1 Μετὰ δὲ τὸ παύσασθαι Ελιουν τῆς λέξεως εἶπεν ὁ κύριος τῷ Ιωβ διὰ λαίλαπος καὶ νεφῶν 2 Τίς οὗτος ὁ κρύπτων με βουλήν, συνέχων δὲ ῥήματα ἐν καρδίᾳ, ἐμὲ δὲ οἴεται κρύπτειν; 3 ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι. 4 ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; ἀπάγγειλον δέ μοι, εἰ ἐπίστῃ σύνεσιν. 5 τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας; ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ’ αὐτῆς; 6 ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασιν; τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ’ αὐτῆς; 7 ὅτε ἐγενήθησαν ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου. 8 ἔφραξα δὲ θάλασσαν πύλαις, ὅτε ἐμαίμασσεν ἐκ κοιλίας μητρὸς αὐτῆς ἐκπορευομένη· 9 ἐθέμην δὲ αὐτῇ νέφος ἀμφίασιν, ὁμίχλῃ δὲ αὐτὴν ἐσπαργάνωσα· 10 ἐθέμην δὲ αὐτῇ ὅρια περιθεὶς κλεῖθρα καὶ πύλας· 11 εἶπα δὲ αὐτῇ Μέχρι τούτου ἐλεύσῃ καὶ οὐχ ὑπερβήσῃ, ἀλλ’ ἐν σεαυτῇ συντριβήσεταί σου τὰ κύματα. 12 ἦ ἐπὶ σοῦ συντέταχα φέγγος πρωινόν, ἑωσφόρος δὲ εἶδεν τὴν ἑαυτοῦ τάξιν 13 ἐπιλαβέσθαι πτερύγων γῆς, ἐκτινάξαι ἀσεβεῖς ἐξ αὐτῆς; 14 ἦ σὺ λαβὼν γῆν πηλὸν ἔπλασας ζῷον καὶ λαλητὸν αὐτὸν ἔθου ἐπὶ γῆς; 15 ἀφεῖλας δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς, βραχίονα δὲ ὑπερηφάνων συνέτριψας; 16 ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; 17 ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν; 18 νενουθέτησαι δὲ τὸ εὖρος τῆς ὑπ’ οὐρανόν; ἀνάγγειλον δή μοι πόση τίς ἐστιν. 19 ποίᾳ δὲ γῇ αὐλίζεται τὸ φῶς, σκότους δὲ ποῖος ὁ τόπος; 20 εἰ ἀγάγοις με εἰς ὅρια αὐτῶν; εἰ δὲ καὶ ἐπίστασαι τρίβους αὐτῶν; 21 οἶδα ἄρα ὅτι τότε γεγέννησαι, ἀριθμὸς δὲ ἐτῶν σου πολύς. 22 ἦλθες δὲ ἐπὶ θησαυροὺς χιόνος, θησαυροὺς δὲ χαλάζης ἑόρακας. 23 ἀπόκειται δέ σοι εἰς ὥραν ἐχθρῶν, εἰς ἡμέραν πολέμου καὶ μάχης. 24 πόθεν δὲ ἐκπορεύεται πάχνη ἢ διασκεδάννυται νότος εἰς τὴν ὑπ’ οὐρανόν; 25 τίς δὲ ἡτοίμασεν ὑετῷ λάβρῳ ῥύσιν, ὁδὸν δὲ κυδοιμῶν 26 13τοῦ ὑετίσαι ἐπὶ γῆν, οὗ οὐκ ἀνήρ, 13ἔρημον, οὗ οὐχ ὑπάρχει ἄνθρωπος ἐν αὐτῇ, 27 13τοῦ χορτάσαι ἄβατον καὶ ἀοίκητον 13καὶ τοῦ ἐκβλαστῆσαι ἔξοδον χλόης;507 28 τίς ἐστιν ὑετοῦ πατήρ; τίς δέ ἐστιν ὁ τετοκὼς βώλους δρόσου; 29 ἐκ γαστρὸς δὲ τίνος ἐκπορεύεται ὁ κρύσταλλος; πάχνην δὲ ἐν οὐρανῷ τίς τέτοκεν, 30 ἣ καταβαίνει ὥσπερ ὕδωρ ῥέον; πρόσωπον δὲ ἀβύσσου τίς ἔπηξεν; 31 συνῆκας δὲ δεσμὸν Πλειάδος καὶ φραγμὸν Ὠρίωνος ἤνοιξας; 32 13ἦ διανοίξεις μαζουρωθ ἐν καιρῷ αὐτοῦ 13καὶ Ἕσπερον ἐπὶ κόμης αὐτοῦ ἄξεις αὐτά;507 33 ἐπίστασαι δὲ τροπὰς οὐρανοῦ ἢ τὰ ὑπ’ οὐρανὸν ὁμοθυμαδὸν γινόμενα; 34 καλέσεις δὲ νέφος φωνῇ, καὶ τρόμῳ ὕδατος λάβρῳ ὑπακούσεταί σου; 35 ἀποστελεῖς δὲ κεραυνοὺς καὶ πορεύσονται; ἐροῦσιν δέ σοι Τί ἐστιν; 36 τίς δὲ ἔδωκεν γυναιξὶν ὑφάσματος σοφίαν ἢ ποικιλτικὴν ἐπιστήμην; 37 τίς δὲ ὁ ἀριθμῶν νέφη σοφίᾳ, οὐρανὸν δὲ εἰς γῆν ἔκλινεν; 38 κέχυται δὲ ὥσπερ γῆ κονία, κεκόλληκα δὲ αὐτὸν ὥσπερ λίθῳ κύβον. 39 θηρεύσεις δὲ λέουσιν βοράν, ψυχὰς δὲ δρακόντων ἐμπλήσεις; 40 δεδοίκασιν γὰρ ἐν κοίταις αὐτῶν, κάθηνται δὲ ἐν ὕλαις ἐνεδρεύοντες. 41 τίς δὲ ἡτοίμασεν κόρακι βοράν; νεοσσοὶ γὰρ αὐτοῦ πρὸς κύριον κεκράγασιν πλανώμενοι τὰ σῖτα ζητοῦντες.
1 Μετὰ δὲ τὸ παύσασθαι Ελιουν τῆς λέξεως εἶπεν ὁ κύριος τῷ Ιωβ διὰ λαίλαπος καὶ νεφῶν
2 Τίς οὗτος ὁ κρύπτων με βουλήν, συνέχων δὲ ῥήματα ἐν καρδίᾳ, ἐμὲ δὲ οἴεται κρύπτειν;
3 ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι.
4 ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; ἀπάγγειλον δέ μοι, εἰ ἐπίστῃ σύνεσιν.
5 τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας; ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ’ αὐτῆς;
6 ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασιν; τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ’ αὐτῆς;
7 ὅτε ἐγενήθησαν ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου.
8 ἔφραξα δὲ θάλασσαν πύλαις, ὅτε ἐμαίμασσεν ἐκ κοιλίας μητρὸς αὐτῆς ἐκπορευομένη·
9 ἐθέμην δὲ αὐτῇ νέφος ἀμφίασιν, ὁμίχλῃ δὲ αὐτὴν ἐσπαργάνωσα·
10 ἐθέμην δὲ αὐτῇ ὅρια περιθεὶς κλεῖθρα καὶ πύλας·
11 εἶπα δὲ αὐτῇ Μέχρι τούτου ἐλεύσῃ καὶ οὐχ ὑπερβήσῃ, ἀλλ’ ἐν σεαυτῇ συντριβήσεταί σου τὰ κύματα.
12 ἦ ἐπὶ σοῦ συντέταχα φέγγος πρωινόν, ἑωσφόρος δὲ εἶδεν τὴν ἑαυτοῦ τάξιν
13 ἐπιλαβέσθαι πτερύγων γῆς, ἐκτινάξαι ἀσεβεῖς ἐξ αὐτῆς;
14 ἦ σὺ λαβὼν γῆν πηλὸν ἔπλασας ζῷον καὶ λαλητὸν αὐτὸν ἔθου ἐπὶ γῆς;
15 ἀφεῖλας δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς, βραχίονα δὲ ὑπερηφάνων συνέτριψας;
16 ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας;
17 ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν;
18 νενουθέτησαι δὲ τὸ εὖρος τῆς ὑπ’ οὐρανόν; ἀνάγγειλον δή μοι πόση τίς ἐστιν.
19 ποίᾳ δὲ γῇ αὐλίζεται τὸ φῶς, σκότους δὲ ποῖος ὁ τόπος;
20 εἰ ἀγάγοις με εἰς ὅρια αὐτῶν; εἰ δὲ καὶ ἐπίστασαι τρίβους αὐτῶν;
21 οἶδα ἄρα ὅτι τότε γεγέννησαι, ἀριθμὸς δὲ ἐτῶν σου πολύς.
22 ἦλθες δὲ ἐπὶ θησαυροὺς χιόνος, θησαυροὺς δὲ χαλάζης ἑόρακας.
