Iov

traducerea greacă bizantină

Capitolul 20

1 Ὑπολαβὼν δὲ Σωφαρ ὁ Μιναῖος λέγει 2 Οὐχ οὕτως ὑπελάμβανον ἀντερεῖν σε ταῦτα, καὶ οὐχὶ συνίετε μᾶλλον ἢ καὶ ἐγώ. 3 13παιδείαν ἐντροπῆς μου ἀκούσομαι, 13καὶ πνεῦμα ἐκ τῆς συνέσεως ἀποκρίνεταί μοι. 4 13μὴ ταῦτα ἔγνως ἀπὸ τοῦ ἔτι507 ἀφ’ οὗ ἐτέθη ἄνθρωπος ἐπὶ τῆς γῆς; 5 εὐφροσύνη γὰρ ἀσεβῶν πτῶμα ἐξαίσιον, χαρμονὴ δὲ παρανόμων ἀπώλεια, 6 ἐὰν ἀναβῇ εἰς οὐρανὸν αὐτοῦ τὰ δῶρα, ἡ δὲ θυσία αὐτοῦ νεφῶν ἅψηται. 7 ὅταν γὰρ δοκῇ ἤδη κατεστηρίχθαι, τότε εἰς τέλος ἀπολεῖται· οἱ δὲ ἰδόντες αὐτὸν ἐροῦσιν Ποῦ ἐστιν; 8 ὥσπερ ἐνύπνιον ἐκπετασθὲν οὐ μὴ εὑρεθῇ, ἔπτη δὲ ὥσπερ φάσμα νυκτερινόν. 9 13ὀφθαλμὸς παρέβλεψεν καὶ οὐ προσθήσει, 13καὶ οὐκέτι προσνοήσει αὐτὸν ὁ τόπος αὐτοῦ.507 10 τοὺς υἱοὺς αὐτοῦ ὀλέσαισαν ἥττονες, αἱ δὲ χεῖρες αὐτοῦ πυρσεύσαισαν ὀδύνας. 11 13ὀστᾶ αὐτοῦ ἐνεπλήσθησαν νεότητος αὐτοῦ, 13καὶ μετ’ αὐτοῦ ἐπὶ χώματος κοιμηθήσεται. 12 13ἐὰν γλυκανθῇ ἐν στόματι αὐτοῦ κακία, 13κρύψει αὐτὴν ὑπὸ τὴν γλῶσσαν αὐτοῦ· 13 13οὐ φείσεται αὐτῆς καὶ οὐκ ἐγκαταλείψει αὐτὴν 13καὶ συνέξει αὐτὴν ἐν μέσῳ τοῦ λάρυγγος αὐτοῦ.507 14 καὶ οὐ μὴ δυνηθῇ βοηθῆσαι ἑαυτῷ· 13χολὴ ἀσπίδος ἐν γαστρὶ αὐτοῦ.507 15 πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεσθήσεται, ἐξ οἰκίας αὐτοῦ ἐξελκύσει αὐτὸν ἄγγελος. 16 θυμὸν δὲ δρακόντων θηλάσειεν, ἀνέλοι δὲ αὐτὸν γλῶσσα ὄφεως. 17 μὴ ἴδοι ἄμελξιν νομάδων μηδὲ νομὰς μέλιτος καὶ βουτύρου. 18 εἰς κενὰ καὶ μάταια ἐκοπίασεν πλοῦτον, ἐξ οὗ οὐ γεύσεται, ὥσπερ στρίφνος ἀμάσητος ἀκατάποτος. 19 πολλῶν γὰρ ἀδυνάτων οἴκους ἔθλασεν, δίαιταν δὲ ἥρπασεν καὶ οὐκ ἔστησεν. 20 οὐκ ἔστιν αὐτοῦ σωτηρία τοῖς ὑπάρχουσιν, 13ἐν ἐπιθυμίᾳ αὐτοῦ οὐ σωθήσεται. 21 13οὐκ ἔστιν ὑπόλειμμα τοῖς βρώμασιν αὐτοῦ·507 διὰ τοῦτο οὐκ ἀνθήσει αὐτοῦ τὰ ἀγαθά. 22 ὅταν δὲ δοκῇ ἤδη πεπληρῶσθαι, θλιβήσεται, πᾶσα δὲ ἀνάγκη ἐπ’ αὐτὸν ἐπελεύσεται. 23 13εἴ πως πληρώσαι γαστέρα αὐτοῦ,507 ἐπαποστείλαι ἐπ’ αὐτὸν θυμὸν ὀργῆς, νίψαι ἐπ’ αὐτὸν ὀδύνας· 24 καὶ οὐ μὴ σωθῇ ἐκ χειρὸς σιδήρου, τρώσαι αὐτὸν τόξον χάλκειον· 25 διεξέλθοι δὲ διὰ σώματος αὐτοῦ βέλος, ἀστραπαὶ δὲ ἐν διαίταις αὐτοῦ περιπατήσαισαν· 13ἐπ αὐτῷ φόβοι.507 26 πᾶν δὲ σκότος αὐτῷ ὑπομείναι· κατέδεται αὐτὸν πῦρ ἄκαυστον, κακώσαι δὲ αὐτοῦ ἐπήλυτος τὸν οἶκον. 27 ἀνακαλύψαι δὲ αὐτοῦ ὁ οὐρανὸς τὰς ἀνομίας, γῆ δὲ ἐπανασταίη αὐτῷ. 28 ἑλκύσαι τὸν οἶκον αὐτοῦ ἀπώλεια εἰς τέλος, ἡμέρα ὀργῆς ἐπέλθοι αὐτῷ. 29 αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ κυρίου καὶ κτῆμα ὑπαρχόντων αὐτῷ παρὰ τοῦ ἐπισκόπου.

Textul a fost copiat în clipboard