1 ἰδοὺ ταῦτα ἑώρακέν μου ὁ ὀφθαλμὸς καὶ ἀκήκοέν μου τὸ οὖς· 2 καὶ οἶδα ὅσα καὶ ὑμεῖς ἐπίστασθε, καὶ οὐκ ἀσυνετώτερός εἰμι ὑμῶν. 3 οὐ μὴν δὲ ἀλλ’ ἐγὼ πρὸς κύριον λαλήσω, ἐλέγξω δὲ ἐναντίον αὐτοῦ ἐὰν βούληται. 4 ὑμεῖς δέ ἐστε ἰατροὶ ἄδικοι καὶ ἰαταὶ κακῶν πάντες. 5 εἴη δὲ ὑμῖν κωφεῦσαι, καὶ ἀποβήσεται ὑμῖν εἰς σοφίαν. 6 ἀκούσατε ἔλεγχον στόματός μου, κρίσιν δὲ χειλέων μου προσέχετε. 7 πότερον οὐκ ἔναντι κυρίου λαλεῖτε, ἔναντι δὲ αὐτοῦ φθέγγεσθε δόλον; 8 ἦ ὑποστελεῖσθε; ὑμεῖς δὲ αὐτοὶ κριταὶ γένεσθε. 9 καλόν γε, ἐὰν ἐξιχνιάσῃ ὑμᾶς· εἰ γὰρ τὰ πάντα ποιοῦντες προστεθήσεσθε αὐτῷ, 10 οὐθὲν ἧττον ἐλέγξει ὑμᾶς· εἰ δὲ καὶ κρυφῇ πρόσωπα θαυμάσετε, 11 πότερον οὐχὶ δεινὰ αὐτοῦ στροβήσει ὑμᾶς, φόβος δὲ παρ’ αὐτοῦ ἐπιπεσεῖται ὑμῖν; 12 ἀποβήσεται δὲ ὑμῶν τὸ ἀγαυρίαμα ἴσα σποδῷ, τὸ δὲ σῶμα πήλινον. 13 κωφεύσατε, ἵνα λαλήσω καὶ ἀναπαύσωμαι θυμοῦ 14 ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσιν, ψυχὴν δέ μου θήσω ἐν χειρί. 15 ἐάν με χειρώσηται ὁ δυνάστης, ἐπεὶ καὶ ἦρκται, ἦ μὴν λαλήσω καὶ ἐλέγξω ἐναντίον αὐτοῦ· 16 καὶ τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν, οὐ γὰρ ἐναντίον αὐτοῦ δόλος εἰσελεύσεται. 17 ἀκούσατε ἀκούσατε τὰ ῥήματά μου· ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων. 18 ἰδοὺ ἐγὼ ἐγγύς εἰμι τοῦ κρίματός μου, οἶδα ἐγὼ ὅτι δίκαιος ἀναφανοῦμαι. 19 τίς γάρ ἐστιν ὁ κριθησόμενός μοι; 13ὅτι νῦν κωφεύσω καὶ ἐκλείψω.507 20 δυεῖν δέ μοι χρήσῃ· 13τότε ἀπὸ τοῦ προσώπου σου οὐ κρυβήσομαι·507 21 τὴν χεῖρα ἀπ’ ἐμοῦ ἀπέχου, καὶ ὁ φόβος σου μή με καταπλησσέτω. 22 εἶτα καλέσεις, ἐγὼ δέ σοι ὑπακούσομαι· ἢ λαλήσεις, ἐγὼ δέ σοι δώσω ἀνταπόκρισιν. 23 πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου καὶ αἱ ἀνομίαι μου; δίδαξόν με τίνες εἰσίν. 24 διὰ τί ἀπ’ ἐμοῦ κρύπτῃ, ἥγησαι δέ με ὑπεναντίον σοι; 25 ἦ ὡς φύλλον κινούμενον ὑπὸ ἀνέμου εὐλαβηθήσῃ ἢ ὡς χόρτῳ φερομένῳ ὑπὸ πνεύματος ἀντίκεισαί μοι; 26 ὅτι κατέγραψας κατ’ ἐμοῦ κακά, περιέθηκας δέ μοι νεότητος ἁμαρτίας, 27 ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι, ἐφύλαξας δέ μου πάντα τὰ ἔργα, εἰς δὲ ῥίζας τῶν ποδῶν μου ἀφίκου· 28 ὃ παλαιοῦται ἴσα ἀσκῷ ἢ ὥσπερ ἱμάτιον σητόβρωτον.