23 ἀπόκειται δέ σοι εἰς ὥραν ἐχθρῶν, εἰς ἡμέραν πολέμου καὶ μάχης.
24 πόθεν δὲ ἐκπορεύεται πάχνη ἢ διασκεδάννυται νότος εἰς τὴν ὑπ’ οὐρανόν;
25 τίς δὲ ἡτοίμασεν ὑετῷ λάβρῳ ῥύσιν, ὁδὸν δὲ κυδοιμῶν
26 13τοῦ ὑετίσαι ἐπὶ γῆν, οὗ οὐκ ἀνήρ, 13ἔρημον, οὗ οὐχ ὑπάρχει ἄνθρωπος ἐν αὐτῇ,
27 13τοῦ χορτάσαι ἄβατον καὶ ἀοίκητον 13καὶ τοῦ ἐκβλαστῆσαι ἔξοδον χλόης;507
28 τίς ἐστιν ὑετοῦ πατήρ; τίς δέ ἐστιν ὁ τετοκὼς βώλους δρόσου;
29 ἐκ γαστρὸς δὲ τίνος ἐκπορεύεται ὁ κρύσταλλος; πάχνην δὲ ἐν οὐρανῷ τίς τέτοκεν,
30 ἣ καταβαίνει ὥσπερ ὕδωρ ῥέον; πρόσωπον δὲ ἀβύσσου τίς ἔπηξεν;
31 συνῆκας δὲ δεσμὸν Πλειάδος καὶ φραγμὸν Ὠρίωνος ἤνοιξας;
32 13ἦ διανοίξεις μαζουρωθ ἐν καιρῷ αὐτοῦ 13καὶ Ἕσπερον ἐπὶ κόμης αὐτοῦ ἄξεις αὐτά;507
33 ἐπίστασαι δὲ τροπὰς οὐρανοῦ ἢ τὰ ὑπ’ οὐρανὸν ὁμοθυμαδὸν γινόμενα;
34 καλέσεις δὲ νέφος φωνῇ, καὶ τρόμῳ ὕδατος λάβρῳ ὑπακούσεταί σου;
35 ἀποστελεῖς δὲ κεραυνοὺς καὶ πορεύσονται; ἐροῦσιν δέ σοι Τί ἐστιν;
36 τίς δὲ ἔδωκεν γυναιξὶν ὑφάσματος σοφίαν ἢ ποικιλτικὴν ἐπιστήμην;
37 τίς δὲ ὁ ἀριθμῶν νέφη σοφίᾳ, οὐρανὸν δὲ εἰς γῆν ἔκλινεν;
38 κέχυται δὲ ὥσπερ γῆ κονία, κεκόλληκα δὲ αὐτὸν ὥσπερ λίθῳ κύβον.
39 θηρεύσεις δὲ λέουσιν βοράν, ψυχὰς δὲ δρακόντων ἐμπλήσεις;
40 δεδοίκασιν γὰρ ἐν κοίταις αὐτῶν, κάθηνται δὲ ἐν ὕλαις ἐνεδρεύοντες.
41 τίς δὲ ἡτοίμασεν κόρακι βοράν; νεοσσοὶ γὰρ αὐτοῦ πρὸς κύριον κεκράγασιν πλανώμενοι τὰ σῖτα ζητοῦντες.
Traducerea ortodoxă
Traducerea greacă bizantină
1 Atunci Dumnezeu i-a răspuns lui Iov, din sânul vijeliei, și i-a zis:
1 Μετὰ δὲ τὸ παύσασθαι Ελιουν τῆς λέξεως εἶπεν ὁ κύριος τῷ Ιωβ διὰ λαίλαπος καὶ νεφῶν
2 „Cine este cel ce pune pronia sub obroc, prin cuvinte fără înțelepciune?
2 Τίς οὗτος ὁ κρύπτων με βουλήν, συνέχων δὲ ῥήματα ἐν καρδίᾳ, ἐμὲ δὲ οἴεται κρύπτειν;
3 Încinge-ți deci coapsele ca un viteaz și Eu te voi întreba și tu Îmi vei da lămuriri!
3 ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι.
4 Unde erai tu, când am întemeiat pământul? Spune-Mi, dacă știi să spui.
4 ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; ἀπάγγειλον δέ μοι, εἰ ἐπίστῃ σύνεσιν.
5 Știi tu cine a hotărât măsurile pământului sau cine a întins deasupra lui lanțul de măsurat?
