1 Ὑπολαβὼν δὲ Ιωβ λέγει 2 Εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργήν, τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδόν, 3 καὶ δὴ ἄμμου παραλίας βαρυτέρα ἔσται· ἀλλ’ ὡς ἔοικεν, τὰ ῥήματά μού ἐστιν φαῦλα. 4 βέλη γὰρ κυρίου ἐν τῷ σώματί μού ἐστιν, ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα· ὅταν ἄρξωμαι λαλεῖν, κεντοῦσί με. 5 τί γάρ; μὴ διὰ κενῆς κεκράξεται ὄνος ἄγριος, ἀλλ’ ἢ τὰ σῖτα ζητῶν; εἰ δὲ καὶ ῥήξει φωνὴν βοῦς ἐπὶ φάτνης ἔχων τὰ βρώματα; 6 εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός; εἰ δὲ καὶ ἔστιν γεῦμα ἐν ῥήμασιν κενοῖς; 7 οὐ δύναται γὰρ παύσασθαί μου ἡ ψυχή· βρόμον γὰρ ὁρῶ τὰ σῖτά μου ὥσπερ ὀσμὴν λέοντος. 8 εἰ γὰρ δῴη, καὶ ἔλθοι μου ἡ αἴτησις, καὶ τὴν ἐλπίδα μου δῴη ὁ κύριος. 9 ἀρξάμενος ὁ κύριος τρωσάτω με, εἰς τέλος δὲ μή με ἀνελέτω. 10 εἴη δέ μου πόλις τάφος, ἐφ’ ἧς ἐπὶ τειχέων ἡλλόμην ἐπ’ αὐτῆς, οὐ μὴ φείσωμαι· οὐ γὰρ ἐψευσάμην ῥήματα ἅγια θεοῦ μου. 11 τίς γάρ μου ἡ ἰσχύς, ὅτι ὑπομένω; ἢ τίς μου ὁ χρόνος, ὅτι ἀνέχεταί μου ἡ ψυχή; 12 μὴ ἰσχὺς λίθων ἡ ἰσχύς μου; ἢ αἱ σάρκες μού εἰσιν χάλκειαι; 13 ἦ οὐκ ἐπ’ αὐτῷ ἐπεποίθειν; βοήθεια δὲ ἀπ’ ἐμοῦ ἄπεστιν. 14 ἀπείπατό με ἔλεος, ἐπισκοπὴ δὲ κυρίου ὑπερεῖδέν με. 15 οὐ προσεῖδόν με οἱ ἐγγύτατοί μου· ὥσπερ χειμάρρους ἐκλείπων ἢ ὥσπερ κῦμα παρῆλθόν με· 16 οἵτινές με διευλαβοῦντο, νῦν ἐπιπεπτώκασίν μοι ὥσπερ χιὼν ἢ κρύσταλλος πεπηγώς· 17 καθὼς τακεῖσα θέρμης γενομένης οὐκ ἐπεγνώσθη ὅπερ ἦν, 18 οὕτως κἀγὼ κατελείφθην ὑπὸ πάντων, ἀπωλόμην δὲ καὶ ἔξοικος ἐγενόμην. 19 ἴδετε ὁδοὺς Θαιμανων, ἀτραποὺς Σαβων, οἱ διορῶντες· 20 καὶ αἰσχύνην ὀφειλήσουσιν οἱ ἐπὶ πόλεσιν καὶ χρήμασιν πεποιθότες. 21 ἀτὰρ δὲ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως, ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα φοβήθητε. 22 τί γάρ; μή τι ὑμᾶς ᾔτησα ἢ τῆς παρ’ ὑμῶν ἰσχύος ἐπιδέομαι 23 ὥστε σῶσαί με ἐξ ἐχθρῶν ἢ ἐκ χειρὸς δυναστῶν ῥύσασθαί με; 24 διδάξατέ με, ἐγὼ δὲ κωφεύσω· εἴ τι πεπλάνημαι, φράσατέ μοι. 25 ἀλλ’ ὡς ἔοικεν, φαῦλα ἀληθινοῦ ῥήματα, οὐ γὰρ παρ’ ὑμῶν ἰσχὺν αἰτοῦμαι· 26 οὐδὲ ὁ ἔλεγχος ὑμῶν ῥήμασίν με παύσει, οὐδὲ γὰρ ὑμῶν φθέγμα ῥήματος ἀνέξομαι. 27 πλὴν ὅτι ἐπ’ ὀρφανῷ ἐπιπίπτετε, ἐνάλλεσθε δὲ ἐπὶ φίλῳ ὑμῶν. 28 νυνὶ δὲ εἰσβλέψας εἰς πρόσωπα ὑμῶν οὐ ψεύσομαι. 29 καθίσατε δὴ καὶ μὴ εἴη ἄδικον, καὶ πάλιν τῷ δικαίῳ συνέρχεσθε. 30 οὐ γάρ ἐστιν ἐν γλώσσῃ μου ἄδικον· ἢ ὁ λάρυγξ μου οὐχὶ σύνεσιν μελετᾷ;
1 Ὑπολαβὼν δὲ Ιωβ λέγει
2 Εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργήν, τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδόν,
3 καὶ δὴ ἄμμου παραλίας βαρυτέρα ἔσται· ἀλλ’ ὡς ἔοικεν, τὰ ῥήματά μού ἐστιν φαῦλα.
