1 ἐπικάλεσαι δέ, εἴ τίς σοι ὑπακούσεται, ἢ εἴ τινα ἀγγέλων ἁγίων ὄψῃ. 2 καὶ γὰρ ἄφρονα ἀναιρεῖ ὀργή, πεπλανημένον δὲ θανατοῖ ζῆλος. 3 ἐγὼ δὲ ἑώρακα ἄφρονας ῥίζαν βάλλοντας, ἀλλ’ εὐθέως ἐβρώθη αὐτῶν ἡ δίαιτα. 4 πόρρω γένοιντο οἱ υἱοὶ αὐτῶν ἀπὸ σωτηρίας, κολαβρισθείησαν δὲ ἐπὶ θύραις ἡσσόνων, καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος· 5 ἃ γὰρ ἐκεῖνοι συνήγαγον, δίκαιοι ἔδονται, αὐτοὶ δὲ ἐκ κακῶν οὐκ ἐξαίρετοι ἔσονται, ἐκσιφωνισθείη αὐτῶν ἡ ἰσχύς. 6 οὐ γὰρ μὴ ἐξέλθῃ ἐκ τῆς γῆς κόπος, οὐδὲ ἐξ ὀρέων ἀναβλαστήσει πόνος· 7 ἀλλὰ ἄνθρωπος γεννᾶται κόπῳ, νεοσσοὶ δὲ γυπὸς τὰ ὑψηλὰ πέτονται. 8 οὐ μὴν δὲ ἀλλὰ ἐγὼ δεηθήσομαι κυρίου, κύριον δὲ τὸν πάντων δεσπότην ἐπικαλέσομαι 9 τὸν ποιοῦντα μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός· 10 τὸν διδόντα ὑετὸν ἐπὶ τὴν γῆν, ἀποστέλλοντα ὕδωρ ἐπὶ τὴν ὑπ’ οὐρανόν· 11 τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος καὶ ἀπολωλότας ἐξεγείροντα· 12 διαλλάσσοντα βουλὰς πανούργων, καὶ οὐ μὴ ποιήσουσιν αἱ χεῖρες αὐτῶν ἀληθές. 13 ὁ καταλαμβάνων σοφοὺς ἐν τῇ φρονήσει, βουλὴν δὲ πολυπλόκων ἐξέστησεν· 14 ἡμέρας συναντήσεται αὐτοῖς σκότος, τὸ δὲ μεσημβρινὸν ψηλαφήσαισαν ἴσα νυκτί. 15 ἀπόλοιντο δὲ ἐν πολέμῳ, ἀδύνατος δὲ ἐξέλθοι ἐκ χειρὸς δυνάστου· 16 εἴη δὲ ἀδυνάτῳ ἐλπίς, ἀδίκου δὲ στόμα ἐμφραχθείη. 17 μακάριος δὲ ἄνθρωπος, ὃν ἤλεγξεν ὁ κύριος· νουθέτημα δὲ παντοκράτορος μὴ ἀπαναίνου. 18 αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν· ἔπαισεν, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο. 19 ἑξάκις ἐξ ἀναγκῶν σε ἐξελεῖται, ἐν δὲ τῷ ἑβδόμῳ οὐ μὴ ἅψηταί σου κακόν. 20 ἐν λιμῷ ῥύσεταί σε ἐκ θανάτου, ἐν πολέμῳ δὲ ἐκ χειρὸς σιδήρου λύσει σε. 21 ἀπὸ μάστιγος γλώσσης σε κρύψει, καὶ οὐ μὴ φοβηθῇς ἀπὸ κακῶν ἐρχομένων. 22 ἀδίκων καὶ ἀνόμων καταγελάσῃ, ἀπὸ δὲ θηρίων ἀγρίων οὐ μὴ φοβηθῇς· 23 θῆρες γὰρ ἄγριοι εἰρηνεύσουσίν σοι. 24 εἶτα γνώσῃ ὅτι εἰρηνεύσει σου ὁ οἶκος, ἡ δὲ δίαιτα τῆς σκηνῆς σου οὐ μὴ ἁμάρτῃ. 25 γνώσῃ δὲ ὅτι πολὺ τὸ σπέρμα σου, τὰ δὲ τέκνα σου ἔσται ὥσπερ τὸ παμβότανον τοῦ ἀγροῦ. 26 ἐλεύσῃ δὲ ἐν τάφῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θεριζόμενος ἢ ὥσπερ θιμωνιὰ ἅλωνος καθ’ ὥραν συγκομισθεῖσα. 27 ἰδοὺ ταῦτα οὕτως ἐξιχνιάσαμεν, ταῦτά ἐστιν ἃ ἀκηκόαμεν· σὺ δὲ γνῶθι σεαυτῷ εἴ τι ἔπραξας.