5 τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας; ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ’ αὐτῆς;
6 În ce au fost întărite temeliile lui sau cine a pus piatra lui cea din capul unghiului,
6 ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασιν; τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ’ αὐτῆς;
7 Atunci când stelele dimineții cântau laolaltă și toți îngerii lui Dumnezeu Mă sărbătoreau?
7 ὅτε ἐγενήθησαν ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου.
8 Cine a închis marea cu porți, când ea ieșea năvalnică, din sânul firii,
8 ἔφραξα δὲ θάλασσαν πύλαις, ὅτε ἐμαίμασσεν ἐκ κοιλίας μητρὸς αὐτῆς ἐκπορευομένη·
9 Și când i-am dat ca veșmânt negura și norii drept scutece,
9 ἐθέμην δὲ αὐτῇ νέφος ἀμφίασιν, ὁμίχλῃ δὲ αὐτὴν ἐσπαργάνωσα·
10 Apoi i-am hotărnicit hotarul Meu și i-am pus porți și zăvoare
10 ἐθέμην δὲ αὐτῇ ὅρια περιθεὶς κλεῖθρα καὶ πύλας·
11 Și am zis: Până aici vei veni și mai departe nu te vei întinde, aici se va sfărâma trufia valurilor tale?
11 εἶπα δὲ αὐτῇ Μέχρι τούτου ἐλεύσῃ καὶ οὐχ ὑπερβήσῃ, ἀλλ’ ἐν σεαυτῇ συντριβήσεταί σου τὰ κύματα.
12 Ai poruncit tu dimineții, vreodată în viața ta, și i-ai arătat aurorei care este locul ei,
12 ἦ ἐπὶ σοῦ συντέταχα φέγγος πρωινόν, ἑωσφόρος δὲ εἶδεν τὴν ἑαυτοῦ τάξιν
13 Ca să apuce pământul de colțuri și să scuture pe nelegiuiți de pe pământ?
13 ἐπιλαβέσθαι πτερύγων γῆς, ἐκτινάξαι ἀσεβεῖς ἐξ αὐτῆς;
14 În revărsatul zorilor, pământul se face roșu ca roșiile peceți și ia culori ca de veșmânt.
14 ἦ σὺ λαβὼν γῆν πηλὸν ἔπλασας ζῷον καὶ λαλητὸν αὐτὸν ἔθου ἐπὶ γῆς;
15 Cei răi rămân fără noaptea (prielnică lor) și brațul ridicat este frânt.
15 ἀφεῖλας δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς, βραχίονα δὲ ὑπερηφάνων συνέτριψας;
16 Ai fost tu până la izvoarele mării sau te-ai plimbat pe fundul prăpastiei?
16 ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας;
17 Ți s-au arătat oare porțile morții și porțile umbrei le-ai văzut?
17 ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν;
18 Ai cugetat oare la întinderea pământului? Spune, știi toate acestea?
18 νενουθέτησαι δὲ τὸ εὖρος τῆς ὑπ’ οὐρανόν; ἀνάγγειλον δή μοι πόση τίς ἐστιν.
19 Care drum duce la palatul luminii și care este locul întunericului,
19 ποίᾳ δὲ γῇ αὐλίζεται τὸ φῶς, σκότους δὲ ποῖος ὁ τόπος;
20 Ca să știi să-l călăuzești în cuprinsul lui și să poți să nimerești potecile care duc la el acasă?
20 εἰ ἀγάγοις με εἰς ὅρια αὐτῶν; εἰ δὲ καὶ ἐπίστασαι τρίβους αὐτῶν;
21 Tu știi bine, căci atunci erai născut și numărul zilelor tale e foarte mare.
21 οἶδα ἄρα ὅτι τότε γεγέννησαι, ἀριθμὸς δὲ ἐτῶν σου πολύς.
22 Ai ajuns tu la cămările zăpezii? Ai văzut tu cămările grindinei,
22 ἦλθες δὲ ἐπὶ θησαυροὺς χιόνος, θησαυροὺς δὲ χαλάζης ἑόρακας.
23 Pe care le țin deoparte pentru vremuri de strâmtorare, pentru zilele de bătălie și de război?
23 ἀπόκειται δέ σοι εἰς ὥραν ἐχθρῶν, εἰς ἡμέραν πολέμου καὶ μάχης.
