1 Ὑπολαβὼν δὲ Ιωβ λέγει 2 Ἐπ’ ἀληθείας οἶδα ὅτι οὕτως ἐστίν· πῶς γὰρ ἔσται δίκαιος βροτὸς παρὰ κυρίῳ; 3 ἐὰν γὰρ βούληται κριθῆναι αὐτῷ, οὐ μὴ ὑπακούσῃ αὐτῷ, ἵνα μὴ ἀντείπῃ πρὸς ἕνα λόγον αὐτοῦ ἐκ χιλίων. 4 σοφὸς γάρ ἐστιν διανοίᾳ, κραταιός τε καὶ μέγας· τίς σκληρὸς γενόμενος ἐναντίον αὐτοῦ ὑπέμεινεν; 5 ὁ παλαιῶν ὄρη καὶ οὐκ οἴδασιν, ὁ καταστρέφων αὐτὰ ὀργῇ· 6 ὁ σείων τὴν ὑπ’ οὐρανὸν ἐκ θεμελίων, οἱ δὲ στῦλοι αὐτῆς σαλεύονται· 7 ὁ λέγων τῷ ἡλίῳ καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων κατασφραγίζει· 8 ὁ τανύσας τὸν οὐρανὸν μόνος καὶ περιπατῶν ὡς ἐπ’ ἐδάφους ἐπὶ θαλάσσης· 9 ὁ ποιῶν Πλειάδα καὶ Ἕσπερον καὶ Ἀρκτοῦρον καὶ ταμίεια νότου· 10 ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός. 11 ἐὰν ὑπερβῇ με, οὐ μὴ ἴδω· καὶ ἐὰν παρέλθῃ με, οὐδ’ ὧς ἔγνων. 12 ἐὰν ἀπαλλάξῃ, τίς ἀποστρέψει; ἢ τίς ἐρεῖ αὐτῷ Τί ἐποίησας; 13 αὐτὸς γὰρ ἀπέστραπται ὀργήν, ὑπ’ αὐτοῦ ἐκάμφθησαν κήτη τὰ ὑπ’ οὐρανόν. 14 ἐὰν δέ μου ὑπακούσηται, ἦ διακρινεῖ τὰ ῥήματά μου. 15 ἐάν τε γὰρ ὦ δίκαιος, οὐκ εἰσακούσεταί μου, 13τοῦ κρίματος αὐτοῦ δεηθήσομαι·507 16 ἐάν τε καλέσω καὶ ὑπακούσῃ, οὐ πιστεύω ὅτι εἰσακήκοέν μου. 17 μὴ γνόφῳ με ἐκτρίψῃ; πολλὰ δέ μου τὰ συντρίμματα πεποίηκεν διὰ κενῆς. 18 οὐκ ἐᾷ γάρ με ἀναπνεῦσαι, ἐνέπλησεν δέ με πικρίας. 19 ὅτι μὲν γὰρ ἰσχύι κρατεῖ· τίς οὖν κρίματι αὐτοῦ ἀντιστήσεται; 20 ἐὰν γὰρ ὦ δίκαιος, τὸ στόμα μου ἀσεβήσει· ἐάν τε ὦ ἄμεμπτος, σκολιὸς ἀποβήσομαι. 21 εἴτε γὰρ ἠσέβησα, οὐκ οἶδα τῇ ψυχῇ, πλὴν ὅτι ἀφαιρεῖταί μου ἡ ζωή. 22 διὸ εἶπον Μέγαν καὶ δυνάστην ἀπολλύει ὀργή, 23 ὅτι φαῦλοι ἐν θανάτῳ ἐξαισίῳ, ἀλλὰ δίκαιοι καταγελῶνται· 24 παραδέδονται γὰρ εἰς χεῖρας ἀσεβοῦς. 13πρόσωπα κριτῶν αὐτῆς συγκαλύπτει· 13εἰ δὲ μὴ αὐτός, τίς ἐστιν;507 25 ὁ δὲ βίος μού ἐστιν ἐλαφρότερος δρομέως· ἀπέδρασαν καὶ οὐκ εἴδοσαν. 