4 βέλη γὰρ κυρίου ἐν τῷ σώματί μού ἐστιν, ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα· ὅταν ἄρξωμαι λαλεῖν, κεντοῦσί με.
5 τί γάρ; μὴ διὰ κενῆς κεκράξεται ὄνος ἄγριος, ἀλλ’ ἢ τὰ σῖτα ζητῶν; εἰ δὲ καὶ ῥήξει φωνὴν βοῦς ἐπὶ φάτνης ἔχων τὰ βρώματα;
6 εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός; εἰ δὲ καὶ ἔστιν γεῦμα ἐν ῥήμασιν κενοῖς;
7 οὐ δύναται γὰρ παύσασθαί μου ἡ ψυχή· βρόμον γὰρ ὁρῶ τὰ σῖτά μου ὥσπερ ὀσμὴν λέοντος.
8 εἰ γὰρ δῴη, καὶ ἔλθοι μου ἡ αἴτησις, καὶ τὴν ἐλπίδα μου δῴη ὁ κύριος.
9 ἀρξάμενος ὁ κύριος τρωσάτω με, εἰς τέλος δὲ μή με ἀνελέτω.
10 εἴη δέ μου πόλις τάφος, ἐφ’ ἧς ἐπὶ τειχέων ἡλλόμην ἐπ’ αὐτῆς, οὐ μὴ φείσωμαι· οὐ γὰρ ἐψευσάμην ῥήματα ἅγια θεοῦ μου.
11 τίς γάρ μου ἡ ἰσχύς, ὅτι ὑπομένω; ἢ τίς μου ὁ χρόνος, ὅτι ἀνέχεταί μου ἡ ψυχή;
12 μὴ ἰσχὺς λίθων ἡ ἰσχύς μου; ἢ αἱ σάρκες μού εἰσιν χάλκειαι;
13 ἦ οὐκ ἐπ’ αὐτῷ ἐπεποίθειν; βοήθεια δὲ ἀπ’ ἐμοῦ ἄπεστιν.
14 ἀπείπατό με ἔλεος, ἐπισκοπὴ δὲ κυρίου ὑπερεῖδέν με.
15 οὐ προσεῖδόν με οἱ ἐγγύτατοί μου· ὥσπερ χειμάρρους ἐκλείπων ἢ ὥσπερ κῦμα παρῆλθόν με·
16 οἵτινές με διευλαβοῦντο, νῦν ἐπιπεπτώκασίν μοι ὥσπερ χιὼν ἢ κρύσταλλος πεπηγώς·
17 καθὼς τακεῖσα θέρμης γενομένης οὐκ ἐπεγνώσθη ὅπερ ἦν,
18 οὕτως κἀγὼ κατελείφθην ὑπὸ πάντων, ἀπωλόμην δὲ καὶ ἔξοικος ἐγενόμην.
19 ἴδετε ὁδοὺς Θαιμανων, ἀτραποὺς Σαβων, οἱ διορῶντες·
20 καὶ αἰσχύνην ὀφειλήσουσιν οἱ ἐπὶ πόλεσιν καὶ χρήμασιν πεποιθότες.
21 ἀτὰρ δὲ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως, ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα φοβήθητε.
22 τί γάρ; μή τι ὑμᾶς ᾔτησα ἢ τῆς παρ’ ὑμῶν ἰσχύος ἐπιδέομαι
23 ὥστε σῶσαί με ἐξ ἐχθρῶν ἢ ἐκ χειρὸς δυναστῶν ῥύσασθαί με;
24 διδάξατέ με, ἐγὼ δὲ κωφεύσω· εἴ τι πεπλάνημαι, φράσατέ μοι.
25 ἀλλ’ ὡς ἔοικεν, φαῦλα ἀληθινοῦ ῥήματα, οὐ γὰρ παρ’ ὑμῶν ἰσχὺν αἰτοῦμαι·
26 οὐδὲ ὁ ἔλεγχος ὑμῶν ῥήμασίν με παύσει, οὐδὲ γὰρ ὑμῶν φθέγμα ῥήματος ἀνέξομαι.
