Iov

traducerea greacă bizantină

Capitolul 39

1 13εἰ ἔγνως καιρὸν τοκετοῦ τραγελάφων πέτρας,507 ἐφύλαξας δὲ ὠδῖνας ἐλάφων; 2 ἠρίθμησας δὲ αὐτῶν μῆνας πλήρεις τοκετοῦ, ὠδῖνας δὲ αὐτῶν ἔλυσας; 3 ἐξέθρεψας δὲ αὐτῶν τὰ παιδία ἔξω φόβου; 13ὠδῖνας αὐτῶν ἐξαποστελεῖς; 4 13ἀπορρήξουσιν τὰ τέκνα αὐτῶν, πληθυνθήσονται ἐν γενήματι, 13ἐξελεύσονται καὶ οὐ μὴ ἀνακάμψουσιν αὐτοῖς.507 5 τίς δέ ἐστιν ὁ ἀφεὶς ὄνον ἄγριον ἐλεύθερον, δεσμοὺς δὲ αὐτοῦ τίς ἔλυσεν; 6 ἐθέμην δὲ τὴν δίαιταν αὐτοῦ ἔρημον 13καὶ τὰ σκηνώματα αὐτοῦ ἁλμυρίδα·507 7 καταγελῶν πολυοχλίας πόλεως, μέμψιν δὲ φορολόγου οὐκ ἀκούων 8 13κατασκέψεται ὄρη νομὴν αὐτοῦ 13καὶ ὀπίσω παντὸς χλωροῦ ζητεῖ.507 9 βουλήσεται δέ σοι μονόκερως δουλεῦσαι ἢ κοιμηθῆναι ἐπὶ φάτνης σου; 10 δήσεις δὲ ἐν ἱμᾶσι ζυγὸν αὐτοῦ, ἢ ἑλκύσει σου αὔλακας ἐν πεδίῳ; 11 πέποιθας δὲ ἐπ’ αὐτῷ, ὅτι πολλὴ ἡ ἰσχὺς αὐτοῦ, ἐπαφήσεις δὲ αὐτῷ τὰ ἔργα σου; 12 πιστεύσεις δὲ ὅτι ἀποδώσει σοι τὸν σπόρον, εἰσοίσει δέ σου τὸν ἅλωνα; 13 13πτέρυξ τερπομένων νεελασα, 13ἐὰν συλλάβῃ ασιδα καὶ νεσσα· 14 13ὅτι ἀφήσει εἰς γῆν τὰ ᾠὰ αὐτῆς 13καὶ ἐπὶ χοῦν θάλψει 15 13καὶ ἐπελάθετο ὅτι ποὺς σκορπιεῖ 13καὶ θηρία ἀγροῦ καταπατήσει· 16 13ἀπεσκλήρυνεν τὰ τέκνα αὐτῆς ὥστε μὴ ἑαυτῇ, 13εἰς κενὸν ἐκοπίασεν ἄνευ φόβου· 17 13ὅτι κατεσιώπησεν αὐτῇ ὁ θεὸς σοφίαν 13καὶ οὐκ ἐμέρισεν αὐτῇ ἐν τῇ συνέσει. 18 13κατὰ καιρὸν ἐν ὕψει ὑψώσει, 13καταγελάσεται ἵππου καὶ τοῦ ἐπιβάτου αὐτοῦ.507 19 ἦ σὺ περιέθηκας ἵππῳ δύναμιν, ἐνέδυσας δὲ τραχήλῳ αὐτοῦ φόβον; 20 περιέθηκας δὲ αὐτῷ πανοπλίαν, δόξαν δὲ στηθέων αὐτοῦ τόλμῃ; 21 ἀνορύσσων ἐν πεδίῳ γαυριᾷ, ἐκπορεύεται δὲ εἰς πεδίον ἐν ἰσχύι· 22 συναντῶν βέλει καταγελᾷ καὶ οὐ μὴ ἀποστραφῇ ἀπὸ σιδήρου· 23 ἐπ’ αὐτῷ γαυριᾷ τόξον καὶ μάχαιρα, 24 καὶ ὀργῇ ἀφανιεῖ τὴν γῆν καὶ οὐ μὴ πιστεύσῃ, ἕως ἂν σημάνῃ σάλπιγξ· 25 σάλπιγγος δὲ σημαινούσης λέγει Εὖγε, πόρρωθεν δὲ ὀσφραίνεται πολέμου σὺν ἅλματι καὶ κραυγῇ. 26 ἐκ δὲ τῆς σῆς ἐπιστήμης ἕστηκεν ἱέραξ ἀναπετάσας τὰς πτέρυγας ἀκίνητος καθορῶν τὰ πρὸς νότον; 27 ἐπὶ δὲ σῷ προστάγματι ὑψοῦται ἀετός, γὺψ δὲ ἐπὶ νοσσιᾶς αὐτοῦ καθεσθεὶς αὐλίζεται 28 13ἐπ ἐξοχῇ πέτρας καὶ ἀποκρύφῳ;507 29 ἐκεῖσε ὢν ζητεῖ τὰ σῖτα, 13πόρρωθεν οἱ ὀφθαλμοὶ αὐτοῦ σκοπεύουσιν·507 30 νεοσσοὶ δὲ αὐτοῦ φύρονται ἐν αἵματι, οὗ δ’ ἂν ὦσι τεθνεῶτες, παραχρῆμα εὑρίσκονται.

Textul a fost copiat în clipboard