1 ἐπικάλεσαι δέ, εἴ τίς σοι ὑπακούσεται, ἢ εἴ τινα ἀγγέλων ἁγίων ὄψῃ.
2 καὶ γὰρ ἄφρονα ἀναιρεῖ ὀργή, πεπλανημένον δὲ θανατοῖ ζῆλος.
3 ἐγὼ δὲ ἑώρακα ἄφρονας ῥίζαν βάλλοντας, ἀλλ’ εὐθέως ἐβρώθη αὐτῶν ἡ δίαιτα.
4 πόρρω γένοιντο οἱ υἱοὶ αὐτῶν ἀπὸ σωτηρίας, κολαβρισθείησαν δὲ ἐπὶ θύραις ἡσσόνων, καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος·
5 ἃ γὰρ ἐκεῖνοι συνήγαγον, δίκαιοι ἔδονται, αὐτοὶ δὲ ἐκ κακῶν οὐκ ἐξαίρετοι ἔσονται, ἐκσιφωνισθείη αὐτῶν ἡ ἰσχύς.
6 οὐ γὰρ μὴ ἐξέλθῃ ἐκ τῆς γῆς κόπος, οὐδὲ ἐξ ὀρέων ἀναβλαστήσει πόνος·
7 ἀλλὰ ἄνθρωπος γεννᾶται κόπῳ, νεοσσοὶ δὲ γυπὸς τὰ ὑψηλὰ πέτονται.
8 οὐ μὴν δὲ ἀλλὰ ἐγὼ δεηθήσομαι κυρίου, κύριον δὲ τὸν πάντων δεσπότην ἐπικαλέσομαι
9 τὸν ποιοῦντα μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός·
10 τὸν διδόντα ὑετὸν ἐπὶ τὴν γῆν, ἀποστέλλοντα ὕδωρ ἐπὶ τὴν ὑπ’ οὐρανόν·
11 τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος καὶ ἀπολωλότας ἐξεγείροντα·
12 διαλλάσσοντα βουλὰς πανούργων, καὶ οὐ μὴ ποιήσουσιν αἱ χεῖρες αὐτῶν ἀληθές.
13 ὁ καταλαμβάνων σοφοὺς ἐν τῇ φρονήσει, βουλὴν δὲ πολυπλόκων ἐξέστησεν·
14 ἡμέρας συναντήσεται αὐτοῖς σκότος, τὸ δὲ μεσημβρινὸν ψηλαφήσαισαν ἴσα νυκτί.
15 ἀπόλοιντο δὲ ἐν πολέμῳ, ἀδύνατος δὲ ἐξέλθοι ἐκ χειρὸς δυνάστου·
16 εἴη δὲ ἀδυνάτῳ ἐλπίς, ἀδίκου δὲ στόμα ἐμφραχθείη.
17 μακάριος δὲ ἄνθρωπος, ὃν ἤλεγξεν ὁ κύριος· νουθέτημα δὲ παντοκράτορος μὴ ἀπαναίνου.
18 αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν· ἔπαισεν, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο.
19 ἑξάκις ἐξ ἀναγκῶν σε ἐξελεῖται, ἐν δὲ τῷ ἑβδόμῳ οὐ μὴ ἅψηταί σου κακόν.
20 ἐν λιμῷ ῥύσεταί σε ἐκ θανάτου, ἐν πολέμῳ δὲ ἐκ χειρὸς σιδήρου λύσει σε.
21 ἀπὸ μάστιγος γλώσσης σε κρύψει, καὶ οὐ μὴ φοβηθῇς ἀπὸ κακῶν ἐρχομένων.
22 ἀδίκων καὶ ἀνόμων καταγελάσῃ, ἀπὸ δὲ θηρίων ἀγρίων οὐ μὴ φοβηθῇς·
23 θῆρες γὰρ ἄγριοι εἰρηνεύσουσίν σοι.