27 πλὴν ὅτι ἐπ’ ὀρφανῷ ἐπιπίπτετε, ἐνάλλεσθε δὲ ἐπὶ φίλῳ ὑμῶν.
28 νυνὶ δὲ εἰσβλέψας εἰς πρόσωπα ὑμῶν οὐ ψεύσομαι.
29 καθίσατε δὴ καὶ μὴ εἴη ἄδικον, καὶ πάλιν τῷ δικαίῳ συνέρχεσθε.
30 οὐ γάρ ἐστιν ἐν γλώσσῃ μου ἄδικον· ἢ ὁ λάρυγξ μου οὐχὶ σύνεσιν μελετᾷ;
Traducerea ortodoxă
Traducerea greacă bizantină
1 Atunci Iov a răspuns și a grăit:
1 Ὑπολαβὼν δὲ Ιωβ λέγει
2 „O, dacă durerea mea s-ar cântări și nenorocirea mea ar fi pusă la cântar!
2 Εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργήν, τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδόν,
3 Și fiindcă este mai grea decât nisipul mărilor, de aceea cuvintele mele sunt bâlbâite!
3 καὶ δὴ ἄμμου παραλίας βαρυτέρα ἔσται· ἀλλ’ ὡς ἔοικεν, τὰ ῥήματά μού ἐστιν φαῦλα.
4 Pentru că săgețile Celui Atotputernic stau înfipte în mine și duhul meu bea veninul lor, de aceea spaimele lui Dumnezeu vin cete-cete împotriva mea.
4 βέλη γὰρ κυρίου ἐν τῷ σώματί μού ἐστιν, ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα· ὅταν ἄρξωμαι λαλεῖν, κεντοῦσί με.
5 Zbiară măgarul sălbatic când e lângă pășunea verde? Mugește boul când stă lângă nutreț?
5 τί γάρ; μὴ διὰ κενῆς κεκράξεται ὄνος ἄγριος, ἀλλ’ ἢ τὰ σῖτα ζητῶν; εἰ δὲ καὶ ῥήξει φωνὴν βοῦς ἐπὶ φάτνης ἔχων τὰ βρώματα;
6 Poți să mănânci ce n-are sare fără sare? Are vreun gust albușul oului?
6 εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός; εἰ δὲ καὶ ἔστιν γεῦμα ἐν ῥήμασιν κενοῖς;
7 Sufletul meu n-a voit să se atingă de ele; inima mea s-a dezgustat de pâinea mea.
7 οὐ δύναται γὰρ παύσασθαί μου ἡ ψυχή· βρόμον γὰρ ὁρῶ τὰ σῖτά μου ὥσπερ ὀσμὴν λέοντος.
8 Cine îmi va dărui îndeplinirea rugăciunii mele și va face ca Dumnezeu să-mi dea ce aștept,
8 εἰ γὰρ δῴη, καὶ ἔλθοι μου ἡ αἴτησις, καὶ τὴν ἐλπίδα μου δῴη ὁ κύριος.
9 Și să primească să mă sfărâme și să-și întindă mâna și să mă nimicească!
9 ἀρξάμενος ὁ κύριος τρωσάτω με, εἰς τέλος δὲ μή με ἀνελέτω.
10 Dar va fi încă o mângâiere pentru mine și voi tresălta, deși împovărat de dureri nemiloase, fiindcă n-am ascuns poruncile Celui Sfânt.
10 εἴη δέ μου πόλις τάφος, ἐφ’ ἧς ἐπὶ τειχέων ἡλλόμην ἐπ’ αὐτῆς, οὐ μὴ φείσωμαι· οὐ γὰρ ἐψευσάμην ῥήματα ἅγια θεοῦ μου.
11 Ce putere mai am ca să aștept și ce viitor mai am ca să prelungesc viața mea?
11 τίς γάρ μου ἡ ἰσχύς, ὅτι ὑπομένω; ἢ τίς μου ὁ χρόνος, ὅτι ἀνέχεταί μου ἡ ψυχή;
12 Tăria mea este tăria pietrelor? Trupul meu este oare de aramă?
12 μὴ ἰσχὺς λίθων ἡ ἰσχύς μου; ἢ αἱ σάρκες μού εἰσιν χάλκειαι;
13 Aș putea găsi vreun sprijin în mine și tot ajutorul n-a fugit, oare, departe de mine?
13 ἦ οὐκ ἐπ’ αὐτῷ ἐπεποίθειν; βοήθεια δὲ ἀπ’ ἐμοῦ ἄπεστιν.
