1 Ὑπολαβὼν δὲ Βαλδαδ ὁ Σαυχίτης λέγει 2 Μέχρι τίνος λαλήσεις ταῦτα; πνεῦμα πολυρῆμον τοῦ στόματός σου. 3 μὴ ὁ κύριος ἀδικήσει κρίνων ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον; 4 εἰ οἱ υἱοί σου ἥμαρτον ἐναντίον αὐτοῦ, ἀπέστειλεν ἐν χειρὶ ἀνομίας αὐτῶν. 5 σὺ δὲ ὄρθριζε πρὸς κύριον παντοκράτορα δεόμενος. 6 εἰ καθαρὸς εἶ καὶ ἀληθινός, δεήσεως ἐπακούσεταί σου, ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης· 7 ἔσται οὖν τὰ μὲν πρῶτά σου ὀλίγα, τὰ δὲ ἔσχατά σου ἀμύθητα. 8 ἐπερώτησον γὰρ γενεὰν πρώτην, ἐξιχνίασον δὲ κατὰ γένος πατέρων· 9 χθιζοὶ γάρ ἐσμεν καὶ οὐκ οἴδαμεν, σκιὰ γάρ ἐστιν ἡμῶν ἐπὶ τῆς γῆς ὁ βίος. 10 ἦ οὐχ οὗτοί σε διδάξουσιν καὶ ἀναγγελοῦσιν καὶ ἐκ καρδίας ἐξάξουσιν ῥήματα; 11 μὴ θάλλει πάπυρος ἄνευ ὕδατος ἢ ὑψωθήσεται βούτομον ἄνευ πότου; 12 ἔτι ὂν ἐπὶ ῥίζης καὶ οὐ μὴ θερισθῇ, πρὸ τοῦ πιεῖν πᾶσα βοτάνη οὐχὶ ξηραίνεται. 13 οὕτως τοίνυν ἔσται τὰ ἔσχατα πάντων τῶν ἐπιλανθανομένων τοῦ κυρίου· ἐλπὶς γὰρ ἀσεβοῦς ἀπολεῖται. 14 ἀοίκητος γὰρ αὐτοῦ ἔσται ὁ οἶκος, ἀράχνη δὲ αὐτοῦ ἀποβήσεται ἡ σκηνή. 15 ἐὰν ὑπερείσῃ τὴν οἰκίαν αὐτοῦ, οὐ μὴ στῇ· ἐπιλαβομένου δὲ αὐτοῦ οὐ μὴ ὑπομείνῃ· 16 ὑγρὸς γάρ ἐστιν ὑπὸ ἡλίου, καὶ ἐκ σαπρίας αὐτοῦ ὁ ῥάδαμνος αὐτοῦ ἐξελεύσεται. 17 ἐπὶ συναγωγὴν λίθων κοιμᾶται, ἐν δὲ μέσῳ χαλίκων ζήσεται. 18 ἐὰν καταπίῃ, ὁ τόπος ψεύσεται αὐτόν· οὐχ ἑόρακας τοιαῦτα. 19 ὅτι καταστροφὴ ἀσεβοῦς τοιαύτη, ἐκ δὲ γῆς ἄλλον ἀναβλαστήσει. 20 ὁ γὰρ κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον, πᾶν δὲ δῶρον ἀσεβοῦς οὐ δέξεται. 21 ἀληθινῶν δὲ στόμα ἐμπλήσει γέλωτος, τὰ δὲ χείλη αὐτῶν ἐξομολογήσεως· 22 οἱ δὲ ἐχθροὶ αὐτῶν ἐνδύσονται αἰσχύνην, δίαιτα δὲ ἀσεβοῦς οὐκ ἔσται.
1 Ὑπολαβὼν δὲ Βαλδαδ ὁ Σαυχίτης λέγει
2 Μέχρι τίνος λαλήσεις ταῦτα; πνεῦμα πολυρῆμον τοῦ στόματός σου.
3 μὴ ὁ κύριος ἀδικήσει κρίνων ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον;
4 εἰ οἱ υἱοί σου ἥμαρτον ἐναντίον αὐτοῦ, ἀπέστειλεν ἐν χειρὶ ἀνομίας αὐτῶν.
5 σὺ δὲ ὄρθριζε πρὸς κύριον παντοκράτορα δεόμενος.
6 εἰ καθαρὸς εἶ καὶ ἀληθινός, δεήσεως ἐπακούσεταί σου, ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης·
7 ἔσται οὖν τὰ μὲν πρῶτά σου ὀλίγα, τὰ δὲ ἔσχατά σου ἀμύθητα.