24 εἶτα γνώσῃ ὅτι εἰρηνεύσει σου ὁ οἶκος, ἡ δὲ δίαιτα τῆς σκηνῆς σου οὐ μὴ ἁμάρτῃ.
25 γνώσῃ δὲ ὅτι πολὺ τὸ σπέρμα σου, τὰ δὲ τέκνα σου ἔσται ὥσπερ τὸ παμβότανον τοῦ ἀγροῦ.
26 ἐλεύσῃ δὲ ἐν τάφῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θεριζόμενος ἢ ὥσπερ θιμωνιὰ ἅλωνος καθ’ ὥραν συγκομισθεῖσα.
27 ἰδοὺ ταῦτα οὕτως ἐξιχνιάσαμεν, ταῦτά ἐστιν ἃ ἀκηκόαμεν· σὺ δὲ γνῶθι σεαυτῷ εἴ τι ἔπραξας.
Traducerea ortodoxă
Traducerea greacă bizantină
1 Strigă acum, dacă o fi cineva care să-ți răspundă. Către care din sfinții îngeri te vei îndrepta?
1 ἐπικάλεσαι δέ, εἴ τίς σοι ὑπακούσεται, ἢ εἴ τινα ἀγγέλων ἁγίων ὄψῃ.
2 Mânia ucide pe cel fără de minte, iar aprinderea omoară pe cel rătăcit.
2 καὶ γὰρ ἄφρονα ἀναιρεῖ ὀργή, πεπλανημένον δὲ θανατοῖ ζῆλος.
3 Am văzut pe nebun prinzând rădăcină și pe loc am blestemat sălașul lui:
3 ἐγὼ δὲ ἑώρακα ἄφρονας ῥίζαν βάλλοντας, ἀλλ’ εὐθέως ἐβρώθη αὐτῶν ἡ δίαιτα.
4 Să se depărteze copiii lui de orice izbăvire și să fie călcați în picioare la poartă și nimeni să nu le vină într-ajutor.
4 πόρρω γένοιντο οἱ υἱοὶ αὐτῶν ἀπὸ σωτηρίας, κολαβρισθείησαν δὲ ἐπὶ θύραις ἡσσόνων, καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος·
5 Secerișul lui să-l mănânce flămânzii și să-l ducă cu ei în ascunzișuri și toată averea lui s-o soarbă însetații!
5 ἃ γὰρ ἐκεῖνοι συνήγαγον, δίκαιοι ἔδονται, αὐτοὶ δὲ ἐκ κακῶν οὐκ ἐξαίρετοι ἔσονται, ἐκσιφωνισθείη αὐτῶν ἡ ἰσχύς.
6 Pentru că nelegiuirea nu iese din pământ și necazul nu răsare din pulbere,
6 οὐ γὰρ μὴ ἐξέλθῃ ἐκ τῆς γῆς κόπος, οὐδὲ ἐξ ὀρέων ἀναβλαστήσει πόνος·
7 Ci omul își naște singur suferința, precum vulturii se ridică în aer, prin puterile lor;
7 ἀλλὰ ἄνθρωπος γεννᾶται κόπῳ, νεοσσοὶ δὲ γυπὸς τὰ ὑψηλὰ πέτονται.
8 Dar eu alerg la Dumnezeu și Lui Îi arăt necazul meu.
8 οὐ μὴν δὲ ἀλλὰ ἐγὼ δεηθήσομαι κυρίου, κύριον δὲ τὸν πάντων δεσπότην ἐπικαλέσομαι
9 El face lucruri mari și nepătrunse, lucruri minunate și fără număr.
9 τὸν ποιοῦντα μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός·
10 El dă ploaie pe pământ și trimite apă pe câmpii.
10 τὸν διδόντα ὑετὸν ἐπὶ τὴν γῆν, ἀποστέλλοντα ὕδωρ ἐπὶ τὴν ὑπ’ οὐρανόν·
11 El înalță pe cei smeriți și izbăvește pe cei necăjiți.
11 τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος καὶ ἀπολωλότας ἐξεγείροντα·
12 El destramă planurile celor vicleni și cu mâinile lor nu pot să izbândească.
12 διαλλάσσοντα βουλὰς πανούργων, καὶ οὐ μὴ ποιήσουσιν αἱ χεῖρες αὐτῶν ἀληθές.
