Iov

traducerea greacă bizantină

Capitolul 41

1 οὐχ ἑόρακας αὐτὸν οὐδὲ ἐπὶ τοῖς λεγομένοις τεθαύμακας; 2 οὐ δέδοικας ὅτι ἡτοίμασταί μοι; τίς γάρ ἐστιν ὁ ἐμοὶ ἀντιστάς; 3 ἢ τίς ἀντιστήσεταί μοι καὶ ὑπομενεῖ, εἰ πᾶσα ἡ ὑπ’ οὐρανὸν ἐμή ἐστιν; 4 13οὐ σιωπήσομαι δι’ αὐτόν, 13καὶ λόγον δυνάμεως ἐλεήσει τὸν ἴσον αὐτοῦ.507 5 τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ; εἰς δὲ πτύξιν θώρακος αὐτοῦ τίς ἂν εἰσέλθοι; 6 πύλας προσώπου αὐτοῦ τίς ἀνοίξει; κύκλῳ ὀδόντων αὐτοῦ φόβος. 7 τὰ ἔγκατα αὐτοῦ ἀσπίδες χάλκειαι, σύνδεσμος δὲ αὐτοῦ ὥσπερ σμιρίτης λίθος· 8 13εἷς τοῦ ἑνὸς κολλῶνται,507 πνεῦμα δὲ οὐ μὴ διέλθῃ αὐτόν· 9 13ἀνὴρ τῷ ἀδελφῷ αὐτοῦ προσκολληθήσεται, 13συνέχονται καὶ οὐ μὴ ἀποσπασθῶσιν.507 10 ἐν πταρμῷ αὐτοῦ ἐπιφαύσκεται φέγγος, οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἶδος ἑωσφόρου. 11 ἐκ στόματος αὐτοῦ ἐκπορεύονται λαμπάδες καιόμεναι καὶ διαρριπτοῦνται ἐσχάραι πυρός· 12 ἐκ μυκτήρων αὐτοῦ ἐκπορεύεται καπνὸς καμίνου καιομένης πυρὶ ἀνθράκων· 13 ἡ ψυχὴ αὐτοῦ ἄνθρακες, φλὸξ δὲ ἐκ στόματος αὐτοῦ ἐκπορεύεται. 14 ἐν δὲ τραχήλῳ αὐτοῦ αὐλίζεται δύναμις, ἔμπροσθεν αὐτοῦ τρέχει ἀπώλεια. 15 σάρκες δὲ σώματος αὐτοῦ κεκόλληνται· 13καταχέει ἐπ’ αὐτόν, οὐ σαλευθήσεται.507 16 ἡ καρδία αὐτοῦ πέπηγεν ὡς λίθος, ἕστηκεν δὲ ὥσπερ ἄκμων ἀνήλατος. 17 στραφέντος δὲ αὐτοῦ φόβος θηρίοις τετράποσιν ἐπὶ γῆς ἁλλομένοις. 18 ἐὰν συναντήσωσιν αὐτῷ λόγχαι, οὐδὲν μὴ ποιήσωσιν 13δόρυ ἐπηρμένον καὶ θώρακα·507 19 ἥγηται μὲν γὰρ σίδηρον ἄχυρα, χαλκὸν δὲ ὥσπερ ξύλον σαθρόν· 20 οὐ μὴ τρώσῃ αὐτὸν τόξον χάλκειον, ἥγηται μὲν πετροβόλον χόρτον· 21 13ὡς καλάμη ἐλογίσθησαν σφῦραι,507 καταγελᾷ δὲ σεισμοῦ πυρφόρου. 22 ἡ στρωμνὴ αὐτοῦ ὀβελίσκοι ὀξεῖς, πᾶς δὲ χρυσὸς θαλάσσης ὑπ’ αὐτὸν ὥσπερ πηλὸς ἀμύθητος. 23 ἀναζεῖ τὴν ἄβυσσον ὥσπερ χαλκεῖον, ἥγηται δὲ τὴν θάλασσαν ὥσπερ ἐξάλειπτρον, 24 τὸν δὲ τάρταρον τῆς ἀβύσσου ὥσπερ αἰχμάλωτον· 13ἐλογίσατο ἄβυσσον εἰς περίπατον.507 25 οὐκ ἔστιν οὐδὲν ἐπὶ τῆς γῆς ὅμοιον αὐτῷ πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων μου· 26 πᾶν ὑψηλὸν ὁρᾷ, αὐτὸς δὲ βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασιν.

Textul a fost copiat în clipboard