26 ἦ καὶ ἔστιν ναυσὶν ἴχνος ὁδοῦ ἢ ἀετοῦ πετομένου ζητοῦντος βοράν; 27 ἐάν τε γὰρ εἴπω, ἐπιλήσομαι λαλῶν, συγκύψας τῷ προσώπῳ στενάξω. 28 σείομαι πᾶσιν τοῖς μέλεσιν, οἶδα γὰρ ὅτι οὐκ ἀθῷόν με ἐάσεις. 29 ἐπειδὴ δέ εἰμι ἀσεβής, διὰ τί οὐκ ἀπέθανον; 30 ἐὰν γὰρ ἀπολούσωμαι χιόνι καὶ ἀποκαθάρωμαι χερσὶν καθαραῖς, 31 ἱκανῶς ἐν ῥύπῳ με ἔβαψας, ἐβδελύξατο δέ με ἡ στολή. 32 οὐ γὰρ εἶ ἄνθρωπος κατ’ ἐμέ, ᾧ ἀντικρινοῦμαι, ἵνα ἔλθωμεν ὁμοθυμαδὸν εἰς κρίσιν. 33 εἴθε ἦν ὁ μεσίτης ἡμῶν καὶ ἐλέγχων καὶ διακούων ἀνὰ μέσον ἀμφοτέρων· 34 ἀπαλλαξάτω ἀπ’ ἐμοῦ τὴν ῥάβδον, ὁ δὲ φόβος αὐτοῦ μή με στροβείτω, 35 καὶ οὐ μὴ φοβηθῶ, ἀλλὰ λαλήσω· οὐ γὰρ οὕτω συνεπίσταμαι.
1 Ὑπολαβὼν δὲ Ιωβ λέγει
2 Ἐπ’ ἀληθείας οἶδα ὅτι οὕτως ἐστίν· πῶς γὰρ ἔσται δίκαιος βροτὸς παρὰ κυρίῳ;
3 ἐὰν γὰρ βούληται κριθῆναι αὐτῷ, οὐ μὴ ὑπακούσῃ αὐτῷ, ἵνα μὴ ἀντείπῃ πρὸς ἕνα λόγον αὐτοῦ ἐκ χιλίων.
4 σοφὸς γάρ ἐστιν διανοίᾳ, κραταιός τε καὶ μέγας· τίς σκληρὸς γενόμενος ἐναντίον αὐτοῦ ὑπέμεινεν;
5 ὁ παλαιῶν ὄρη καὶ οὐκ οἴδασιν, ὁ καταστρέφων αὐτὰ ὀργῇ·
6 ὁ σείων τὴν ὑπ’ οὐρανὸν ἐκ θεμελίων, οἱ δὲ στῦλοι αὐτῆς σαλεύονται·
7 ὁ λέγων τῷ ἡλίῳ καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων κατασφραγίζει·
8 ὁ τανύσας τὸν οὐρανὸν μόνος καὶ περιπατῶν ὡς ἐπ’ ἐδάφους ἐπὶ θαλάσσης·
9 ὁ ποιῶν Πλειάδα καὶ Ἕσπερον καὶ Ἀρκτοῦρον καὶ ταμίεια νότου·
10 ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός.
11 ἐὰν ὑπερβῇ με, οὐ μὴ ἴδω· καὶ ἐὰν παρέλθῃ με, οὐδ’ ὧς ἔγνων.
12 ἐὰν ἀπαλλάξῃ, τίς ἀποστρέψει; ἢ τίς ἐρεῖ αὐτῷ Τί ἐποίησας;
13 αὐτὸς γὰρ ἀπέστραπται ὀργήν, ὑπ’ αὐτοῦ ἐκάμφθησαν κήτη τὰ ὑπ’ οὐρανόν.
14 ἐὰν δέ μου ὑπακούσηται, ἦ διακρινεῖ τὰ ῥήματά μου.
15 ἐάν τε γὰρ ὦ δίκαιος, οὐκ εἰσακούσεταί μου, 13τοῦ κρίματος αὐτοῦ δεηθήσομαι·507
16 ἐάν τε καλέσω καὶ ὑπακούσῃ, οὐ πιστεύω ὅτι εἰσακήκοέν μου.
17 μὴ γνόφῳ με ἐκτρίψῃ; πολλὰ δέ μου τὰ συντρίμματα πεποίηκεν διὰ κενῆς.
