Iov

traducerea greacă bizantină

Capitolul 34

1 Ὑπολαβὼν δὲ Ελιους λέγει 2 Ἀκούσατέ μου, σοφοί· ἐπιστάμενοι, ἐνωτίζεσθε τὸ καλόν· 3 13ὅτι οὖς λόγους δοκιμάζει, 13καὶ λάρυγξ γεύεται βρῶσιν. 4 13κρίσιν ἑλώμεθα ἑαυτοῖς, 13γνῶμεν ἀνὰ μέσον ἑαυτῶν ὅ τι καλόν.507 5 ὅτι εἴρηκεν Ιωβ Δίκαιός εἰμι, ὁ κύριος ἀπήλλαξέν μου τὸ κρίμα, 6 ἐψεύσατο δὲ τῷ κρίματί μου, 13βίαιον τὸ βέλος μου ἄνευ ἀδικίας. 7 13τίς ἀνὴρ ὥσπερ Ιωβ 13πίνων μυκτηρισμὸν ὥσπερ ὕδωρ507 8 οὐχ ἁμαρτὼν οὐδὲ ἀσεβήσας ἢ ὁδοῦ κοινωνήσας μετὰ ποιούντων τὰ ἄνομα τοῦ πορευθῆναι μετὰ ἀσεβῶν; 9 μὴ γὰρ εἴπῃς ὅτι Οὐκ ἔσται ἐπισκοπὴ ἀνδρός· καὶ ἐπισκοπὴ αὐτῷ παρὰ κυρίου. 10 διό, συνετοὶ καρδίας, ἀκούσατέ μου Μή μοι εἴη ἔναντι κυρίου ἀσεβῆσαι καὶ ἔναντι παντοκράτορος ταράξαι τὸ δίκαιον· 11 ἀλλὰ ἀποδιδοῖ ἀνθρώπῳ καθὰ ποιεῖ ἕκαστος αὐτῶν, 13καὶ ἐν τρίβῳ ἀνδρὸς εὑρήσει αὐτόν.507 12 οἴῃ δὲ τὸν κύριον ἄτοπα ποιήσειν; ἢ ὁ παντοκράτωρ ταράξει κρίσιν; 13 ὃς ἐποίησεν τὴν γῆν· τίς δέ ἐστιν ὁ ποιῶν τὴν ὑπ’ οὐρανὸν καὶ τὰ ἐνόντα πάντα; 14 εἰ γὰρ βούλοιτο συνέχειν καὶ τὸ πνεῦμα παρ’ αὐτῷ κατασχεῖν, 15 τελευτήσει πᾶσα σὰρξ ὁμοθυμαδόν, πᾶς δὲ βροτὸς εἰς γῆν ἀπελεύσεται, ὅθεν καὶ ἐπλάσθη. 16 εἰ δὲ μὴ νουθετῇ, ἄκουε ταῦτα, ἐνωτίζου φωνὴν ῥημάτων. 17 ἰδὲ σὺ τὸν μισοῦντα ἄνομα καὶ τὸν ὀλλύντα τοὺς πονηροὺς ὄντα αἰώνιον δίκαιον. 18 ἀσεβὴς ὁ λέγων βασιλεῖ Παρανομεῖς, 13ἀσεβέστατε τοῖς ἄρχουσιν·507 19 ὃς οὐκ ἐπῃσχύνθη πρόσωπον ἐντίμου οὐδὲ οἶδεν τιμὴν θέσθαι ἁδροῖς θαυμασθῆναι πρόσωπα αὐτῶν. 20 κενὰ δὲ αὐτοῖς ἀποβήσεται τὸ κεκραγέναι καὶ δεῖσθαι ἀνδρός· ἐχρήσαντο γὰρ παρανόμως ἐκκλινομένων ἀδυνάτων. 21 αὐτὸς γὰρ ὁρατής ἐστιν ἔργων ἀνθρώπων, λέληθεν δὲ αὐτὸν οὐδὲν ὧν πράσσουσιν, 22 οὐδὲ ἔσται τόπος τοῦ κρυβῆναι τοὺς ποιοῦντας τὰ ἄνομα· 23 13ὅτι οὐκ ἐπ’ ἄνδρα θήσει ἔτι·507 ὁ γὰρ κύριος πάντας ἐφορᾷ 24 ὁ καταλαμβάνων ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός· 25 ὁ γνωρίζων αὐτῶν τὰ ἔργα 13καὶ στρέψει νύκτα, καὶ ταπεινωθήσονται.507 26 ἔσβεσεν δὲ ἀσεβεῖς, ὁρατοὶ δὲ ἐναντίον αὐτοῦ, 27 ὅτι ἐξέκλιναν ἐκ νόμου θεοῦ, δικαιώματα δὲ αὐτοῦ οὐκ ἐπέγνωσαν 28 13τοῦ ἐπαγαγεῖν ἐπ’ αὐτὸν κραυγὴν πένητος, 13καὶ κραυγὴν πτωχῶν εἰσακούσεται. 29 13καὶ αὐτὸς ἡσυχίαν παρέξει, καὶ τίς καταδικάσεται; 13καὶ κρύψει πρόσωπον, καὶ τίς ὄψεται αὐτόν; 13καὶ κατὰ ἔθνους καὶ κατὰ ἀνθρώπου ὁμοῦ 30 13βασιλεύων ἄνθρωπον ὑποκριτὴν ἀπὸ δυσκολίας λαοῦ. 31 13ὅτι πρὸς τὸν ἰσχυρὸν ὁ λέγων Εἴληφα, οὐκ ἐνεχυράσω· 32 13ἄνευ ἐμαυτοῦ ὄψομαι, σὺ δεῖξόν μοι· 13εἰ ἀδικίαν ἠργασάμην, οὐ μὴ προσθήσω. 33 13μὴ παρὰ σοῦ ἀποτείσει αὐτήν; 13ὅτι ἀπώσῃ, ὅτι σὺ ἐκλέξῃ καὶ οὐκ ἐγώ· 13καὶ τί ἔγνως λάλησον.507 34 διὸ συνετοὶ καρδίας ἐροῦσιν ταῦτα, ἀνὴρ δὲ σοφὸς ἀκήκοέν μου τὸ ῥῆμα. 35 Ιωβ δὲ οὐκ ἐν συνέσει ἐλάλησεν, τὰ δὲ ῥήματα αὐτοῦ οὐκ ἐν ἐπιστήμῃ. 36 οὐ μὴν δὲ ἀλλὰ μάθε, Ιωβ, μὴ δῷς ἔτι ἀνταπόκρισιν ὥσπερ οἱ ἄφρονες, 37 ἵνα μὴ προσθῶμεν ἐφ’ ἁμαρτίαις ἡμῶν, ἀνομία δὲ ἐφ’ ἡμῖν λογισθήσεται πολλὰ λαλούντων ῥήματα ἐναντίον τοῦ κυρίου.

Textul a fost copiat în clipboard