1 Ὑπολαβὼν δὲ Βαλδαδ ὁ Σαυχίτης λέγει 2 Μέχρι τίνος οὐ παύσῃ; ἐπίσχες, ἵνα καὶ αὐτοὶ λαλήσωμεν. 3 διὰ τί ὥσπερ τετράποδα σεσιωπήκαμεν ἐναντίον σου; 4 κέχρηταί σοι ὀργή. τί γάρ; ἐὰν σὺ ἀποθάνῃς, ἀοίκητος ἡ ὑπ’ οὐρανόν; ἢ καταστραφήσεται ὄρη ἐκ θεμελίων; 5 καὶ φῶς ἀσεβῶν σβεσθήσεται, καὶ οὐκ ἀποβήσεται αὐτῶν ἡ φλόξ· 6 τὸ φῶς αὐτοῦ σκότος ἐν διαίτῃ, ὁ δὲ λύχνος ἐπ’ αὐτῷ σβεσθήσεται. 7 θηρεύσαισαν ἐλάχιστοι τὰ ὑπάρχοντα αὐτοῦ, σφάλαι δὲ αὐτοῦ ἡ βουλή. 8 ἐμβέβληται δὲ ὁ ποὺς αὐτοῦ ἐν παγίδι· ἐν δικτύῳ ἑλιχθείη. 9 ἔλθοισαν δὲ ἐπ’ αὐτὸν παγίδες· 13κατισχύσει ἐπ’ αὐτὸν διψῶντας. 10 13κέκρυπται ἐν τῇ γῇ σχοινίον αὐτοῦ 13καὶ ἡ σύλλημψις αὐτοῦ ἐπὶ τρίβων.507 11 κύκλῳ ὀλέσαισαν αὐτὸν ὀδύναι, πολλοὶ δὲ περὶ πόδας αὐτοῦ ἔλθοισαν ἐν λιμῷ στενῷ. 12 πτῶμα δὲ αὐτῷ ἡτοίμασται ἐξαίσιον. 13 βρωθείησαν αὐτοῦ κλῶνες ποδῶν, κατέδεται δὲ τὰ ὡραῖα αὐτοῦ θάνατος. 14 ἐκραγείη δὲ ἐκ διαίτης αὐτοῦ ἴασις, σχοίη δὲ αὐτὸν ἀνάγκη αἰτίᾳ βασιλικῇ. 15 13κατασκηνώσει ἐν τῇ σκηνῇ αὐτοῦ ἐν νυκτὶ αὐτοῦ, 13κατασπαρήσονται τὰ εὐπρεπῆ αὐτοῦ θείῳ. 16 13ὑποκάτωθεν αἱ ῥίζαι αὐτοῦ ξηρανθήσονται, 13καὶ ἐπάνωθεν ἐπιπεσεῖται θερισμὸς αὐτοῦ.507 17 τὸ μνημόσυνον αὐτοῦ ἀπόλοιτο ἐκ γῆς, 13καὶ ὑπάρχει ὄνομα αὐτῷ ἐπὶ πρόσωπον ἐξωτέρω.507 18 ἀπώσειεν αὐτὸν ἐκ φωτὸς εἰς σκότος. 19 οὐκ ἔσται ἐπίγνωστος ἐν λαῷ αὐτοῦ, οὐδὲ σεσῳσμένος ἐν τῇ ὑπ’ οὐρανὸν ὁ οἶκος αὐτοῦ, ἀλλ’ ἐν τοῖς αὐτοῦ ζήσονται ἕτεροι. 20 ἐπ’ αὐτῷ ἐστέναξαν ἔσχατοι, πρώτους δὲ ἔσχεν θαῦμα. 21 οὗτοί εἰσιν οἶκοι ἀδίκων, οὗτος δὲ ὁ τόπος τῶν μὴ εἰδότων τὸν κύριον.
1 Ὑπολαβὼν δὲ Βαλδαδ ὁ Σαυχίτης λέγει
2 Μέχρι τίνος οὐ παύσῃ; ἐπίσχες, ἵνα καὶ αὐτοὶ λαλήσωμεν.
3 διὰ τί ὥσπερ τετράποδα σεσιωπήκαμεν ἐναντίον σου;
4 κέχρηταί σοι ὀργή. τί γάρ; ἐὰν σὺ ἀποθάνῃς, ἀοίκητος ἡ ὑπ’ οὐρανόν; ἢ καταστραφήσεται ὄρη ἐκ θεμελίων;
5 καὶ φῶς ἀσεβῶν σβεσθήσεται, καὶ οὐκ ἀποβήσεται αὐτῶν ἡ φλόξ·
6 τὸ φῶς αὐτοῦ σκότος ἐν διαίτῃ, ὁ δὲ λύχνος ἐπ’ αὐτῷ σβεσθήσεται.