18 οὐκ ἐᾷ γάρ με ἀναπνεῦσαι, ἐνέπλησεν δέ με πικρίας.
19 ὅτι μὲν γὰρ ἰσχύι κρατεῖ· τίς οὖν κρίματι αὐτοῦ ἀντιστήσεται;
20 ἐὰν γὰρ ὦ δίκαιος, τὸ στόμα μου ἀσεβήσει· ἐάν τε ὦ ἄμεμπτος, σκολιὸς ἀποβήσομαι.
21 εἴτε γὰρ ἠσέβησα, οὐκ οἶδα τῇ ψυχῇ, πλὴν ὅτι ἀφαιρεῖταί μου ἡ ζωή.
22 διὸ εἶπον Μέγαν καὶ δυνάστην ἀπολλύει ὀργή,
23 ὅτι φαῦλοι ἐν θανάτῳ ἐξαισίῳ, ἀλλὰ δίκαιοι καταγελῶνται·
24 παραδέδονται γὰρ εἰς χεῖρας ἀσεβοῦς. 13πρόσωπα κριτῶν αὐτῆς συγκαλύπτει· 13εἰ δὲ μὴ αὐτός, τίς ἐστιν;507
25 ὁ δὲ βίος μού ἐστιν ἐλαφρότερος δρομέως· ἀπέδρασαν καὶ οὐκ εἴδοσαν.
26 ἦ καὶ ἔστιν ναυσὶν ἴχνος ὁδοῦ ἢ ἀετοῦ πετομένου ζητοῦντος βοράν;
27 ἐάν τε γὰρ εἴπω, ἐπιλήσομαι λαλῶν, συγκύψας τῷ προσώπῳ στενάξω.
28 σείομαι πᾶσιν τοῖς μέλεσιν, οἶδα γὰρ ὅτι οὐκ ἀθῷόν με ἐάσεις.
29 ἐπειδὴ δέ εἰμι ἀσεβής, διὰ τί οὐκ ἀπέθανον;
30 ἐὰν γὰρ ἀπολούσωμαι χιόνι καὶ ἀποκαθάρωμαι χερσὶν καθαραῖς,
31 ἱκανῶς ἐν ῥύπῳ με ἔβαψας, ἐβδελύξατο δέ με ἡ στολή.
32 οὐ γὰρ εἶ ἄνθρωπος κατ’ ἐμέ, ᾧ ἀντικρινοῦμαι, ἵνα ἔλθωμεν ὁμοθυμαδὸν εἰς κρίσιν.
33 εἴθε ἦν ὁ μεσίτης ἡμῶν καὶ ἐλέγχων καὶ διακούων ἀνὰ μέσον ἀμφοτέρων·
34 ἀπαλλαξάτω ἀπ’ ἐμοῦ τὴν ῥάβδον, ὁ δὲ φόβος αὐτοῦ μή με στροβείτω,
35 καὶ οὐ μὴ φοβηθῶ, ἀλλὰ λαλήσω· οὐ γὰρ οὕτω συνεπίσταμαι.
Traducerea ortodoxă
Traducerea greacă bizantină
1 Atunci Iov a răspuns și a zis:
1 Ὑπολαβὼν δὲ Ιωβ λέγει
2 „Știu bine că așa este; căci cum ar putea un om să fie drept înaintea lui Dumnezeu?
2 Ἐπ’ ἀληθείας οἶδα ὅτι οὕτως ἐστίν· πῶς γὰρ ἔσται δίκαιος βροτὸς παρὰ κυρίῳ;
3 Dacă ar fi să se certe cu El, din o mie de lucruri n-ar putea să-I răspundă nici la unul singur.
3 ἐὰν γὰρ βούληται κριθῆναι αὐτῷ, οὐ μὴ ὑπακούσῃ αὐτῷ, ἵνα μὴ ἀντείπῃ πρὸς ἕνα λόγον αὐτοῦ ἐκ χιλίων.