1 ἰδοὺ ταῦτα ἑώρακέν μου ὁ ὀφθαλμὸς καὶ ἀκήκοέν μου τὸ οὖς·
2 καὶ οἶδα ὅσα καὶ ὑμεῖς ἐπίστασθε, καὶ οὐκ ἀσυνετώτερός εἰμι ὑμῶν.
3 οὐ μὴν δὲ ἀλλ’ ἐγὼ πρὸς κύριον λαλήσω, ἐλέγξω δὲ ἐναντίον αὐτοῦ ἐὰν βούληται.
4 ὑμεῖς δέ ἐστε ἰατροὶ ἄδικοι καὶ ἰαταὶ κακῶν πάντες.
5 εἴη δὲ ὑμῖν κωφεῦσαι, καὶ ἀποβήσεται ὑμῖν εἰς σοφίαν.
6 ἀκούσατε ἔλεγχον στόματός μου, κρίσιν δὲ χειλέων μου προσέχετε.
7 πότερον οὐκ ἔναντι κυρίου λαλεῖτε, ἔναντι δὲ αὐτοῦ φθέγγεσθε δόλον;
8 ἦ ὑποστελεῖσθε; ὑμεῖς δὲ αὐτοὶ κριταὶ γένεσθε.
9 καλόν γε, ἐὰν ἐξιχνιάσῃ ὑμᾶς· εἰ γὰρ τὰ πάντα ποιοῦντες προστεθήσεσθε αὐτῷ,
10 οὐθὲν ἧττον ἐλέγξει ὑμᾶς· εἰ δὲ καὶ κρυφῇ πρόσωπα θαυμάσετε,
11 πότερον οὐχὶ δεινὰ αὐτοῦ στροβήσει ὑμᾶς, φόβος δὲ παρ’ αὐτοῦ ἐπιπεσεῖται ὑμῖν;
12 ἀποβήσεται δὲ ὑμῶν τὸ ἀγαυρίαμα ἴσα σποδῷ, τὸ δὲ σῶμα πήλινον.
13 κωφεύσατε, ἵνα λαλήσω καὶ ἀναπαύσωμαι θυμοῦ
14 ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσιν, ψυχὴν δέ μου θήσω ἐν χειρί.
15 ἐάν με χειρώσηται ὁ δυνάστης, ἐπεὶ καὶ ἦρκται, ἦ μὴν λαλήσω καὶ ἐλέγξω ἐναντίον αὐτοῦ·
16 καὶ τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν, οὐ γὰρ ἐναντίον αὐτοῦ δόλος εἰσελεύσεται.
17 ἀκούσατε ἀκούσατε τὰ ῥήματά μου· ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων.
18 ἰδοὺ ἐγὼ ἐγγύς εἰμι τοῦ κρίματός μου, οἶδα ἐγὼ ὅτι δίκαιος ἀναφανοῦμαι.
19 τίς γάρ ἐστιν ὁ κριθησόμενός μοι; 13ὅτι νῦν κωφεύσω καὶ ἐκλείψω.507
20 δυεῖν δέ μοι χρήσῃ· 13τότε ἀπὸ τοῦ προσώπου σου οὐ κρυβήσομαι·507
21 τὴν χεῖρα ἀπ’ ἐμοῦ ἀπέχου, καὶ ὁ φόβος σου μή με καταπλησσέτω.
22 εἶτα καλέσεις, ἐγὼ δέ σοι ὑπακούσομαι· ἢ λαλήσεις, ἐγὼ δέ σοι δώσω ἀνταπόκρισιν.
23 πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου καὶ αἱ ἀνομίαι μου; δίδαξόν με τίνες εἰσίν.