8 ἐπερώτησον γὰρ γενεὰν πρώτην, ἐξιχνίασον δὲ κατὰ γένος πατέρων·
9 χθιζοὶ γάρ ἐσμεν καὶ οὐκ οἴδαμεν, σκιὰ γάρ ἐστιν ἡμῶν ἐπὶ τῆς γῆς ὁ βίος.
10 ἦ οὐχ οὗτοί σε διδάξουσιν καὶ ἀναγγελοῦσιν καὶ ἐκ καρδίας ἐξάξουσιν ῥήματα;
11 μὴ θάλλει πάπυρος ἄνευ ὕδατος ἢ ὑψωθήσεται βούτομον ἄνευ πότου;
12 ἔτι ὂν ἐπὶ ῥίζης καὶ οὐ μὴ θερισθῇ, πρὸ τοῦ πιεῖν πᾶσα βοτάνη οὐχὶ ξηραίνεται.
13 οὕτως τοίνυν ἔσται τὰ ἔσχατα πάντων τῶν ἐπιλανθανομένων τοῦ κυρίου· ἐλπὶς γὰρ ἀσεβοῦς ἀπολεῖται.
14 ἀοίκητος γὰρ αὐτοῦ ἔσται ὁ οἶκος, ἀράχνη δὲ αὐτοῦ ἀποβήσεται ἡ σκηνή.
15 ἐὰν ὑπερείσῃ τὴν οἰκίαν αὐτοῦ, οὐ μὴ στῇ· ἐπιλαβομένου δὲ αὐτοῦ οὐ μὴ ὑπομείνῃ·
16 ὑγρὸς γάρ ἐστιν ὑπὸ ἡλίου, καὶ ἐκ σαπρίας αὐτοῦ ὁ ῥάδαμνος αὐτοῦ ἐξελεύσεται.
17 ἐπὶ συναγωγὴν λίθων κοιμᾶται, ἐν δὲ μέσῳ χαλίκων ζήσεται.
18 ἐὰν καταπίῃ, ὁ τόπος ψεύσεται αὐτόν· οὐχ ἑόρακας τοιαῦτα.
19 ὅτι καταστροφὴ ἀσεβοῦς τοιαύτη, ἐκ δὲ γῆς ἄλλον ἀναβλαστήσει.
20 ὁ γὰρ κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον, πᾶν δὲ δῶρον ἀσεβοῦς οὐ δέξεται.
21 ἀληθινῶν δὲ στόμα ἐμπλήσει γέλωτος, τὰ δὲ χείλη αὐτῶν ἐξομολογήσεως·
22 οἱ δὲ ἐχθροὶ αὐτῶν ἐνδύσονται αἰσχύνην, δίαιτα δὲ ἀσεβοῦς οὐκ ἔσται.
Traducerea ortodoxă
Traducerea greacă bizantină
1 Atunci Bildad din Șuah a răspuns și a zis:
1 Ὑπολαβὼν δὲ Βαλδαδ ὁ Σαυχίτης λέγει
2 „Până când vei tot vorbi astfel de lucruri și cuvintele din gura ta vor izvorî ca vijelia?
2 Μέχρι τίνος λαλήσεις ταῦτα; πνεῦμα πολυρῆμον τοῦ στόματός σου.
3 Dumnezeu o să încovoaie ce e drept? Cel Atotputernic o să strâmbe El dreptatea?
3 μὴ ὁ κύριος ἀδικήσει κρίνων ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον;
4 Dacă feciorii tăi au păcătuit față de El, El i-a lăsat să se prăbușească sub povara nelegiuirii lor.
4 εἰ οἱ υἱοί σου ἥμαρτον ἐναντίον αὐτοῦ, ἀπέστειλεν ἐν χειρὶ ἀνομίας αὐτῶν.
5 Dar tu dacă vii la Dumnezeu, dacă te rogi de Cel Atotputernic,
5 σὺ δὲ ὄρθριζε πρὸς κύριον παντοκράτορα δεόμενος.
6 Dacă ești nevinovat și fără pată, atunci de bună seamă că va veghea asupra ta și va clădi la loc casa dreptății tale
6 εἰ καθαρὸς εἶ καὶ ἀληθινός, δεήσεως ἐπακούσεταί σου, ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης·
7 Și starea ta cea veche va fi nimica toată, atât de mult vei fi deasupra în starea ta cea nouă.