24 Unde se risipesc aburii și se răspândește pe pământ vântul de la răsărit?
24 πόθεν δὲ ἐκπορεύεται πάχνη ἢ διασκεδάννυται νότος εἰς τὴν ὑπ’ οὐρανόν;
25 Cine a săpat albie puhoaielor cerului și cine a croit drum bubuitului tunetului,
25 τίς δὲ ἡτοίμασεν ὑετῷ λάβρῳ ῥύσιν, ὁδὸν δὲ κυδοιμῶν
26 Ca să plouă pe un pământ nelocuit și pe o pustietate unde nu se află ființă omenească
26 13τοῦ ὑετίσαι ἐπὶ γῆν, οὗ οὐκ ἀνήρ, 13ἔρημον, οὗ οὐχ ὑπάρχει ἄνθρωπος ἐν αὐτῇ,
27 Și să adape ținuturile sterpe și uscate și să scoată pajiște de iarbă din întinderea pleșuvă?
27 13τοῦ χορτάσαι ἄβατον καὶ ἀοίκητον 13καὶ τοῦ ἐκβλαστῆσαι ἔξοδον χλόης;507
28 Are ploaia un tată? Cine a zămislit stropii de rouă?
28 τίς ἐστιν ὑετοῦ πατήρ; τίς δέ ἐστιν ὁ τετοκὼς βώλους δρόσου;
29 Din sânul cui a ieșit gheața? Și cine este cel ce naște promoroaca din cer?
29 ἐκ γαστρὸς δὲ τίνος ἐκπορεύεται ὁ κρύσταλλος; πάχνην δὲ ἐν οὐρανῷ τίς τέτοκεν,
30 Apele se încheagă și se întăresc ca piatra și fața mării se face sloi!
30 ἣ καταβαίνει ὥσπερ ὕδωρ ῥέον; πρόσωπον δὲ ἀβύσσου τίς ἔπηξεν;
31 Poți tu să legi cataramele Pleiadelor sau să deznozi lanțurile Orionului?
31 συνῆκας δὲ δεσμὸν Πλειάδος καὶ φραγμὸν Ὠρίωνος ἤνοιξας;
32 Poți tu să scoți la vreme cununa Zodiacului și vei fi tu cârmaci Carului Mare și stelelor lui?
32 13ἦ διανοίξεις μαζουρωθ ἐν καιρῷ αὐτοῦ 13καὶ Ἕσπερον ἐπὶ κόμης αὐτοῦ ἄξεις αὐτά;507
33 Cunoști tu legile cerului și poți tu să faci să fie pe pământ ceea ce este scris în ele?
33 ἐπίστασαι δὲ τροπὰς οὐρανοῦ ἢ τὰ ὑπ’ οὐρανὸν ὁμοθυμαδὸν γινόμενα;
34 Poți tu să ridici până la nori glasul tău ca să se sloboadă peste tine potopul ploilor?
34 καλέσεις δὲ νέφος φωνῇ, καὶ τρόμῳ ὕδατος λάβρῳ ὑπακούσεταί σου;
35 Ești tu în stare să azvârli fulgerele și ele să plece și să-ți spună: Iată-ne?
35 ἀποστελεῖς δὲ κεραυνοὺς καὶ πορεύσονται; ἐροῦσιν δέ σοι Τί ἐστιν;
36 Cine a pus atâta înțelepciune în pasărea ibis sau cine i-a dat pricepere cocoșului?
36 τίς δὲ ἔδωκεν γυναιξὶν ὑφάσματος σοφίαν ἢ ποικιλτικὴν ἐπιστήμην;
37 Cine poate să țină cu destoinicie socoteala norilor și să verse pe pământ burdufurile cerului,
37 τίς δὲ ὁ ἀριθμῶν νέφη σοφίᾳ, οὐρανὸν δὲ εἰς γῆν ἔκλινεν;
38 Ca să se adune pulberea și să se întărească, iar bulgării de pământ să se lipească laolaltă?
38 κέχυται δὲ ὥσπερ γῆ κονία, κεκόλληκα δὲ αὐτὸν ὥσπερ λίθῳ κύβον.
39 Tu ești cel ce aduci pradă leoaicei și potolești foamea puilor de leu,
39 θηρεύσεις δὲ λέουσιν βοράν, ψυχὰς δὲ δρακόντων ἐμπλήσεις;
40 Când s-au ascuns în vizuini sau stau și pândesc ascunși în hățișuri?
40 δεδοίκασιν γὰρ ἐν κοίταις αὐτῶν, κάθηνται δὲ ἐν ὕλαις ἐνεδρεύοντες.
41 Cine are grijă de mâncarea corbului, când puii lui croncănesc la Dumnezeu, de foame, și zboară încoace și încolo după hrană?
41 τίς δὲ ἡτοίμασεν κόρακι βοράν; νεοσσοὶ γὰρ αὐτοῦ πρὸς κύριον κεκράγασιν πλανώμενοι τὰ σῖτα ζητοῦντες.