24 διὰ τί ἀπ’ ἐμοῦ κρύπτῃ, ἥγησαι δέ με ὑπεναντίον σοι;
25 ἦ ὡς φύλλον κινούμενον ὑπὸ ἀνέμου εὐλαβηθήσῃ ἢ ὡς χόρτῳ φερομένῳ ὑπὸ πνεύματος ἀντίκεισαί μοι;
26 ὅτι κατέγραψας κατ’ ἐμοῦ κακά, περιέθηκας δέ μοι νεότητος ἁμαρτίας,
27 ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι, ἐφύλαξας δέ μου πάντα τὰ ἔργα, εἰς δὲ ῥίζας τῶν ποδῶν μου ἀφίκου·
28 ὃ παλαιοῦται ἴσα ἀσκῷ ἢ ὥσπερ ἱμάτιον σητόβρωτον.
Traducerea ortodoxă
Traducerea greacă bizantină
1 De bună seamă, ochiul meu a văzut toate acestea, urechea mea le-a auzit și le-a înțeles.
1 ἰδοὺ ταῦτα ἑώρακέν μου ὁ ὀφθαλμὸς καὶ ἀκήκοέν μου τὸ οὖς·
2 Ceea ce știți voi, știu și eu și nu sunt deloc mai prejos decât voi.
2 καὶ οἶδα ὅσα καὶ ὑμεῖς ἐπίστασθε, καὶ οὐκ ἀσυνετώτερός εἰμι ὑμῶν.
3 Dar eu vreau să vorbesc cu Cel Atotputernic, vreau să-mi apăr pricina înaintea lui Dumnezeu.
3 οὐ μὴν δὲ ἀλλ’ ἐγὼ πρὸς κύριον λαλήσω, ἐλέγξω δὲ ἐναντίον αὐτοῦ ἐὰν βούληται.
4 Căci voi sunteți niște născocitori ai minciunii, sunteți cu toții niște doctori neputincioși!
4 ὑμεῖς δέ ἐστε ἰατροὶ ἄδικοι καὶ ἰαταὶ κακῶν πάντες.
5 Ce bine ar fi fost dacă ați fi tăcut! Câtă înțelepciune ar fi fost din partea voastră!
5 εἴη δὲ ὑμῖν κωφεῦσαι, καὶ ἀποβήσεται ὑμῖν εἰς σοφίαν.
6 Ascultați acum apărarea mea și băgați de seamă la rostirea buzelor mele.
6 ἀκούσατε ἔλεγχον στόματός μου, κρίσιν δὲ χειλέων μου προσέχετε.
7 Oare de dragul lui Dumnezeu spuneți voi lucruri strâmbe și spre apărarea Lui croiți minciuni?
7 πότερον οὐκ ἔναντι κυρίου λαλεῖτε, ἔναντι δὲ αὐτοῦ φθέγγεσθε δόλον;
8 Voiți să țineți cu El și să fiți apărătorii Lui?
8 ἦ ὑποστελεῖσθε; ὑμεῖς δὲ αὐτοὶ κριταὶ γένεσθε.
9 Și dacă ar fi ca să vă cerceteze, ar fi bine de voi, sau vreți să-L înșelați cum înșelați un om?
9 καλόν γε, ἐὰν ἐξιχνιάσῃ ὑμᾶς· εἰ γὰρ τὰ πάντα ποιοῦντες προστεθήσεσθε αὐτῷ,
10 Desigur El vă va osândi dacă în ascuns vreți să fiți părtinitori cu El.
10 οὐθὲν ἧττον ἐλέγξει ὑμᾶς· εἰ δὲ καὶ κρυφῇ πρόσωπα θαυμάσετε,
11 Măreția Lui oare nu vă înfricoșează și groaza Lui nu va cădea oare peste voi?
11 πότερον οὐχὶ δεινὰ αὐτοῦ στροβήσει ὑμᾶς, φόβος δὲ παρ’ αὐτοῦ ἐπιπεσεῖται ὑμῖν;
12 Rostirile voastre au tăria cenușei. Răspunsurile voastre se prefac în noroi.
12 ἀποβήσεται δὲ ὑμῶν τὸ ἀγαυρίαμα ἴσα σποδῷ, τὸ δὲ σῶμα πήλινον.
13 Închideți gura în fața mea și eu voi vorbi, orice ar fi să se întâmple.