7 θηρεύσαισαν ἐλάχιστοι τὰ ὑπάρχοντα αὐτοῦ, σφάλαι δὲ αὐτοῦ ἡ βουλή.
8 ἐμβέβληται δὲ ὁ ποὺς αὐτοῦ ἐν παγίδι· ἐν δικτύῳ ἑλιχθείη.
9 ἔλθοισαν δὲ ἐπ’ αὐτὸν παγίδες· 13κατισχύσει ἐπ’ αὐτὸν διψῶντας.
10 13κέκρυπται ἐν τῇ γῇ σχοινίον αὐτοῦ 13καὶ ἡ σύλλημψις αὐτοῦ ἐπὶ τρίβων.507
11 κύκλῳ ὀλέσαισαν αὐτὸν ὀδύναι, πολλοὶ δὲ περὶ πόδας αὐτοῦ ἔλθοισαν ἐν λιμῷ στενῷ.
12 πτῶμα δὲ αὐτῷ ἡτοίμασται ἐξαίσιον.
13 βρωθείησαν αὐτοῦ κλῶνες ποδῶν, κατέδεται δὲ τὰ ὡραῖα αὐτοῦ θάνατος.
14 ἐκραγείη δὲ ἐκ διαίτης αὐτοῦ ἴασις, σχοίη δὲ αὐτὸν ἀνάγκη αἰτίᾳ βασιλικῇ.
15 13κατασκηνώσει ἐν τῇ σκηνῇ αὐτοῦ ἐν νυκτὶ αὐτοῦ, 13κατασπαρήσονται τὰ εὐπρεπῆ αὐτοῦ θείῳ.
16 13ὑποκάτωθεν αἱ ῥίζαι αὐτοῦ ξηρανθήσονται, 13καὶ ἐπάνωθεν ἐπιπεσεῖται θερισμὸς αὐτοῦ.507
17 τὸ μνημόσυνον αὐτοῦ ἀπόλοιτο ἐκ γῆς, 13καὶ ὑπάρχει ὄνομα αὐτῷ ἐπὶ πρόσωπον ἐξωτέρω.507
18 ἀπώσειεν αὐτὸν ἐκ φωτὸς εἰς σκότος.
19 οὐκ ἔσται ἐπίγνωστος ἐν λαῷ αὐτοῦ, οὐδὲ σεσῳσμένος ἐν τῇ ὑπ’ οὐρανὸν ὁ οἶκος αὐτοῦ, ἀλλ’ ἐν τοῖς αὐτοῦ ζήσονται ἕτεροι.
20 ἐπ’ αὐτῷ ἐστέναξαν ἔσχατοι, πρώτους δὲ ἔσχεν θαῦμα.
21 οὗτοί εἰσιν οἶκοι ἀδίκων, οὗτος δὲ ὁ τόπος τῶν μὴ εἰδότων τὸν κύριον.
Traducerea ortodoxă
Traducerea greacă bizantină
1 Atunci Bildad din Șuah a început să vorbească și a zis:
1 Ὑπολαβὼν δὲ Βαλδαδ ὁ Σαυχίτης λέγει
2 „Când vei ajunge odată la capătul unor astfel de vorbe? Vino-ți în fire și apoi vom vorbi.
2 Μέχρι τίνος οὐ παύσῃ; ἐπίσχες, ἵνα καὶ αὐτοὶ λαλήσωμεν.
3 Pentru ce suntem socotiți ca niște dobitoace? De ce să trecem în ochii tăi drept vite cornute?
3 διὰ τί ὥσπερ τετράποδα σεσιωπήκαμεν ἐναντίον σου;
4 Nu cumva pentru tine care te sfâșii în mânia ta, o să ajungă pământul să se pustiiască și stâncile să se mute din locul lor?
4 κέχρηταί σοι ὀργή. τί γάρ; ἐὰν σὺ ἀποθάνῃς, ἀοίκητος ἡ ὑπ’ οὐρανόν; ἢ καταστραφήσεται ὄρη ἐκ θεμελίων;
5 Firește, lumina nelegiuitului se stinge și flacăra focului lui nu mai strălucește.
5 καὶ φῶς ἀσεβῶν σβεσθήσεται, καὶ οὐκ ἀποβήσεται αὐτῶν ἡ φλόξ·
6 Lumina se întunecă în cortul lui și candela de deasupra lui se isprăvește.
6 τὸ φῶς αὐτοῦ σκότος ἐν διαίτῃ, ὁ δὲ λύχνος ἐπ’ αὐτῷ σβεσθήσεται.
