Iov

traducerea greacă bizantină

Capitolul 24

1 διὰ τί δὲ κύριον ἔλαθον ὧραι, 2 ἀσεβεῖς δὲ ὅριον ὑπερέβησαν ποίμνιον σὺν ποιμένι ἁρπάσαντες; 3 ὑποζύγιον ὀρφανῶν ἀπήγαγον καὶ βοῦν χήρας ἠνεχύρασαν. 4 ἐξέκλιναν ἀδυνάτους ἐξ ὁδοῦ δικαίας, 13ὁμοθυμαδὸν ἐκρύβησαν πραεῖς γῆς.507 5 ἀπέβησαν δὲ ὥσπερ ὄνοι ἐν ἀγρῷ ὑπὲρ ἐμοῦ ἐξελθόντες τὴν ἑαυτῶν πρᾶξιν· 13ἡδύνθη αὐτῷ ἄρτος εἰς νεωτέρους.507 6 ἀγρὸν πρὸ ὥρας οὐκ αὐτῶν ὄντα ἐθέρισαν· ἀδύνατοι δὲ ἀμπελῶνας ἀσεβῶν ἀμισθὶ καὶ ἀσιτὶ ἠργάσαντο. 7 γυμνοὺς πολλοὺς ἐκοίμισαν ἄνευ ἱματίων, ἀμφίασιν δὲ ψυχῆς αὐτῶν ἀφείλαντο. 8 13ἀπὸ ψεκάδων ὀρέων ὑγραίνονται,507 παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σκέπην πέτραν περιεβάλοντο. 9 ἥρπασαν ὀρφανὸν ἀπὸ μαστοῦ, ἐκπεπτωκότα δὲ ἐταπείνωσαν. 10 γυμνοὺς δὲ ἐκοίμισαν ἀδίκως, πεινώντων δὲ τὸν ψωμὸν ἀφείλαντο. 11 ἐν στενοῖς ἀδίκως ἐνήδρευσαν, ὁδὸν δὲ δικαίαν οὐκ ᾔδεισαν. 12 οἳ ἐκ πόλεως καὶ οἴκων ἰδίων ἐξεβάλλοντο, ψυχὴ δὲ νηπίων ἐστέναξεν μέγα, αὐτὸς δὲ διὰ τί τούτων ἐπισκοπὴν οὐ πεποίηται; 13 ἐπὶ γῆς ὄντων αὐτῶν καὶ οὐκ ἐπέγνωσαν, ὁδὸν δὲ δικαιοσύνης οὐκ ᾔδεισαν οὐδὲ ἀτραποὺς αὐτῆς ἐπορεύθησαν. 14 γνοὺς δὲ αὐτῶν τὰ ἔργα παρέδωκεν αὐτοὺς εἰς σκότος, 13καὶ νυκτὸς ἔσται ὡς κλέπτης. 15 13καὶ ὀφθαλμὸς μοιχοῦ ἐφύλαξεν σκότος 13λέγων Οὐ προσνοήσει με ὀφθαλμός, 13καὶ ἀποκρυβὴν προσώπου ἔθετο. 16 13διώρυξεν ἐν σκότει οἰκίας· 13ἡμέρας ἐσφράγισαν ἑαυτούς, 13οὐκ ἐπέγνωσαν φῶς· 17 13ὅτι ὁμοθυμαδὸν τὸ πρωὶ αὐτοῖς σκιὰ θανάτου, 13ὅτι ἐπιγνώσεται ταραχὰς σκιᾶς θανάτου. 18 13ἐλαφρός ἐστιν ἐπὶ πρόσωπον ὕδατος·507 καταραθείη ἡ μερὶς αὐτῶν ἐπὶ γῆς. 19 ἀναφανείη δὲ τὰ φυτὰ αὐτῶν ἐπὶ γῆς ξηρά· ἀγκαλίδα γὰρ ὀρφανῶν ἥρπασαν. 20 εἶτ ἀνεμνήσθη αὐτοῦ ἡ ἁμαρτία, ὥσπερ δὲ ὁμίχλη δρόσου ἀφανὴς ἐγένετο· ἀποδοθείη δὲ αὐτῷ ἃ ἔπραξεν, συντριβείη δὲ πᾶς ἄδικος ἴσα ξύλῳ ἀνιάτῳ. 21 στεῖραν γὰρ οὐκ εὖ ἐποίησεν καὶ γύναιον οὐκ ἠλέησεν, 22 θυμῷ δὲ κατέστρεψεν ἀδυνάτους. ἀναστὰς τοιγαροῦν οὐ μὴ πιστεύσῃ κατὰ τῆς ἑαυτοῦ ζωῆς· 23 μαλακισθεὶς μὴ ἐλπιζέτω ὑγιασθῆναι, ἀλλὰ πεσεῖται νόσῳ. 24 πολλοὺς γὰρ ἐκάκωσεν τὸ ὕψωμα αὐτοῦ· ἐμαράνθη δὲ ὥσπερ μολόχη ἐν καύματι ἢ ὥσπερ στάχυς ἀπὸ καλάμης αὐτόματος ἀποπεσών. 25 εἰ δὲ μή, τίς ἐστιν ὁ φάμενος ψευδῆ με λέγειν 13καὶ θήσει εἰς οὐδὲν τὰ ῥήματά μου;507

Textul a fost copiat în clipboard