Iov

traducerea greacă bizantină

Capitolul 35

1 Ὑπολαβὼν δὲ Ελιους λέγει 2 Τί τοῦτο ἡγήσω ἐν κρίσει; σὺ τίς εἶ ὅτι εἶπας Δίκαιός εἰμι ἔναντι κυρίου; 3 ἢ ἐρεῖς Τί ποιήσω ἁμαρτών; 4 ἐγὼ σοὶ δώσω ἀπόκρισιν καὶ τοῖς τρισὶν φίλοις σου. 5 ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἰδέ, κατάμαθε δὲ νέφη ὡς ὑψηλὰ ἀπὸ σοῦ. 6 εἰ ἥμαρτες, τί πράξεις; εἰ δὲ καὶ πολλὰ ἠνόμησας, τί δύνασαι ποιῆσαι; 7 ἐπεὶ δὲ οὖν δίκαιος εἶ, τί δώσεις αὐτῷ; 13ἢ τί ἐκ χειρός σου λήμψεται; 8 13ἀνδρὶ τῷ ὁμοίῳ σου ἡ ἀσέβειά σου, 13καὶ υἱῷ ἀνθρώπου ἡ δικαιοσύνη σου. 9 13ἀπὸ πλήθους συκοφαντούμενοι κεκράξονται, 13βοήσονται ἀπὸ βραχίονος πολλῶν. 10 13καὶ οὐκ εἶπεν Ποῦ ἐστιν ὁ θεὸς ὁ ποιήσας με,507 ὁ κατατάσσων φυλακὰς νυκτερινάς, 11 ὁ διορίζων με ἀπὸ τετραπόδων γῆς, ἀπὸ δὲ πετεινῶν οὐρανοῦ; 12 13ἐκεῖ κεκράξονται, καὶ οὐ μὴ εἰσακούσῃ507 καὶ ἀπὸ ὕβρεως πονηρῶν. 13 ἄτοπα γὰρ οὐ βούλεται ὁ κύριος ἰδεῖν· αὐτὸς γὰρ ὁ παντοκράτωρ ὁρατής ἐστιν 14 τῶν συντελούντων τὰ ἄνομα καὶ σώσει με. κρίθητι δὲ ἐναντίον αὐτοῦ, εἰ δύνασαι αἰνέσαι αὐτόν, ὡς ἔστιν. 15 13καὶ νῦν, ὅτι οὐκ ἔστιν ἐπισκεπτόμενος, ὀργὴν αὐτοῦ 13καὶ οὐκ ἔγνω παραπτώματι σφόδρα· 16 13καὶ Ιωβ ματαίως ἀνοίγει τὸ στόμα αὐτοῦ, 13ἐν ἀγνωσίᾳ ῥήματα βαρύνει.507

Textul a fost copiat în clipboard