ζωὴν βροτῶν.
Traducerea ortodoxă
Traducerea greacă bizantină
1 Sufletul meu este dezgustat de viața mea. Voi lăsa să curgă slobodă tânguirea mea și voi vorbi întru suferința sufletului meu.
1 κάμνων τῇ ψυχῇ μου, στένων ἐπαφήσω ἐπ’ αὐτὸν τὰ ῥήματά μου· λαλήσω πικρίᾳ ψυχῆς μου συνεχόμενος
2 Voi spune către Domnul: Nu mă osândi; lămurește-mă, să știu pentru ce Te cerți cu mine.
2 καὶ ἐρῶ πρὸς κύριον Μή με ἀσεβεῖν δίδασκε· καὶ διὰ τί με οὕτως ἔκρινας;
3 Care e folosul Tău, când ești aprig și disprețuiești făptura mâinilor Tale și ești surâzător la sfatul celor răi?
3 ἦ καλόν σοι, ἐὰν ἀδικήσω, ὅτι ἀπείπω ἔργα χειρῶν σου, βουλῇ δὲ ἀσεβῶν προσέσχες;
4 Ai Tu ochi materiali și vezi lucrurile precum le vede omul?
4 ἦ ὥσπερ βροτὸς ὁρᾷ καθορᾷς 13ἢ καθὼς ὁρᾷ ἄνθρωπος βλέψῃ;507
5 Zilele Tale sunt oare ca zilele omului și anii Tăi ca anii omenești,
5 ἦ ὁ βίος σου ἀνθρώπινός ἐστιν ἢ τὰ ἔτη σου ἀνδρός;
6 Ca să cercetezi fărădelegea mea și să cauți păcatul meu,
6 ὅτι ἀνεζήτησας τὴν ἀνομίαν μου καὶ τὰς ἁμαρτίας μου ἐξιχνίασας.
7 Când știi bine că nu sunt vinovat și că nimeni nu mă poate scăpa din mâna Ta?
7 οἶδας γὰρ ὅτι οὐκ ἠσέβησα· ἀλλὰ τίς ἐστιν ὁ ἐκ τῶν χειρῶν σου ἐξαιρούμενος;
8 Mâinile Tale m-au făcut și m-au zidit și apoi Tu mă nimicești în întregime.
8 αἱ χεῖρές σου ἔπλασάν με καὶ ἐποίησάν με, μετὰ ταῦτα μεταβαλών με ἔπαισας.
9 Adu-ți aminte că m-ai făcut din pământ și că mă vei întoarce în țărână.
9 μνήσθητι ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις.
10 Nu m-ai turnat oare ca pe lapte și nu m-ai închegat ca pe caș?
10 ἦ οὐχ ὥσπερ γάλα με ἤμελξας, ἐτύρωσας δέ με ἴσα τυρῷ;
11 M-ai îmbrăcat în piele și în carne, m-ai țesut din oase și din vine;
11 δέρμα καὶ κρέας με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἐνεῖρας.
12 Apoi mi-ai dat viață, și bunăvoința Ta și purtarea Ta de grijă au ținut vie suflarea mea,
12 ζωὴν δὲ καὶ ἔλεος ἔθου παρ’ ἐμοί, ἡ δὲ ἐπισκοπή σου ἐφύλαξέν μου τὸ πνεῦμα.
13 Și ceea ce Tu țineai ascuns în inima Ta, iată știu acum gândul Tău:
13 ταῦτα ἔχων ἐν σεαυτῷ οἶδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐθέν.
14 Dacă păcătuiesc, Tu mă supraveghezi și nu mă dezvinovățești de greșeala mea.
14 ἐάν τε γὰρ ἁμάρτω, φυλάσσεις με, ἀπὸ δὲ ἀνομίας οὐκ ἀθῷόν με πεποίηκας.
15 Dacă sunt vinovat este amar de mine și dacă sunt drept nu cutez să ridic capul, ca unul ce sunt sătul de ocară și sunt apăsat de necazuri.
15 ἐάν τε γὰρ ἀσεβὴς ὦ, οἴμμοι· ἐάν τε ὦ δίκαιος, οὐ δύναμαι ἀνακύψαι, πλήρης γὰρ ἀτιμίας εἰμί.
16 Și astfel fără vlagă cum sunt, Tu mă vânezi ca un leu și din nou Te arăți minunat față de mine.
16 ἀγρεύομαι γὰρ ὥσπερ λέων εἰς σφαγήν, πάλιν δὲ μεταβαλὼν δεινῶς με ὀλέκεις
17 Tu înnoiești dușmănia Ta împotriva mea. Tu sporești mânia Ta asupră-mi ca niște oștiri primenite care se luptă cu mine.
17 ἐπανακαινίζων ἐπ’ ἐμὲ τὴν ἔτασίν μου· ὀργῇ δὲ μεγάλῃ μοι ἐχρήσω, ἐπήγαγες δὲ ἐπ’ ἐμὲ πειρατήρια.
18 De ce m-ai scos din sânul mamei mele? Aș fi murit și nici un ochi nu m-ar fi văzut!
18 ἵνα τί οὖν ἐκ κοιλίας με ἐξήγαγες, καὶ οὐκ ἀπέθανον, ὀφθαλμὸς δέ με οὐκ εἶδεν,
19 Aș fi fost ca unul care n-a fost niciodată și din pântecele mamei mele aș fi trecut în mormânt.
19 καὶ ὥσπερ οὐκ ὢν ἐγενόμην; διὰ τί γὰρ ἐκ γαστρὸς εἰς μνῆμα οὐκ ἀπηλλάγην;
20 Nu sunt oare zilele mele destul de puține? Dă-Te la o parte ca să pot să-mi vin puțin în fire,
20 ἦ οὐκ ὀλίγος ἐστὶν ὁ χρόνος τοῦ βίου μου; ἔασόν με ἀναπαύσασθαι μικρὸν
21 Mai înainte ca să plec spre a nu mă mai întoarce din ținutul întunericului și al umbrelor morții,
21 πρὸ τοῦ με πορευθῆναι ὅθεν οὐκ ἀναστρέψω, εἰς γῆν σκοτεινὴν καὶ γνοφεράν,
22 Țara de întuneric și neorânduială unde lumina e totuna cu bezna”.
22 εἰς γῆν σκότους αἰωνίου, οὗ οὐκ ἔστιν φέγγος οὐδὲ ὁρᾶν ζωὴν βροτῶν.