Iov

traducerea greacă bizantină

Capitolul 37

1 13καὶ ταύτης ἐταράχθη ἡ καρδία μου 13καὶ ἀπερρύη ἐκ τοῦ τόπου αὐτῆς. 2 13ἄκουε ἀκοὴν ἐν ὀργῇ θυμοῦ κυρίου, 13καὶ μελέτη ἐκ στόματος αὐτοῦ ἐξελεύσεται. 3 13ὑποκάτω παντὸς τοῦ οὐρανοῦ ἀρχὴ αὐτοῦ, 13καὶ τὸ φῶς αὐτοῦ ἐπὶ πτερύγων τῆς γῆς. 4 13ὀπίσω αὐτοῦ βοήσεται φωνή, 13βροντήσει ἐν φωνῇ ὕβρεως αὐτοῦ, 13καὶ οὐκ ἀνταλλάξει αὐτούς, ὅτι ἀκούσει φωνὴν αὐτοῦ. 5 13βροντήσει ὁ ἰσχυρὸς ἐν φωνῇ αὐτοῦ θαυμάσια·507 ἐποίησεν γὰρ μεγάλα, ἃ οὐκ ᾔδειμεν, 6 συντάσσων χιόνι Γίνου ἐπὶ τῆς γῆς· 13καὶ χειμὼν ὑετός, καὶ χειμὼν ὑετῶν δυναστείας αὐτοῦ. 7 13ἐν χειρὶ παντὸς ἀνθρώπου κατασφραγίζει,507 ἵνα γνῷ πᾶς ἄνθρωπος τὴν ἑαυτοῦ ἀσθένειαν. 8 εἰσῆλθεν δὲ θηρία ὑπὸ σκέπην, ἡσύχασαν δὲ ἐπὶ κοίτης. 9 ἐκ ταμιείων ἐπέρχονται δῖναι, ἀπὸ δὲ ἀκρωτηρίων ψῦχος. 10 13καὶ ἀπὸ πνοῆς ἰσχυροῦ δώσει πάγος,507 οἰακίζει δὲ τὸ ὕδωρ ὡς ἐὰν βούληται· 11 13καὶ ἐκλεκτὸν καταπλάσσει νεφέλη, 13διασκορπιεῖ νέφος φῶς αὐτοῦ. 12 13καὶ αὐτὸς κυκλώματα διαστρέψει 13ἐν θεεβουλαθω εἰς ἔργα αὐτῶν· 13πάντα, ὅσα ἂν ἐντείληται αὐτοῖς,507 ταῦτα συντέτακται παρ’ αὐτοῦ ἐπὶ τῆς γῆς, 13 13ἐὰν εἰς παιδείαν, ἐὰν εἰς τὴν γῆν αὐτοῦ, 13ἐὰν εἰς ἔλεος εὑρήσει αὐτόν.507 14 ἐνωτίζου ταῦτα, Ιωβ· στῆθι νουθετοῦ δύναμιν κυρίου. 15 οἴδαμεν ὅτι ὁ θεὸς ἔθετο ἔργα αὐτοῦ φῶς ποιήσας ἐκ σκότους. 16 ἐπίσταται δὲ διάκρισιν νεφῶν, ἐξαίσια δὲ πτώματα πονηρῶν. 17 σοῦ δὲ ἡ στολὴ θερμή· ἡσυχάζεται δὲ ἐπὶ τῆς γῆς. 18 13στερεώσεις μετ’ αὐτοῦ εἰς παλαιώματα, 13ἰσχυραὶ ὡς ὅρασις ἐπιχύσεως.507 19 διὰ τί; δίδαξόν με τί ἐροῦμεν αὐτῷ· καὶ παυσώμεθα πολλὰ λέγοντες. 20 μὴ βίβλος ἢ γραμματεύς μοι παρέστηκεν, ἵνα ἄνθρωπον ἑστηκὼς κατασιωπήσω; 21 πᾶσιν δ’ οὐχ ὁρατὸν τὸ φῶς, 13τηλαυγές ἐστιν ἐν τοῖς παλαιώμασιν,507 ὥσπερ τὸ παρ’ αὐτοῦ ἐπὶ νεφῶν. 22 ἀπὸ βορρᾶ νέφη χρυσαυγοῦντα· ἐπὶ τούτοις μεγάλη ἡ δόξα καὶ τιμὴ παντοκράτορος. 23 καὶ οὐχ εὑρίσκομεν ἄλλον ὅμοιον τῇ ἰσχύι αὐτοῦ· ὁ τὰ δίκαια κρίνων, οὐκ οἴει ἐπακούειν αὐτόν; 24 διὸ φοβηθήσονται αὐτὸν οἱ ἄνθρωποι, φοβηθήσονται δὲ αὐτὸν καὶ οἱ σοφοὶ καρδίᾳ.

Textul a fost copiat în clipboard