13 El prinde pe înțelepți în istețimea lor și sfatul celor înșelători iese prost.
13 ὁ καταλαμβάνων σοφοὺς ἐν τῇ φρονήσει, βουλὴν δὲ πολυπλόκων ἐξέστησεν·
14 Ziua în amiaza mare dau de întuneric și umblă ca pe timp de noapte în ceas de zi.
14 ἡμέρας συναντήσεται αὐτοῖς σκότος, τὸ δὲ μεσημβρινὸν ψηλαφήσαισαν ἴσα νυκτί.
15 Dar Dumnezeu scapă din gura lor pe omul dosădit și din mâna celui puternic pe cel sărac.
15 ἀπόλοιντο δὲ ἐν πολέμῳ, ἀδύνατος δὲ ἐξέλθοι ἐκ χειρὸς δυνάστου·
16 Astfel, sărmanul prinde nădejde și nedreptatea își închide gura.
16 εἴη δὲ ἀδυνάτῳ ἐλπίς, ἀδίκου δὲ στόμα ἐμφραχθείη.
17 Fericit este omul pe care Dumnezeu îl mustră! Și să nu disprețuiești certarea Celui Atotputernic.
17 μακάριος δὲ ἄνθρωπος, ὃν ἤλεγξεν ὁ κύριος· νουθέτημα δὲ παντοκράτορος μὴ ἀπαναίνου.
18 Căci El rănește și El leagă rana, El lovește și mâinile Lui tămăduiesc.
18 αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν· ἔπαισεν, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο.
19 De șase ori din nevoi te va scoate, iar a șaptea oară, răul te va ocoli.
19 ἑξάκις ἐξ ἀναγκῶν σε ἐξελεῖται, ἐν δὲ τῷ ἑβδόμῳ οὐ μὴ ἅψηταί σου κακόν.
20 În timp de foamete, te va scăpa de la moarte și în bătălie din primejdia sabiei.
20 ἐν λιμῷ ῥύσεταί σε ἐκ θανάτου, ἐν πολέμῳ δὲ ἐκ χειρὸς σιδήρου λύσει σε.
21 Vei fi la adăpost de biciul bârfelii și nu te vei teme de prăpăd când va veni.
21 ἀπὸ μάστιγος γλώσσης σε κρύψει, καὶ οὐ μὴ φοβηθῇς ἀπὸ κακῶν ἐρχομένων.
22 Îți vei râde de pustiire și de foamete și nu-ți va păsa de fiarele pământului.
22 ἀδίκων καὶ ἀνόμων καταγελάσῃ, ἀπὸ δὲ θηρίων ἀγρίων οὐ μὴ φοβηθῇς·
23 Căci vei avea legământ cu pietrele câmpului și fiara sălbatică va trăi cu tine în pace.
23 θῆρες γὰρ ἄγριοι εἰρηνεύσουσίν σοι.
24 Tu vei ști cortul tău la adăpost și când îți vei cerceta locuința nu vei avea dezamăgire.
24 εἶτα γνώσῃ ὅτι εἰρηνεύσει σου ὁ οἶκος, ἡ δὲ δίαιτα τῆς σκηνῆς σου οὐ μὴ ἁμάρτῃ.
25 Vei ști că urmașii tăi sunt numeroși și că odraslele tale sunt multe ca iarba pământului.
25 γνώσῃ δὲ ὅτι πολὺ τὸ σπέρμα σου, τὰ δὲ τέκνα σου ἔσται ὥσπερ τὸ παμβότανον τοῦ ἀγροῦ.
26 Sosi-vei la mormânt, la adânci bătrânețe, ca o șiră de grâu strânsă la vremea ei.
26 ἐλεύσῃ δὲ ἐν τάφῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θεριζόμενος ἢ ὥσπερ θιμωνιὰ ἅλωνος καθ’ ὥραν συγκομισθεῖσα.
27 Iată ceea ce am cercetat și așa este. Ascultă și învață spre folosul tău”.
27 ἰδοὺ ταῦτα οὕτως ἐξιχνιάσαμεν, ταῦτά ἐστιν ἃ ἀκηκόαμεν· σὺ δὲ γνῶθι σεαυτῷ εἴ τι ἔπραξας.