7 ἔσται οὖν τὰ μὲν πρῶτά σου ὀλίγα, τὰ δὲ ἔσχατά σου ἀμύθητα.
8 Întreabă pe cei care au fost înaintea noastră și ia aminte la cele trăite și pățite de părinți.
8 ἐπερώτησον γὰρ γενεὰν πρώτην, ἐξιχνίασον δὲ κατὰ γένος πατέρων·
9 Căci noi suntem de ieri și nu știm nimic, căci zilele noastre pe pământ nu sunt decât o umbră.
9 χθιζοὶ γάρ ἐσμεν καὶ οὐκ οἴδαμεν, σκιὰ γάρ ἐστιν ἡμῶν ἐπὶ τῆς γῆς ὁ βίος.
10 Ei îți vor da învățătură, ei îți vor grăi și din inima lor îți vor cuvânta unele ca acestea:
10 ἦ οὐχ οὗτοί σε διδάξουσιν καὶ ἀναγγελοῦσιν καὶ ἐκ καρδίας ἐξάξουσιν ῥήματα;
11 Oare papura crește fără baltă și rogozul fără umezeală?
11 μὴ θάλλει πάπυρος ἄνευ ὕδατος ἢ ὑψωθήσεται βούτομον ἄνευ πότου;
12 Pe când încă este în floare și nu este tăiat, el se usucă, mai înainte decât orice buruiană.
12 ἔτι ὂν ἐπὶ ῥίζης καὶ οὐ μὴ θερισθῇ, πρὸ τοῦ πιεῖν πᾶσα βοτάνη οὐχὶ ξηραίνεται.
13 Tot așa se întâmplă cu toți aceia care uită pe Dumnezeu și așa se veștejește nădejdea celui nelegiuit.
13 οὕτως τοίνυν ἔσται τὰ ἔσχατα πάντων τῶν ἐπιλανθανομένων τοῦ κυρίου· ἐλπὶς γὰρ ἀσεβοῦς ἀπολεῖται.
14 Încrederea lui e spulberată și bizuința lui este o pânză de păianjen.
14 ἀοίκητος γὰρ αὐτοῦ ἔσται ὁ οἶκος, ἀράχνη δὲ αὐτοῦ ἀποβήσεται ἡ σκηνή.
15 Se sprijină pe casa sa, dar ea nu se ține; se agață de ea, dar casa se prăvale.
15 ἐὰν ὑπερείσῃ τὴν οἰκίαν αὐτοῦ, οὐ μὴ στῇ· ἐπιλαβομένου δὲ αὐτοῦ οὐ μὴ ὑπομείνῃ·
16 Stă plin de suc în fața soarelui și în grădina unde este își întinde vlăstarii;
16 ὑγρὸς γάρ ἐστιν ὑπὸ ἡλίου, καὶ ἐκ σαπρίας αὐτοῦ ὁ ῥάδαμνος αὐτοῦ ἐξελεύσεται.
17 Rădăcinile lui se împletesc cu pietrele și se înfig în adâncul stâncilor.
17 ἐπὶ συναγωγὴν λίθων κοιμᾶται, ἐν δὲ μέσῳ χαλίκων ζήσεται.
18 Dacă îl smulgi din loc, locul îl tăgăduiește: Nu te-am văzut niciodată!
18 ἐὰν καταπίῃ, ὁ τόπος ψεύσεται αὐτόν· οὐχ ἑόρακας τοιαῦτα.
19 Iată-l acum putred, pe cărare, și din pământ răsar alți vlăstari.
19 ὅτι καταστροφὴ ἀσεβοῦς τοιαύτη, ἐκ δὲ γῆς ἄλλον ἀναβλαστήσει.
20 Dumnezeu nu disprețuiește pe cel desăvârșit și nu ia de mână pe răufăcători.
20 ὁ γὰρ κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον, πᾶν δὲ δῶρον ἀσεβοῦς οὐ δέξεται.
21 Gura ta va fi plină încă o dată de râsete și buzele tale de veselie.
21 ἀληθινῶν δὲ στόμα ἐμπλήσει γέλωτος, τὰ δὲ χείλη αὐτῶν ἐξομολογήσεως·
22 Cei ce te urăsc se vor înveșmânta în rușine și cortul celor răi va pieri!”
22 οἱ δὲ ἐχθροὶ αὐτῶν ἐνδύσονται αἰσχύνην, δίαιτα δὲ ἀσεβοῦς οὐκ ἔσται.