Iov

traducerea greacă bizantină

Capitolul 23

1 Ὑπολαβὼν δὲ Ιωβ λέγει 2 Καὶ δὴ οἶδα ὅτι ἐκ χειρός μου ἡ ἔλεγξίς ἐστιν, καὶ ἡ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπ’ ἐμῷ στεναγμῷ. 3 τίς δ’ ἄρα γνοίη ὅτι εὕροιμι αὐτὸν καὶ ἔλθοιμι εἰς τέλος; 4 εἴποιμι δὲ ἐμαυτοῦ κρίμα, τὸ δὲ στόμα μου ἐμπλήσαιμι ἐλέγχων· 5 γνῴην δὲ ῥήματα, ἅ μοι ἐρεῖ, αἰσθοίμην δὲ τίνα μοι ἀπαγγελεῖ. 6 καὶ εἰ ἐν πολλῇ ἰσχύι ἐπελεύσεταί μοι, εἶτα ἐν ἀπειλῇ μοι οὐ χρήσεται· 7 ἀλήθεια γὰρ καὶ ἔλεγχος παρ’ αὐτοῦ, ἐξαγάγοι δὲ εἰς τέλος τὸ κρίμα μου. 8 εἰς γὰρ πρῶτα πορεύσομαι καὶ οὐκέτι εἰμί· τὰ δὲ ἐπ’ ἐσχάτοις τί οἶδα; 9 13ἀριστερὰ ποιήσαντος αὐτοῦ καὶ οὐ κατέσχον· 13περιβαλεῖ δεξιά, καὶ οὐκ ὄψομαι.507 10 οἶδεν γὰρ ἤδη ὁδόν μου, διέκρινεν δέ με ὥσπερ τὸ χρυσίον. 11 ἐξελεύσομαι δὲ ἐν ἐντάλμασιν αὐτοῦ· ὁδοὺς γὰρ αὐτοῦ ἐφύλαξα καὶ οὐ μὴ ἐκκλίνω. 12 ἀπὸ ἐνταλμάτων αὐτοῦ καὶ οὐ μὴ παρέλθω, ἐν δὲ κόλπῳ μου ἔκρυψα ῥήματα αὐτοῦ. 13 εἰ δὲ καὶ αὐτὸς ἔκρινεν οὕτως, τίς ἐστιν ὁ ἀντειπὼν αὐτῷ; ὃ γὰρ αὐτὸς ἠθέλησεν, καὶ ἐποίησεν. 14 διὰ τοῦτο ἐπ᾿ αὐτῷ ἐσπούδακα, νουθετούμενος δὲ ἐφρόντισα αὐτοῦ. 15 διὰ τοῦτο ἐπ’ αὐτῷ ἐσπούδακα· νουθετούμενος δὲ ἐφρόντισα αὐτοῦ. 13ἐπὶ τούτῳ ἀπὸ προσώπου αὐτοῦ κατασπουδασθῶ· 13κατανοήσω καὶ πτοηθήσομαι ἐξ αὐτοῦ.507 16 κύριος δὲ ἐμαλάκυνεν τὴν καρδίαν μου, ὁ δὲ παντοκράτωρ ἐσπούδασέν με. 17 οὐ γὰρ ᾔδειν ὅτι ἐπελεύσεταί μοι σκότος, πρὸ προσώπου δέ μου ἐκάλυψεν γνόφος.

Textul a fost copiat în clipboard