14 Celui ce este în suferință i se cuvine mila prietenului său, dar el uită teama de Cel Atotputernic.
14 ἀπείπατό με ἔλεος, ἐπισκοπὴ δὲ κυρίου ὑπερεῖδέν με.
15 Frații mei s-au arătat înșelători ca un puhoi, ca albia puhoaielor repezi.
15 οὐ προσεῖδόν με οἱ ἐγγύτατοί μου· ὥσπερ χειμάρρους ἐκλείπων ἢ ὥσπερ κῦμα παρῆλθόν με·
16 Erau acoperite de ghiață, zăpada stătea grămadă peste ele;
16 οἵτινές με διευλαβοῦντο, νῦν ἐπιπεπτώκασίν μοι ὥσπερ χιὼν ἢ κρύσταλλος πεπηγώς·
17 Dar cum se topește zăpada, ele și seacă și, cum se încălzește, ele se usucă pe loc.
17 καθὼς τακεῖσα θέρμης γενομένης οὐκ ἐπεγνώσθη ὅπερ ἦν,
18 Caravanele se abat din drumul lor, ele înaintează în pustiu și se rătăcesc.
18 οὕτως κἀγὼ κατελείφθην ὑπὸ πάντων, ἀπωλόμην δὲ καὶ ἔξοικος ἐγενόμην.
19 Caravanele din Tema așteaptă, convoaiele din Saba nădăjduiesc în ele.
19 ἴδετε ὁδοὺς Θαιμανων, ἀτραποὺς Σαβων, οἱ διορῶντες·
20 Și sunt uimiți că au avut încredere; când sosesc lângă uscatele puhoaie sunt uimiți.
20 καὶ αἰσχύνην ὀφειλήσουσιν οἱ ἐπὶ πόλεσιν καὶ χρήμασιν πεποιθότες.
21 Așa ați fost și voi acum pentru mine: Vă scutură spaima și vă este frică!
21 ἀτὰρ δὲ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως, ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα φοβήθητε.
22 Nu cumva v-am zis: Dați-mi de pomană și împărțiți din averile voastre pentru mine?
22 τί γάρ; μή τι ὑμᾶς ᾔτησα ἢ τῆς παρ’ ὑμῶν ἰσχύος ἐπιδέομαι
23 Sau scăpați-mă din mâna unui dușman sau răscumpărați-mă din mâna tiranilor?
23 ὥστε σῶσαί με ἐξ ἐχθρῶν ἢ ἐκ χειρὸς δυναστῶν ῥύσασθαί με;
24 Fiți învățătorii mei și eu voi tăcea; lămuriți-mă unde este păcatul meu!
24 διδάξατέ με, ἐγὼ δὲ κωφεύσω· εἴ τι πεπλάνημαι, φράσατέ μοι.
25 Cât de îmbietoare sunt cuvintele întregimii sufletești! Dar ce judecă judecata care vine de la voi?
25 ἀλλ’ ὡς ἔοικεν, φαῦλα ἀληθινοῦ ῥήματα, οὐ γὰρ παρ’ ὑμῶν ἰσχὺν αἰτοῦμαι·
26 Cugetați voi să faceți judecata vorbelor? Ducă-se în vânt cuvintele unui deznădăjduit!
26 οὐδὲ ὁ ἔλεγχος ὑμῶν ῥήμασίν με παύσει, οὐδὲ γὰρ ὑμῶν φθέγμα ῥήματος ἀνέξομαι.
27 Voi năpăstuiți pe orfan, voi împovărați pe prietenul vostru.
27 πλὴν ὅτι ἐπ’ ὀρφανῷ ἐπιπίπτετε, ἐνάλλεσθε δὲ ἐπὶ φίλῳ ὑμῶν.
28 Și acum întrebați și vă întoarceți către mine și în fața voastră nu voi spune minciună!
28 νυνὶ δὲ εἰσβλέψας εἰς πρόσωπα ὑμῶν οὐ ψεύσομαι.
29 Cercetați din nou! Nu este nici o viclenie! Cercetați din nou! Dreptatea mea este mereu aici!
29 καθίσατε δὴ καὶ μὴ εἴη ἄδικον, καὶ πάλιν τῷ δικαίῳ συνέρχεσθε.
30 Este oare vreo strâmbătate pe limba mea și cerul gurii mele nu va deosebi el ce este rău și ce este amar?
30 οὐ γάρ ἐστιν ἐν γλώσσῃ μου ἄδικον· ἢ ὁ λάρυγξ μου οὐχὶ σύνεσιν μελετᾷ;