Iov

traducerea greacă bizantină

Capitolul 28

1 ἔστιν γὰρ ἀργυρίῳ τόπος, ὅθεν γίνεται, τόπος δὲ χρυσίῳ, ὅθεν διηθεῖται. 2 σίδηρος μὲν γὰρ ἐκ γῆς γίνεται, χαλκὸς δὲ ἴσα λίθῳ λατομεῖται. 3 τάξιν ἔθετο σκότει, 13καὶ πᾶν πέρας αὐτὸς ἐξακριβάζεται· 13λίθος σκοτία καὶ σκιὰ θανάτου, 4 13διακοπὴ χειμάρρου ἀπὸ κονίας·507 οἱ δὲ ἐπιλανθανόμενοι ὁδὸν δικαίαν ἠσθένησαν ἐκ βροτῶν. 5 13γῆ, ἐξ αὐτῆς ἐξελεύσεται ἄρτος, 13ὑποκάτω αὐτῆς ἐστράφη ὡσεὶ πῦρ. 6 13τόπος σαπφείρου οἱ λίθοι αὐτῆς, 13καὶ χῶμα, χρυσίον αὐτῷ. 7 13τρίβος, οὐκ ἔγνω αὐτὴν πετεινόν, 13καὶ οὐ παρέβλεψεν αὐτὴν ὀφθαλμὸς γυπός· 8 13οὐκ ἐπάτησαν αὐτὴν υἱοὶ ἀλαζόνων, 13οὐ παρῆλθεν ἐπ’ αὐτῆς λέων. 9 13ἐν ἀκροτόμῳ ἐξέτεινεν χεῖρα αὐτοῦ,507 κατέστρεψεν δὲ ἐκ ῥιζῶν ὄρη· 10 δίνας δὲ ποταμῶν ἔρρηξεν, πᾶν δὲ ἔντιμον εἶδέν μου ὁ ὀφθαλμός· 11 βάθη δὲ ποταμῶν ἀνεκάλυψεν, ἔδειξεν δὲ ἑαυτοῦ δύναμιν εἰς φῶς. 12 ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶν τῆς ἐπιστήμης; 13 οὐκ οἶδεν βροτὸς ὁδὸν αὐτῆς, οὐδὲ μὴ εὑρεθῇ ἐν ἀνθρώποις. 14 13ἄβυσσος εἶπεν Οὐκ ἔστιν ἐν ἐμοί· 13καὶ θάλασσα εἶπεν Οὐκ ἔστιν μετ’ ἐμοῦ. 15 13οὐ δώσει συγκλεισμὸν ἀντ αὐτῆς, 13καὶ οὐ σταθήσεται ἀργύριον ἀντάλλαγμα αὐτῆς· 16 13καὶ οὐ συμβασταχθήσεται χρυσίῳ Ωφιρ, 13ἐν ὄνυχι τιμίῳ καὶ σαπφείρῳ· 17 13οὐκ ἰσωθήσεται αὐτῇ χρυσίον καὶ ὕαλος 13καὶ τὸ ἄλλαγμα αὐτῆς σκεύη χρυσᾶ· 18 13μετέωρα καὶ γαβις οὐ μνησθήσεται, 13καὶ ἕλκυσον σοφίαν ὑπὲρ τὰ ἐσώτατα· 19 13οὐκ ἰσωθήσεται αὐτῇ τοπάζιον Αἰθιοπίας, 13χρυσίῳ καθαρῷ οὐ συμβασταχθήσεται.507 20 ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶν τῆς συνέσεως; 21 λέληθεν πάντα ἄνθρωπον 13καὶ ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ ἐκρύβη· 22 13ἡ ἀπώλεια καὶ ὁ θάνατος εἶπαν507 Ἀκηκόαμεν δὲ αὐτῆς τὸ κλέος. 23 ὁ θεὸς εὖ συνέστησεν αὐτῆς τὴν ὁδόν, αὐτὸς δὲ οἶδεν τὸν τόπον αὐτῆς· 24 αὐτὸς γὰρ τὴν ὑπ’ οὐρανὸν πᾶσαν ἐφορᾷ εἰδὼς τὰ ἐν τῇ γῇ πάντα, ἃ ἐποίησεν, 25 ἀνέμων σταθμὸν ὕδατός τε μέτρα· 26 ὅτε ἐποίησεν οὕτως, ὑετὸν ἠρίθμησεν 13καὶ ὁδὸν ἐν τινάγματι φωνάς· 27 13τότε εἶδεν αὐτὴν καὶ ἐξηγήσατο αὐτήν,507 ἑτοιμάσας ἐξιχνίασεν. 28 εἶπεν δὲ ἀνθρώπῳ Ἰδοὺ ἡ θεοσέβειά ἐστιν σοφία, τὸ δὲ ἀπέχεσθαι ἀπὸ κακῶν ἐστιν ἐπιστήμη.

Textul a fost copiat în clipboard