7 Pașii lui, altădată vânjoși, se îngustează și propriul lui sfat acum îl poticnește.
7 θηρεύσαισαν ἐλάχιστοι τὰ ὑπάρχοντα αὐτοῦ, σφάλαι δὲ αὐτοῦ ἡ βουλή.
8 El dă cu picioarele în laț și se plimbă în rețeaua de sfori.
8 ἐμβέβληται δὲ ὁ ποὺς αὐτοῦ ἐν παγίδι· ἐν δικτύῳ ἑλιχθείη.
9 Capcana l-a prins de călcâi și lațul s-a încolăcit pe el.
9 ἔλθοισαν δὲ ἐπ’ αὐτὸν παγίδες· 13κατισχύσει ἐπ’ αὐτὸν διψῶντας.
10 Cursa care trebuia să-l prindă este ascunsă în pământ și prinzătoarea stă în poteca lui;
10 13κέκρυπται ἐν τῇ γῇ σχοινίον αὐτοῦ 13καὶ ἡ σύλλημψις αὐτοῦ ἐπὶ τρίβων.507
11 Spaimele dau peste el din toate părțile și se țin de el pas cu pas.
11 κύκλῳ ὀλέσαισαν αὐτὸν ὀδύναι, πολλοὶ δὲ περὶ πόδας αὐτοῦ ἔλθοισαν ἐν λιμῷ στενῷ.
12 Lângă bunătățile lui el moare de foame și nenorocirea lui stă gata lângă el.
12 πτῶμα δὲ αὐτῷ ἡτοίμασται ἐξαίσιον.
13 Boala mușcă din trupul lui. Primul născut al morții roade mădularele lui.
13 βρωθείησαν αὐτοῦ κλῶνες ποδῶν, κατέδεται δὲ τὰ ὡραῖα αὐτοῦ θάνατος.
14 Din cortul unde stătea la adăpost este scos afară și târât înaintea groaznicului împărat.
14 ἐκραγείη δὲ ἐκ διαίτης αὐτοῦ ἴασις, σχοίη δὲ αὐτὸν ἀνάγκη αἰτίᾳ βασιλικῇ.
15 Nimeni din ai lui nu mai sălășluiește în cortul lui, care nu mai este al lui. Pe locuința lui plouă cu pucioasă.
15 13κατασκηνώσει ἐν τῇ σκηνῇ αὐτοῦ ἐν νυκτὶ αὐτοῦ, 13κατασπαρήσονται τὰ εὐπρεπῆ αὐτοῦ θείῳ.
16 Rădăcinile lui se usucă în pământ, iar ramurile lui se veștejesc în aer.
16 13ὑποκάτωθεν αἱ ῥίζαι αὐτοῦ ξηρανθήσονται, 13καὶ ἐπάνωθεν ἐπιπεσεῖται θερισμὸς αὐτοῦ.507
17 Pomenirea lui se șterge de pe pământ și în toată lumea numele i-a pierit.
17 τὸ μνημόσυνον αὐτοῦ ἀπόλοιτο ἐκ γῆς, 13καὶ ὑπάρχει ὄνομα αὐτῷ ἐπὶ πρόσωπον ἐξωτέρω.507
18 De la lumină i-au dat brânci în întuneric și de pretutindeni e scos afară.
18 ἀπώσειεν αὐτὸν ἐκ φωτὸς εἰς σκότος.
19 Nu lasă nici urmași, nici sămânță în poporul său și nimeni nu mai trăiește după el prin locurile prin care a locuit.
19 οὐκ ἔσται ἐπίγνωστος ἐν λαῷ αὐτοῦ, οὐδὲ σεσῳσμένος ἐν τῇ ὑπ’ οὐρανὸν ὁ οἶκος αὐτοῦ, ἀλλ’ ἐν τοῖς αὐτοῦ ζήσονται ἕτεροι.
20 Cei din apus s-au mirat foarte de soarta lui și cei din răsărit au simțit fiori în ei.
20 ἐπ’ αὐτῷ ἐστέναξαν ἔσχατοι, πρώτους δὲ ἔσχεν θαῦμα.
21 Aceasta rămâne din sălașurile celui nelegiuit și iată locul celui ce n-a cunoscut pe Dumnezeu”.
21 οὗτοί εἰσιν οἶκοι ἀδίκων, οὗτος δὲ ὁ τόπος τῶν μὴ εἰδότων τὸν κύριον.