13 κωφεύσατε, ἵνα λαλήσω καὶ ἀναπαύσωμαι θυμοῦ
14 Drept aceea îmi voi lua în dinți carnea mea și viața mea o pun în mâna mea.
14 ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσιν, ψυχὴν δέ μου θήσω ἐν χειρί.
15 Dacă o fi să mă ucidă, nu voi tremura, dar voi descurca în fața Sa firele pricinei mele,
15 ἐάν με χειρώσηται ὁ δυνάστης, ἐπεὶ καὶ ἦρκται, ἦ μὴν λαλήσω καὶ ἐλέγξω ἐναντίον αὐτοῦ·
16 Și chiar aceasta îmi va fi mie izbândă, fiindcă un nelegiuit nu se înfățișează înaintea Lui.
16 καὶ τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν, οὐ γὰρ ἐναντίον αὐτοῦ δόλος εἰσελεύσεται.
17 Ascultați cu luare-aminte cuvintele mele și ceea ce vă voi spune să vă rămână în urechi.
17 ἀκούσατε ἀκούσατε τὰ ῥήματά μου· ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων.
18 Iată am pus la cale o judecată, și știu că eu sunt cel ce am dreptate.
18 ἰδοὺ ἐγὼ ἐγγύς εἰμι τοῦ κρίματός μου, οἶδα ἐγὼ ὅτι δίκαιος ἀναφανοῦμαι.
19 Are cineva ceva de spus împotriva mea? Atunci voi amuți degrabă și voi aștepta moartea.
19 τίς γάρ ἐστιν ὁ κριθησόμενός μοι; 13ὅτι νῦν κωφεύσω καὶ ἐκλείψω.507
20 Numai scutește-mă de două lucruri, și nu mă voi ascunde de fața Ta.
20 δυεῖν δέ μοι χρήσῃ· 13τότε ἀπὸ τοῦ προσώπου σου οὐ κρυβήσομαι·507
21 Depărtează mâna Ta de deasupră-mi și nu mă mai tulbura cu groaza Ta.
21 τὴν χεῖρα ἀπ’ ἐμοῦ ἀπέχου, καὶ ὁ φόβος σου μή με καταπλησσέτω.
22 Apoi cheamă-mă și eu îți voi răspunde, sau lasă-mă să vorbesc eu și Tu să-mi dai răspuns.
22 εἶτα καλέσεις, ἐγὼ δέ σοι ὑπακούσομαι· ἢ λαλήσεις, ἐγὼ δέ σοι δώσω ἀνταπόκρισιν.
23 Câte greșeli și câte păcate am făcut? Dă-mi pe față călcarea mea de lege și păcatul meu.
23 πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου καὶ αἱ ἀνομίαι μου; δίδαξόν με τίνες εἰσίν.
24 De ce ascunzi fața Ta și mă iei drept un dușman al Tău?
24 διὰ τί ἀπ’ ἐμοῦ κρύπτῃ, ἥγησαι δέ με ὑπεναντίον σοι;
25 Vrei oare, să înspăimânți o frunză pe care o bate vântul? Vrei să Te îndârjești împotriva unui pai uscat?
25 ἦ ὡς φύλλον κινούμενον ὑπὸ ἀνέμου εὐλαβηθήσῃ ἢ ὡς χόρτῳ φερομένῳ ὑπὸ πνεύματος ἀντίκεισαί μοι;
26 De ce să scrii împotriva mea aceste hotărâri amare? De ce să-mi scoți ochii cu greșelile tinereții?
26 ὅτι κατέγραψας κατ’ ἐμοῦ κακά, περιέθηκας δέ μοι νεότητος ἁμαρτίας,
27 De ce să-mi vâri picioarele în butuci și să pândești toți pașii mei și toate urmele mele?
27 ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι, ἐφύλαξας δέ μου πάντα τὰ ἔργα, εἰς δὲ ῥίζας τῶν ποδῶν μου ἀφίκου·
28 Când Tu știi că trupul meu se nimicește ca un putregai și ca o haină mâncată de molii!
28 ὃ παλαιοῦται ἴσα ἀσκῷ ἢ ὥσπερ ἱμάτιον σητόβρωτον.