Iov

traducerea greacă bizantină

Capitolul 36

1 Προσθεὶς δὲ Ελιους ἔτι λέγει 2 Μεῖνόν με μικρὸν ἔτι, ἵνα διδάξω σε· ἔτι γὰρ ἐν ἐμοί ἐστιν λέξις. 3 ἀναλαβὼν τὴν ἐπιστήμην μου μακρὰν ἔργοις δέ μου δίκαια ἐρῶ 4 ἐπ’ ἀληθείας καὶ οὐκ ἄδικα ῥήματα· ἀδίκως συνίεις. 5 γίγνωσκε δὲ ὅτι ὁ κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον. 13δυνατὸς ἰσχύι καρδίας 6 13ἀσεβῆ οὐ μὴ ζωοποιήσει 13καὶ κρίμα πτωχῶν δώσει. 7 13οὐκ ἀφελεῖ ἀπὸ δικαίου ὀφθαλμοὺς αὐτοῦ· 13καὶ μετὰ βασιλέων εἰς θρόνον 13καὶ καθιεῖ αὐτοὺς εἰς νεῖκος, καὶ ὑψωθήσονται. 8 13καὶ εἰ πεπεδημένοι ἐν χειροπέδαις 13συσχεθήσονται ἐν σχοινίοις πενίας, 9 13καὶ ἀναγγελεῖ αὐτοῖς τὰ ἔργα αὐτῶν 13καὶ τὰ παραπτώματα αὐτῶν, ὅτι ἰσχύσουσιν.507 10 ἀλλὰ τοῦ δικαίου εἰσακούσεται· 13καὶ εἶπεν ὅτι ἐπιστραφήσονται ἐξ ἀδικίας. 11 13ἐὰν ἀκούσωσιν καὶ δουλεύσωσιν, 13συντελέσουσιν τὰς ἡμέρας αὐτῶν ἐν ἀγαθοῖς 13καὶ τὰ ἔτη αὐτῶν ἐν εὐπρεπείαις.507 12 ἀσεβεῖς δὲ οὐ διασῴζει παρὰ τὸ μὴ βούλεσθαι εἰδέναι αὐτοὺς τὸν κύριον καὶ διότι νουθετούμενοι ἀνήκοοι ἦσαν. 13 13καὶ ὑποκριταὶ καρδίᾳ τάξουσιν θυμόν· 13οὐ βοήσονται, ὅτι ἔδησεν αὐτούς.507 14 ἀποθάνοι τοίνυν ἐν νεότητι ἡ ψυχὴ αὐτῶν, ἡ δὲ ζωὴ αὐτῶν τιτρωσκομένη ὑπὸ ἀγγέλων, 15 ἀνθ’ ὧν ἔθλιψαν ἀσθενῆ καὶ ἀδύνατον· κρίμα δὲ πραέων ἐκθήσει. 16 13καὶ προσέτι ἠπάτησέν σε ἐκ στόματος ἐχθροῦ· 13ἄβυσσος, κατάχυσις ὑποκάτω αὐτῆς· 13καὶ κατέβη τράπεζά σου πλήρης πιότητος.507 17 οὐχ ὑστερήσει δὲ ἀπὸ δικαίων κρίμα, 18 θυμὸς δὲ ἐπ’ ἀσεβεῖς ἔσται δι’ ἀσέβειαν δώρων, ὧν ἐδέχοντο ἐπ’ ἀδικίαις. 19 μή σε ἐκκλινάτω ἑκὼν ὁ νοῦς δεήσεως ἐν ἀνάγκῃ ὄντων ἀδυνάτων, 13καὶ πάντας τοὺς κραταιοῦντας ἰσχύν. 20 13μὴ ἐξελκύσῃς τὴν νύκτα 13τοῦ ἀναβῆναι λαοὺς ἀντ αὐτῶν·507 21 ἀλλὰ φύλαξαι μὴ πράξῃς ἄτοπα· 13ἐπὶ τοῦτον γὰρ ἐξείλω ἀπὸ πτωχείας. 22 13ἰδοὺ ὁ ἰσχυρὸς κραταιώσει ἐν ἰσχύι αὐτοῦ·507 τίς γάρ ἐστιν κατ’ αὐτὸν δυνάστης; 23 τίς δέ ἐστιν ὁ ἐτάζων αὐτοῦ τὰ ἔργα; ἢ τίς ὁ εἴπας Ἔπραξεν ἄδικα; 24 μνήσθητι ὅτι μεγάλα ἐστὶν αὐτοῦ τὰ ἔργα, 13ὧν ἦρξαν ἄνδρες· 25 13πᾶς ἄνθρωπος εἶδεν ἐν ἑαυτῷ,507 ὅσοι τιτρωσκόμενοί εἰσιν βροτοί. 26 13ἰδοὺ ὁ ἰσχυρὸς πολύς, καὶ οὐ γνωσόμεθα· 13ἀριθμὸς ἐτῶν αὐτοῦ καὶ ἀπέραντος.507 27 ἀριθμηταὶ δὲ αὐτῷ σταγόνες ὑετοῦ, 13καὶ ἐπιχυθήσονται ὑετῷ εἰς νεφέλην· 28 13ῥυήσονται παλαιώματα,507 ἐσκίασεν δὲ νέφη ἐπὶ ἀμυθήτων βροτῶν. ὥραν ἔθετο κτήνεσιν, οἴδασιν δὲ κοίτης τάξιν. ἐπὶ τούτοις πᾶσιν οὐκ ἐξίσταταί σου ἡ διάνοια οὐδὲ διαλλάσσεταί σου ἡ καρδία ἀπὸ σώματος 29 καὶ ἐὰν συνῇ ἀπεκτάσεις νεφέλης ἰσότητα σκηνῆς αὐτοῦ 30 13ἰδοὺ ἐκτείνει ἐπ’ αὐτὸν ηδω 13καὶ ῥιζώματα τῆς θαλάσσης ἐκάλυψεν. 31 13ἐν γὰρ αὐτοῖς κρινεῖ λαούς, 13δώσει τροφὴν τῷ ἰσχύοντι. 32 13ἐπὶ χειρῶν ἐκάλυψεν φῶς 13καὶ ἐνετείλατο περὶ αὐτῆς ἐν ἀπαντῶντι· 33 13ἀναγγελεῖ περὶ αὐτοῦ φίλον αὐτοῦ· 13κτῆσις καὶ περὶ ἀδικίας.

Textul a fost copiat în clipboard