Iov

traducerea greacă bizantină

Capitolul 29

1 Ἔτι δὲ προσθεὶς Ιωβ εἶπεν τῷ προοιμίῳ 2 Τίς ἄν με θείη κατὰ μῆνα ἔμπροσθεν ἡμερῶν, ὧν με ὁ θεὸς ἐφύλαξεν; 3 ὡς ὅτε ηὔγει ὁ λύχνος αὐτοῦ ὑπὲρ κεφαλῆς μου, ὅτε τῷ φωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει· 4 ὅτε ἤμην ἐπιβρίθων ὁδοῖς, ὅτε ὁ θεὸς ἐπισκοπὴν ἐποιεῖτο τοῦ οἴκου μου· 5 ὅτε ἤμην ὑλώδης λίαν, κύκλῳ δέ μου οἱ παῖδες· 6 ὅτε ἐχέοντό μου αἱ ὁδοὶ βουτύρῳ, τὰ δὲ ὄρη μου ἐχέοντο γάλακτι· 7 ὅτε ἐξεπορευόμην ὄρθριος ἐν πόλει, ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ δίφρος. 8 ἰδόντες με νεανίσκοι ἐκρύβησαν, πρεσβῦται δὲ πάντες ἔστησαν· 9 ἁδροὶ δὲ ἐπαύσαντο λαλοῦντες δάκτυλον ἐπιθέντες ἐπὶ στόματι. 10 οἱ δὲ ἀκούσαντες ἐμακάρισάν με, 13καὶ γλῶσσα αὐτῶν τῷ λάρυγγι αὐτῶν ἐκολλήθη· 11 13ὅτι οὖς ἤκουσεν καὶ ἐμακάρισέν με,507 ὀφθαλμὸς δὲ ἰδών με ἐξέκλινεν. 12 διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνάστου καὶ ὀρφανῷ, ᾧ οὐκ ἦν βοηθός, ἐβοήθησα· 13 13εὐλογία ἀπολλυμένου ἐπ’ ἐμὲ ἔλθοι,507 στόμα δὲ χήρας με εὐλόγησεν. 14 δικαιοσύνην δὲ ἐνεδεδύκειν, ἠμφιασάμην δὲ κρίμα ἴσα διπλοίδι. 15 ὀφθαλμὸς ἤμην τυφλῶν, ποὺς δὲ χωλῶν. 16 ἐγὼ ἤμην πατὴρ ἀδυνάτων, δίκην δέ, ἣν οὐκ ᾔδειν, ἐξιχνίασα· 17 συνέτριψα δὲ μύλας ἀδίκων, ἐκ δὲ μέσου τῶν ὀδόντων αὐτῶν ἅρπαγμα ἐξέσπασα. 18 εἶπα δέ Ἡ ἡλικία μου γηράσει, ὥσπερ στέλεχος φοίνικος πολὺν χρόνον βιώσω· 19 13ἡ ῥίζα μου διήνοικται ἐπὶ ὕδατος, 13καὶ δρόσος αὐλισθήσεται ἐν τῷ θερισμῷ μου· 20 13ἡ δόξα μου καινὴ μετ’ ἐμοῦ, 13καὶ τὸ τόξον μου ἐν χειρὶ αὐτοῦ πορεύσεται.507 21 ἐμοῦ ἀκούσαντες προσέσχον, ἐσιώπησαν δὲ ἐπὶ τῇ ἐμῇ βουλῇ· 22 ἐπὶ δὲ τῷ ἐμῷ ῥήματι οὐ προσέθεντο, περιχαρεῖς δὲ ἐγίνοντο, ὁπόταν αὐτοῖς ἐλάλουν· 23 ὥσπερ γῆ διψῶσα προσδεχομένη τὸν ὑετόν, οὕτως οὗτοι τὴν ἐμὴν λαλιάν. 24 ἐὰν γελάσω πρὸς αὐτούς, οὐ μὴ πιστεύσωσιν, 13καὶ φῶς τοῦ προσώπου μου οὐκ ἀπέπιπτεν· 25 13ἐξελεξάμην ὁδὸν αὐτῶν καὶ ἐκάθισα ἄρχων 13καὶ κατεσκήνουν ὡσεὶ βασιλεὺς ἐν μονοζώνοις ὃν τρόπον παθεινοὺς παρακαλῶν.507

Textul a fost copiat în clipboard