Iov

traducerea greacă bizantină

Capitolul 26

1 Ὑπολαβὼν δὲ Ιωβ λέγει 2 Τίνι πρόσκεισαι ἢ τίνι μέλλεις βοηθεῖν; πότερον οὐχ ᾧ πολλὴ ἰσχὺς καὶ ᾧ βραχίων κραταιός ἐστιν; 3 τίνι συμβεβούλευσαι; οὐχ ᾧ πᾶσα σοφία; ἢ τίνι ἐπακολουθήσεις; οὐχ ᾧ μεγίστη δύναμις; 4 τίνι ἀνήγγειλας ῥήματα; πνοὴ δὲ τίνος ἐστὶν ἡ ἐξελθοῦσα ἐκ σοῦ; 5 13μὴ γίγαντες μαιωθήσονται 13ὑποκάτωθεν ὕδατος καὶ τῶν γειτόνων αὐτοῦ; 6 13γυμνὸς ὁ ᾅδης ἐπώπιον αὐτοῦ, 13καὶ οὐκ ἔστιν περιβόλαιον τῇ ἀπωλείᾳ. 7 13ἐκτείνων βορέαν ἐπ’ οὐδέν, 13κρεμάζων γῆν ἐπὶ οὐδενός· 8 13δεσμεύων ὕδωρ ἐν νεφέλαις αὐτοῦ, 13καὶ οὐκ ἐρράγη νέφος ὑποκάτω αὐτοῦ· 9 13ὁ κρατῶν πρόσωπον θρόνου, 13ἐκπετάζων ἐπ’ αὐτὸν νέφος αὐτοῦ. 10 13πρόσταγμα ἐγύρωσεν ἐπὶ πρόσωπον ὕδατος 13μέχρι συντελείας φωτὸς μετὰ σκότους. 11 13στῦλοι οὐρανοῦ ἐπετάσθησαν 13καὶ ἐξέστησαν ἀπὸ τῆς ἐπιτιμήσεως αὐτοῦ.507 12 ἰσχύι κατέπαυσεν τὴν θάλασσαν, ἐπιστήμῃ δὲ ἔτρωσε τὸ κῆτος· 13 κλεῖθρα δὲ οὐρανοῦ δεδοίκασιν αὐτόν, προστάγματι δὲ ἐθανάτωσεν δράκοντα ἀποστάτην. 14 13ἰδοὺ ταῦτα μέρη ὁδοῦ αὐτοῦ, 13καὶ ἐπὶ ἰκμάδα λόγου ἀκουσόμεθα ἐν αὐτῷ·507 σθένος δὲ βροντῆς αὐτοῦ τίς οἶδεν ὁπότε ποιήσει;

Textul a fost copiat în clipboard