4 A Lui este înțelepciunea și atotputernicia; cine ar putea să-I stea împotrivă și să rămână teafăr?
4 σοφὸς γάρ ἐστιν διανοίᾳ, κραταιός τε καὶ μέγας· τίς σκληρὸς γενόμενος ἐναντίον αὐτοῦ ὑπέμεινεν;
5 El mișcă munții din loc fără ca ei să prindă de veste că El i-a răsturnat în mânia Lui.
5 ὁ παλαιῶν ὄρη καὶ οὐκ οἴδασιν, ὁ καταστρέφων αὐτὰ ὀργῇ·
6 El zguduie pământul din temelia lui, așa încât stâlpii lui se clatină.
6 ὁ σείων τὴν ὑπ’ οὐρανὸν ἐκ θεμελίων, οἱ δὲ στῦλοι αὐτῆς σαλεύονται·
7 El poruncește soarelui și soarele nu se mai ridică. El pune pecetea Lui asupra stelelor.
7 ὁ λέγων τῷ ἡλίῳ καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων κατασφραγίζει·
8 El singur este Cel ce întinde cerurile și umblă pe valurile mării.
8 ὁ τανύσας τὸν οὐρανὸν μόνος καὶ περιπατῶν ὡς ἐπ’ ἐδάφους ἐπὶ θαλάσσης·
9 El a zidit Carul mare, Ralița, Pleiadele și cămările stelelor de miazăzi.
9 ὁ ποιῶν Πλειάδα καὶ Ἕσπερον καὶ Ἀρκτοῦρον καὶ ταμίεια νότου·
10 El a făcut lucruri mari și nepătrunse și minuni fără de număr.
10 ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός.
11 Iată, dacă trece pe lângă mine, eu nu-L văd, și dacă se strecoară, eu nu-I prind de veste.
11 ἐὰν ὑπερβῇ με, οὐ μὴ ἴδω· καὶ ἐὰν παρέλθῃ με, οὐδ’ ὧς ἔγνων.
12 Dacă ia și ridică, cine va putea să-L oprească și cine-I va zice: Ce ai făcut?
12 ἐὰν ἀπαλλάξῃ, τίς ἀποστρέψει; ἢ τίς ἐρεῖ αὐτῷ Τί ἐποίησας;
13 Dumnezeu nu-și înfrânează mânia Sa și sub El se încovoaie toți slujitorii mândriei.
13 αὐτὸς γὰρ ἀπέστραπται ὀργήν, ὑπ’ αὐτοῦ ἐκάμφθησαν κήτη τὰ ὑπ’ οὐρανόν.
14 Și eu atunci cum o să-I răspund și ce cuvinte o să aleg?
14 ἐὰν δέ μου ὑπακούσηται, ἦ διακρινεῖ τὰ ῥήματά μου.
15 Chiar dacă aș avea dreptate, nu-I voi răspunde, ci mă voi ruga judecătorului.
15 ἐάν τε γὰρ ὦ δίκαιος, οὐκ εἰσακούσεταί μου, 13τοῦ κρίματος αὐτοῦ δεηθήσομαι·507
16 Chiar dacă m-ar asculta, când Îl chem, tot n-aș putea să cred că ascultă glasul meu,
16 ἐάν τε καλέσω καὶ ὑπακούσῃ, οὐ πιστεύω ὅτι εἰσακήκοέν μου.
17 Căci El mă sfărâmă ca sub furtună și înmulțește fără cuvânt rănile mele.
17 μὴ γνόφῳ με ἐκτρίψῃ; πολλὰ δέ μου τὰ συντρίμματα πεποίηκεν διὰ κενῆς.
18 El nu-mi dă răgaz să răsuflu și mă adapă cu amărăciune.
18 οὐκ ἐᾷ γάρ με ἀναπνεῦσαι, ἐνέπλησεν δέ με πικρίας.
19 Dacă este vorba de putere, El este Cel puternic. Dacă este vorba de judecată, cine mă va apăra?
19 ὅτι μὲν γὰρ ἰσχύι κρατεῖ· τίς οὖν κρίματι αὐτοῦ ἀντιστήσεται;
20 Oricâtă dreptate aș avea, gura mea mă va osândi și dacă sunt fără prihană ea mă scoate vinovat.
20 ἐὰν γὰρ ὦ δίκαιος, τὸ στόμα μου ἀσεβήσει· ἐάν τε ὦ ἄμεμπτος, σκολιὸς ἀποβήσομαι.
21 Sunt oare desăvârșit? Eu singur nu mă cunosc pe mine și viața mea o disprețuiesc.
21 εἴτε γὰρ ἠσέβησα, οὐκ οἶδα τῇ ψυχῇ, πλὴν ὅτι ἀφαιρεῖταί μου ἡ ζωή.
22 Pentru aceea am zis: Tot una este! El nimicește pe cel desăvârșit și pe cel viclean.
22 διὸ εἶπον Μέγαν καὶ δυνάστην ἀπολλύει ὀργή,
23 Dacă o nenorocire aduce moartea deodată, ce-I pasă Lui de deznădejdea celor fără de vină?
23 ὅτι φαῦλοι ἐν θανάτῳ ἐξαισίῳ, ἀλλὰ δίκαιοι καταγελῶνται·
24 Dacă o țară a încăput pe mâna unui om viclean, El acoperă fața judecătorilor Săi. Și dacă nu El, cine atunci?
24 παραδέδονται γὰρ εἰς χεῖρας ἀσεβοῦς. 13πρόσωπα κριτῶν αὐτῆς συγκαλύπτει· 13εἰ δὲ μὴ αὐτός, τίς ἐστιν;507
25 Zilele mele sunt mai grabnice decât un aducător de vești și au fugit fără să vadă fericirea.
25 ὁ δὲ βίος μού ἐστιν ἐλαφρότερος δρομέως· ἀπέδρασαν καὶ οὐκ εἴδοσαν.
26 S-au strecurat ca niște bărci de papură, ca un vultur care se năpustește asupra prăzii sale.
26 ἦ καὶ ἔστιν ναυσὶν ἴχνος ὁδοῦ ἢ ἀετοῦ πετομένου ζητοῦντος βοράν;
27 Dacă zic: Vreau să-mi uit suferința, să-mi schimb înfățișarea și să fiu voios,
27 ἐάν τε γὰρ εἴπω, ἐπιλήσομαι λαλῶν, συγκύψας τῷ προσώπῳ στενάξω.
28 Sunt năpădit de teama chinurilor mele, știind bine că Tu nu mă vei scoate nevinovat.
28 σείομαι πᾶσιν τοῖς μέλεσιν, οἶδα γὰρ ὅτι οὐκ ἀθῷόν με ἐάσεις.
29 Dacă sunt vinovat, de ce să mă mai trudesc zadarnic?
29 ἐπειδὴ δέ εἰμι ἀσεβής, διὰ τί οὐκ ἀπέθανον;
30 Dacă m-aș spăla cu zăpadă și mi-aș curăți mâinile cu leșie,
30 ἐὰν γὰρ ἀπολούσωμαι χιόνι καὶ ἀποκαθάρωμαι χερσὶν καθαραῖς,
31 Atunci Tu tot m-ai cufunda în noroi, încât și veșmintele mele s-ar scârbi de mine.
31 ἱκανῶς ἐν ῥύπῳ με ἔβαψας, ἐβδελύξατο δέ με ἡ στολή.
32 Căci Dumnezeu nu este un om ca mine, ca să stau cu El de vorbă și ca să mergem împreună la judecată.
32 οὐ γὰρ εἶ ἄνθρωπος κατ’ ἐμέ, ᾧ ἀντικρινοῦμαι, ἵνα ἔλθωμεν ὁμοθυμαδὸν εἰς κρίσιν.
33 Între noi nu se află un al treilea care să-și pună mâna peste noi amândoi
33 εἴθε ἦν ὁ μεσίτης ἡμῶν καὶ ἐλέγχων καὶ διακούων ἀνὰ μέσον ἀμφοτέρων·
34 Și care să depărteze varga Sa de deasupra capului meu, așa încât groaza Lui să nu mă mai tulbure;
34 ἀπαλλαξάτω ἀπ’ ἐμοῦ τὴν ῥάβδον, ὁ δὲ φόβος αὐτοῦ μή με στροβείτω,
35 Atunci aș vorbi și nu m-aș mai teme de El. Dar nu este așa și eu sunt singur cu mine însumi.
35 καὶ οὐ μὴ φοβηθῶ, ἀλλὰ λαλήσω· οὐ γὰρ οὕτω συνεπίσταμαι.